B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Parthenios
floruit ca. 50 a. Chr. n.
     
   



ἐ ρ ω τ ι κ ὰ
π α θ ή μ α τ α


προοίμιον

__________________________________________________


Παρθένιος Κορνηλίωι Γάλλωι χαίρειν.

[1]
μάλιστα σοὶ δοκῶν ἁρμόττειν, Κορνήλιε Γάλλε, τὴν ἄθροισιν τῶν ἐρωτικῶν παθημάτων ἀναλεξάμενος ὡς ὅτι μάλιστα ἐν βραχυτάτοις ἀπέσταλκα. τὰ γὰρ παρά τισι τῶν ποιητῶν κείμενα τούτων, μὴ αὐτοτελῶς λελεγμένων, κατανοήσις ἐκ τῶνδε τὰ πλεῖστα·
[2]
αὐτῶι τε σοὶ παρέσται εἴς ἔπη καὶ ἐλεγείας ἀνάγειν τὰ μάλιστα ἐξ αὐτῶν ἁρμόδια. διὰ δὲ τὸ μὴ παρεῖναι τὸ περιττὸν αὐτοῖς, ὃ δὴ σὺ μετέρχηι, μὴ χεῖρον περὶ αὐτῶν ἐννοηθῆις· οἱονεὶ γὰρ ὑπομνηματίων τρόπον αὐτὰ συνελεξάμεθα, καὶ σοὶ νυνὶ τὴν χρῆσιν ὁμοίαν, ὡς ἔοικε, παρέξεσται.