BIBLIOTHECA AUGUSTANA

 

Herakleides Kritikos

floruit 270 a. Chr. n.

 

Περὶ τῶν ἐν τῆι Ἑλλάδι πόλεων

 

Fragmentum II

 

___________________________________________________

 

 

 

 

 

II.

 

1.

Τὸ καλούμενον Πήλιον ὄρος μέγα τ᾽ ἐστὶ καὶ ὑλῶδες, δένδρα ἔχον τοσαῦτα καρποφόρα, ὅσα καὶ τὰς τῶν γεωργουμένων συμβαίνει χώρας. τοῦ δ᾽ ὄρους ἡ μεγίστη καὶ λασιωτάτη ῥίζα τῆς πόλεως [Δημητριάς] κατὰ μὲν πλοῦν ζʹ ἀπέχει στάδια, πεζῆι δὲ κʹ.

 

2.

Πᾶν δ᾽ ἐστὶ τὸ ὄρος μαλακὸν γεώλοφόν τε καὶ πάμφορον. ὕλης δ᾽ ἐν αὐτῶι πᾶν φύεται γένος. πλείστην δ᾽ ὀξύην ἔχει καὶ ἐλάτην σφένδαμνόν τε καὶ ζυγίαν, ἔτι δὲ κυπάρισσον καὶ κέδρον. ἔστι δ᾽ ἐν αὐτῶι καὶ ἄνθη, τά τε ἄγρια καλούμενα λείρια καὶ λυχνῖδες.

 

3.

Γίνεται δ᾽ ἐν αὐτῶι καὶ βοτάνη ἐν τοῖς χερσώδεσι μάλιστα χωρίοις καὶ ῥίζα †δὲ ἡ ἄρου, ἥτις τῶν ὄφεων δήγματα ἰᾶται καὶ δοκεῖ ἔχειν ἐπικίνδυνα· τοὺς μὲν ἐκ τῆς χώρας, ἐν ἧι πέφυκε, τῆι ὀσμῆι μακρὰν ἀπελαύνει, τοὺς δ᾽ ἐγγίσαντας ἀχρειοῖ κάρον καταχέουσα, τοὺς δ᾽ ἁψαμένους αὐτῆς ἀναιρεῖ τῆι ὀσμῆι.

 

4.

Τοιαύτην τὴν δύναμιν ἔχει. τοῖς δ᾽ ἀνθρώποις ἡδεῖα καταφαίνεται· τῆι τοῦ θύμου γάρ ἐστιν ἀνθοῦντος ὀσμῆι παραπλησία· τοὺς δὲ δηχθέντας ὑφ᾽ οὑποτοῦν ὄφεως ἐν οἴνωι δοθεῖσα ὑγιάζει.

 

5.

Φύεται δ᾽ ἐν τῶι ὄρει καὶ καρπὸς ἀκάνθης τοῖς λευκοῖς παραπλήσιος μύρτοις· ὃν ὅταν τις τρίψας λεῖον καταχρίσαι τὸ σῶμα, τοῦ μεγίστου χειμῶνος οὐ λαμβάνει τὴν ἐπαίσθησιν ἢ πάνυ βραχεῖαν· οὐδὲ ἐν τῶι θέρει τοῦ καύματος, κωλύοντος τοῦ φαρμάκου τῆι αὐτοῦ πυκνώσει τὸν ἔξωθεν ἀέρα †κατὰ βάθους διικνεῖσθαι τοῦ σώματος.

 

6.

Σπάνιος δ᾽ ἐστὶν ὁ καρπὸς οὗτος καὶ ἐν φάραγξι καὶ ἐν τόποις φυόμενος ἀποκρήμνοις, ὥστε μόλις μὲν εὑρεῖν, ἂν δ᾽ εὕρηι τις, μὴ εὐχερῶς δύνασθαι λαβεῖν, ἂν δ᾽ ἐπιχειρῆι λαμβάνειν, κινδυνεύειν ἀπὸ τῶν πετρῶν κατακυλισθέντα διαφθαρῆναι. μένει δ᾽ ἡ δύναμις ἕως ἐνιαυτοῦ, χρονισθεῖσα δ᾽ ἀπόλλυσι τὴν ἑαυτῆς ἐνέργειαν.

 

7.

Ποταμοὶ δὲ διὰ τοῦ ὄρους ῥέουσι δύο, Κραυσίνδων τε καλούμενος καὶ Βρύχων, ὁ μὲν τοὺς ὑπὸ ταῖς τοῦ Πηλίου †γεωλοφίαις κειμένους ἀρδεύων ἀγρούς, ὁ δὲ παραρρέων μὲν τὸ τῆς Πηλαίας δάσος, ἐκβάλλων δὲ εἰς θάλασσαν.

 

8.

Ἐπ᾽ ἄκρας δὲ τῆς τοῦ ὄρους κορυφῆς σπηλαῖόν ἐστι τὸ καλούμενον Χειρώνιον, καὶ Διὸς Ἀκραίου ἱερὸν, ἐφ᾽ ὃ κατὰ κυνὸς ἀνατολὴν κατὰ τὸ ἀκμαιότατον καῦμα ἀναβαίνουσι τῶν πολιτῶν οἱ ἐπιφανέστατοι καὶ ταῖς ἡλικίαις ἀκμάζοντες, ἐπιλεχθέντες ἐπὶ τοῦ ἱερέως, ἐνεζωσμένοι κώιδια τρίποκα καινά. τοιοῦτον συμβαίνει ἐπὶ τοῦ ὄρους τὸ ψῦχος εἶναι.

 

9.

Τοῦ δὲ ὄρους ἡ μὲν μία πλευρὰ παρά τε τὴν Μαγνησίαν καὶ τὴν Θεσσαλίαν παρήκει, πρός τε ζέφυρον καὶ ἡλίου δύσιν ἐστραμμένη· ἡ δὲ ἐπὶ τὸν Ἄθω καὶ τὸν Μακεδονικὸν ἐπικεκλιμένη κόλπον πελαγίαν ἔχουσα πᾶσαν καὶ τραχυτέραν τῆς εἰς τὴν Θεσσαλίαν ἐστραμμένης χώραν.

 

10.

Τὸ δὲ ὄρος πολυφάρμακόν τέ ἐστι καὶ πολλὰς ἔχον καὶ παντοδαπὰς δυνάμεις τάς τε ὄψεις αὐτῶν γινώσκουσι καὶ χρῆσθαι δυναμένοις. μίαν δέ τινα ἔχει καὶ ἄλλας δυνάμεις ἀνομοίους. φύεται δὲ τὸ δένδρον τῶι μεγέθει μὲν οὐ πλέον ἢ πήχεος τοῦ ὑπὲρ γῆς φαινομένου, τῆι δὲ χρόαι μέλαν. ἡ δὲ ῥίζα ἕτερον τοσοῦτόν ἐστι κατὰ γῆς πεφυκυῖα.

 

11.

Τούτου δὲ ἡ μὲν ῥίζα τριφθεῖσα λεῖα καὶ καταπλασθεῖσα τῶν ποδαγρώντων τοὺς πόνους ἀφίστησι καὶ κωλύει τὰ νεῦρα φλεγμαίνειν. ὁ δὲ φλοιὸς λειανθεὶς καὶ μετ᾽ οἴνου ποθεὶς τοὺς κοιλιακοὺς ὑγιαίνει. τὰ δὲ φύλλα τριφθέντα καὶ ἐγχρισθέντα εἰς ὀθόνιον, τῶν ὀφθαλμιώντων καὶ ὑπὸ τοῦ ῥεύματος κατατεινομένων καὶ κινδυνευόντων ῥαγῆναι τὴν ὄψιν τὴν ἐπιφορὰν τοῦ ῥεύματος ἀναστέλλει πραιέως καὶ ὡσανεὶ παραιτούμενα μηκέτι ἐπὶ τοὺς ὀφθαλμοὺς φέρεσθαι τὸ ῥεῦμα.

 

12.

Ταύτην δὲ τὴν δύναμιν ἓν τῶν πολιτῶν οἶδεν γένος· ὃ δὴ λέγεται Χείρωνος ἀπόγονον εἶναι. παραδίδωσι δὲ καὶ δείκνυσι πατὴρ υἱῶι, καὶ οὕτως ἡ δύναμις φυλάσσεται, ὡς οὐδεὶς ἄλλος οἶδεν τῶν πολιτῶν· οὐχ ὅσιον δὲ τοὺς ἐπισταμένους τὰ φάρμακα μισθοῦ τοῖς κάμνουσι βοηθεῖν ἀλλὰ προῖκα.

 

Τὸ μὲν οὖν Πήλιον καὶ τὴν Δημητριάδα συμβέβηκε τοιαύτην εἶναι.