BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XXIII.

 

___________________________________________________

 

 

 

Ἐραστής

 

 

ιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος·

τετορταῖος ἔχει παιδὸς ἔρος μῆνά με δεύτερον,

κάλω μὲν μετρίως, ἀλλ᾽ ὁπόσον τῶι πόδι περρέχει

5

τᾶς γᾶς, τοῦτο χάρις, ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. 

4

καὶ νῦν μὲν τὸ κακὸν †ταῖς μὲν ἔχει ταῖς δ᾽ οὔ,† 

τάχα δ᾽ οὐδ᾽ ὄσον ὕπνω ᾽πιτύχην ἔσσετ᾽ ἐρωΐα.

ἔχθες γὰρ παριὼν ἔδρακε λέπτ᾽ ἄμμε δι᾽ ὀφρύγων

αἰδέσθεις προτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα,

ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὦρος ἐδράξατο·

10

εἰς οἶκον δ᾽ ἀπέβαν ἕλκος ἔχων καρτε<ρὸν ἥπατι> 

πόλλα δ᾽ εἰσκαλέσαις θῦμον ἐμαύτωι διελεξάμαν·

«τί δῆτ᾽ αὖτε πόης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;

λευκὰς οὐκ †ἐπίσθησθ᾽† ὅττι φόρης ἐν κροτάφοις τρίχας;

ὥρα τοι φρονέειν· μὴ πολιὸς τὰν ἰδέαν πέλων

15

πάντ᾽ ἔρδ᾽ ὅσσαπερ οἱ τῶν ἐτέων ἄρτι γεγεύμενοι. 

καὶ μὰν ἄλλο σε λάθει· τὸ δ᾽ ἄρ᾽ ἦν λώιον, ἔμμεναι

ξέννον τῶν χαλέπων παῖδος ἔρων <τὸν προγενέστερον>.

ὁ μὲν γὰρ βίος ἔρρωτ᾽ ἶσα γόννοις ἐλάφω θόας

χαλάσει δ᾽ ἑτέραι ποντοπόρην αὔριον ἄρμενα·

20

τὸ δ᾽ αὖτε γλυκέρας ἄνθεμον ἅβας πεδ᾽ ὐμαλίκων

μένει· τῶι δ᾽ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει

ὀμμιμναισκομένωι, πόλλα δ᾽ ὄρη νυκτὸς ἐνύπνια,

παύσασθαι δ᾽ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἵ<κονος νόσω>.»

ταῦτα κἅτερα πολλὰ προτ᾽ ἔμον θῦμον ἐμεμψάμαν·

25

ὁ δὲ τοῦτ᾽ ἔφατ᾽· «ὅττις δοκίμοι τὸν δολομάχανον 

νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἀμμέων

εὔρην βραϊδίως ἀστέρας, ὁπποσσάκιν ἔννεα·

καὶ νῦν, εἴτ᾽ ἐθέλω, χρή με μάκρον σχόντα τὸν ἄμφενα

ἕλκειν τὸν ζυγόν, εἴτ᾽ οὐκ ἐθέλω· ταῦτα γάρ, ὤγαθε,

30

βόλλεται θέος ὃς καὶ Δίος ἔσφαλε μέγαν νόον 

καὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον

σμίκρας δεύμενον αὔρας, ὀνέλων ἇι κε <θέληι> φορεῖ.»