<<< authoris paginam



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Aratos
ca. 310 - ca. 250 a. Chr. n.

 
 
   
   



Β ί ο ς   δ'

Ἀράτου γένος

(Matritenses 4691 et 4629
VAS Palatinus 40 (P)
Estensis II B14)


___________________________________________


Ἄρατος ἐγένετο πατρὸς μὲν Ἀθηνοδώρου, μητρὸς δὲ Λητοδώρας, ἐκ Σόλων τῆς Κιλικίας. ὠνομάσθαι δὲ τὴν πόλιν φασὶν ἀπὸ Σόλωνος τοῦ Λινδίου, ἔστὶ δὲ ἡ νῦν Πομπηϊούπολις. ἦν δὲ ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου, καὶ ἐσχόλασε Διονυσίωι τῶι Ἡρακλεώτηι, συνῆν δὲ Ἀντιγόνωι τῶι Μακεδονίας βασιλεῖ καὶ Φίλαι τῆι τούτου γαμετῆι, συνήκμασε δὲ Ἀλεξάνδρωι τῶι Αἰτωλῶι καὶ Καλλιμάχωι καὶ Μενάνδρωι καὶ Φιλητᾶι. ἀδελφοὺς δὲ εἶχε τρεῖς, Μύριν Καλώνδαν καὶ Ἀθηνόδωρον, ὃς πρῶτος ἀντειπεῖν λέγεται Ζωίλωι τῶι κατὰ τῆς ὁμηρικῆς ποιήσεως γράψαντι. σχολάσας δὲ ὁ Ἄρατος Περσαίωι τῶι φιλοσόφωι Ἀθήνησι καὶ συνελθὼν αὐτῶι εἰς Μακεδονίαν μεταπεμφθέντι ὑπ' Ἀντιγόνου καὶ παρελθὼν εἰς τὸν Ἀντιγόνου καὶ Φίλας γάμον καὶ εὐδοκιμήσας, τὸ λοιπὸν τοῦ χρόνου διέτριψεν αὐτόθι. ἦν δὲ Ἀντίγονος υἱὸς Δημητρίου τοῆ Πολιορκητοῦ καὶ παρέλαβε τὴν αρχὴν περὶ ἐκατοστὴν καὶ πέμπτην ὀλυμπιάδα, καθ' ἣν ὁ Πτολεμαῖος ὁ Φιλάδελφος Αἰγύπτου ἐβασίλευεν. ὥστε τὸ διαθρυλλούμενον ὑπό τινων ὡς ἦν κατὰ τὸν αὐτὸν χρόνον Νικάνδρωι τῶι Κολοφωνίωι τῶι τὰ Θηριακὰ ἐκθεμένωι καταφανῶς ψεῦδος δείκνυσθαι [ὅτι προὔτειναν ἀλλήλοις ὁ μὲν τῶι Ἀράτωι σκέψασθαι τὰ Φαινόμενα, ὁ δὲ Νικάνδρωι τὰ Θηριακά]. δώδεκα γὰρ ὀλυμπιάσιν ὅλαις ὁ Νίκανδρος νεώτερος φαίνεται.

ἔνιοι δέ φασι τὸν Ἄρατον Μνασέου πατρὸς γεγονέναι. Ἀριστοθήρου δέ τινος μαθηματικοῦ ἤκουσεν. ἰατρὸς δὲ προηγουμένως, καὶ ποιητὴς ἐν τοῖς Ἀντιγόνου βασιλείοις. γηραίωι δὲ τῶι Κυρηναίωι ἐπεβάλετο, παρ' οὗ καὶ ἐπιγφάμματος ἠξιώθη. συνήκμασε δὲ Νικάνδρωι τῶι Κολοφωνίωι τῶι μαθηματικῶι καὶ αὐτῶι θεραπεύοντι ἅμα τὸν αὐτόν. ζηλωτὴν δὲ τοῦτόν φασι γενέσθαι Ὁμήρου, οἱ δὲ Ἡσιόδου μᾶλλον.

 
 
 
 
<<< authoris paginam