B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Parthenios
floruit ca. 50 a. Chr. n.
     
   



ἐ ρ ω τ ι κ ὰ
π α θ ή μ α τ α


ε´
περὶ Λευκίπου.
[ἱστορεῖ Ἑρμησιάναξ Λεοντίωι.]


__________________________________________________


[1]
Λεύκιππος δέ, Ξανθίου παῖς, γένος τῶν ἀπὸ Βελλεροφόντου, δια φέρων ἰσχύι μάλιστα τῶν καθ᾽ ἑαυτόν, ἤσκει τὰ πολεμικά. διὸ πολὺς ἦν λόγος περὶ αὐτοῦ παρά τε Λυκίοις καὶ τοῖς προσεχέσι τούτοις, ἅτε δὴ ἀγομένοις καὶ πᾶν ὁτιοῦν δυσχερὲς πάσχουσιν. 
[2]
οὗτος κατὰ μῆνιν Ἀφροδίτης εἰς ἔρωτα ἀφικόμενος τῆς ἀδελφῆς, τέως μὲν ἐκαρτέρει, οἰόμενος ῥᾶιστα ἀπαλλάξασθαι τῆς νόσου, ἐπεὶ μέντοι χρόνου διαγενομένου οὐδὲ ἐπ᾽ ὀλίγον ἐλώφα τὸ πάθος, ἀνακοινοῦται τῆι μητρὶ καὶ πολλὰ καθικέτευε, μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον· εἰ γὰρ αὐτῶι μὴ συνεργήσειεν, ἀποσφάξειν αὑτὸν ἠπείλει. τῆς δὲ παραχρῆμα τῆν ἐπιθυμίαν φαμένης τελευτήσειν ῥάιων ἤδη γέγονεν· 
[3]
ἀνακαλεσαμένη δὲ τὴν κόρην συγκατακλίνει τἀδελφῶι, κἀκ τούτου συνῆσαν οὐ μάλα τινὰ δεδοικότες, ἕως τις ἐξαγγέλει τῶι κατεγγυημένωι τὴν κόρην μνηστῆρι. ὁ δὲ τόν τε αὑτοῦ πατέρα παραλαβὼν καί τινας τῶν προσηκόντων πρόσεισι τῶι Ξανθίωι καὶ τὴν πρᾶξιν καταμηνύει, μὴ δηλῶν τοὔνομα τοῦ Λευκίππου. 
[4]
Ξάνθιος δὲ δυσφορῶν ἐπὶ τοῖς προσηγγελμένοις πολλὴν σπουδὴν ἐτίθετο φωράσαι τὸν φθορέα, καὶ διεκελεύσατο τῶι μηνυτῆι, ὁπότε ἴδοι συνόντας, αὐτῶι δηλῶσαι· τοῦ δὲ ἑτοίμως ὑπακούσαντος καὶ αὐτίκα τὸν πρεσβύτην ἐπαγομένου τῶι θαλάμωι, ἡ παῖς αἰφνιδίου ψόφου γενηθέντος ἵετο διὰ θυρῶν, οἰομένη λήσεσθαι τὸν ἐπιόντα· καὶ αὐτὴν ὁ πατὴρ ὑπολαβῶν εἶναι τὸν φθορέα πατάξας μαχαίραι καταβάλλει. 
[5]
τῆς δὲ περιωδύνου γενομένης καὶ ἀνακραγούσης ὁ Λεύκιππος, ἐπαμύνων αὐτῆι καὶ διὰ τὸ ἐκπεπλῆχθαι μὴ προϊδόμενος, ὅστις ἦν, κατακτείνει τὸν πατέρα. δι᾽ ἣν αἰτίαν ἀπολιπὼν τὴν οἰκίαν Θετταλοῖς ἐπὶ τοῖς συμβεβηκόσιν εἰς Κρήτην ἡγήσατο, κἀκεῖθεν ἐξελαθεὶς ὑπὸ τῶν προσοίκων εἰς τὴν Ἐφεσίαν ἀφίκετο. ἔνθα χωρίον ὤικησε τὸ Κρητιναῖον ἐπικληθέν. 
[6]
τοῦ δὲ Λευκίππου τούτου λέγεται τὴν Μανδρολύτου θυγατέρα Λευκοφρύην ἐρασθεῖσαν προδοῦναι τὴν πόλιν τοῖς πολεμίοις, ὧν ἐτύγχανεν ἡγούμενος ὁ Λεύκιππος, ἐλομένων αὐτὸν κατὰ θεοπροπίον τῶν δεκατευθέντων ἐκ Φερῶν ὑπ᾽ Ἀδμήτου.