BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Προτρεπτικός

 

Testimonia

 

________________________________________________________

 

 

 

Stobaeus IV, p.785 Hense (= Teletis reliquae, 2 p.45 H.). Fr. 50 Rose. 1 Walzer, Ross:

[A 1]

Ἐκ τῶν Τέλητος ἐπιτομή.

Ἢ πάλιν οὐχ ὁρᾶις, διότι οἱ μὲν πλούσιοι πλείω πράττοντες κωλύονται τοῦ σχολάζειν, ὁ δὲ πένης οὐκ ἔχων, τί πράττηι πρὸς τὸ φιλοσοφεῖν γίνεται; Ζήνων ἔφη Κράτητα ἀναγινώσκειν ἐν σκυτείωι καθήμενον τὸν Ἀριστοτέλους Προτρεπτικόν, ὃν ἔγραψε πρὸς Θεμίσωνα τὸν Κυπρίων βασιλέα λέγων ὅτι οὐδενὶ πλείω ἀγαθὰ ὑπάρχει πρὸς τὸ φιλοσοφῆσαι· πλοῦτόν τε γὰρ πλεῖστον αὐτὸν ἔχειν ὥστε δαπανᾶν εἰς ταῦτα, ἔτι δὲ δόξαν ὑπάρχειν αὐτῶι. ἀναγινώσκοντος δὲ αὐτοῦ τὸν σκυτέα ἔφη προσέχειν ἅμα ῥάπτοντα, καὶ τὸν Κράτητα εἰπεῖν· «ἐγώ μοι δοκῶ, ὦ Φίλισκε, γράφειν πρὸς σὲ προτρεπτικόν· πλείω γὰρ ὁρῶ σοι ὑπάρχοντα πρὸς τὸ φιλοσοφῆσαι <ἢ> ὧι ἔγραψεν Ἀριστοτέλης».

 

 

Alexander Aphrod., In Arist. Top., CIAG II: 2, p.149, 9-17, Wallies. Fr. 51 Rose. 1 Walzer, Ross:

[A 2]

Ἔστι δὲ ἐφ' ὧν καὶ πάντα τὰ σημαινόμενα λαμβάνοντας ἔστιν ἐπὶ πάντων αὐτῶν ἀνασκευάζειν τὸ κείμενον, οἷον εἰ λέγοι τις ὅτι μὴ χρὴ φιλοσοφεῖν ἐπεὶ φιλοσοφεῖν λέγεται καὶ τὸ ζητεῖν αὐτὸ τοῦτο, εἴτε χρὴ φιλοσοφεῖν εἴτε καὶ μή, ὡς εἶπεν αὐτὸς ἐν τῶι Προτρεπτικῶι, ἀλλὰ καὶ τὸ τὴν φιλόσοφον θεωρίαν μετιέναι, ἐκάτερον αὐτῶν δείξαντες οἰκεῖον τῶι ἀνθρώπωι πανταχόθεν ἀναιρήσομεν τὸ τιθέμενον· ἐπὶ μὲν οὖν τούτου κατ' ἄμφω ἐνδέχεται δείκνυσθαι τὸ προκείμενον· ἐπὶ δὲ τῶν πρώτων παραδειγμάτων οὐκ ἐκ πάντων ἢ ἑκατέρου ἀλλὰ ἢ ἐκ <τινὸς ἢ ἐκ> τινῶν.

 

 

Anonymus schol. in Arist. Anal. priora, cod. Paris. 2064, f. 263a. Fr. 51 Rose. 1 Walzer, Ross:

[A 3]

(Περὶ τῶν εἰδῶν πάντων τοῦ συλλογισμοῦ) . . . τοιοῦτος δὲ (παρασυνημμένος) καὶ ὁ Ἀριστοτέλους λόγος ἐν τῶι Προτρεπτικῶι· εἴτε φιλοσοφητέον εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον. ἀλλὰ μὴν ἢ φιλοσοφητέον ἢ οὐ φιλοσοφητέον· πάντως ἄρα φιλοσοφητέον.

 

 

Olympiodorus, In Alcib. p.144, Creuzer. Fr. 51 Rose. 1 Walzer, Ross:

[A 4]

Ὁ δὲ Σωκράτης βουλόμενος αὐτὸν ἀπαλλάξει τῆς τοιαύτης φιλονεικίας καὶ τοῦ ῥαθύμου ἤθους, ἐλέγχει κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· . . . καὶ Ἀριστοτέλης μὲν ἐν τῶι Προτρεπτικῶι ἔλεγεν ὅτι εἴτε φιλοσοφητέον, φιλοσοφητέον· εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον, πάντως δὲ φιλοσοφητέον. Πλάτων δέ φησιν . . .

 

 

Elias, Proleg. Phil., 4, CIAG XVIII: 1, p.3, 17-23, Busse. Fr. 51 Rose. 1 Walzer, Ross:

[A 5]

Ἢ καὶ ὥς φησιν Ἀριστοτέλης ἐν τῶι Προτρεπτικῶι ἐπιγεγραμμένωι, ἐν ὧι προτρέπει τοὺς νέους πρὸς φιλοσοφίαν· φησὶ γὰρ οὕτως· "εἰ μὲν φιλοσοφητέον, φιλοσοφητέον, καὶ εἰ μὴ φιλοσοφητέον, φιλοσοφητέον· πάντως ἄρα φιλοσοφητέον". εἰ μὲν γὰρ ἔστι, πάντως ὀφείλομεν φιλοσοφεῖν οὔσης αὐτῆς, εἰ δὲ μὴ ἔστι, καὶ οὕτως ὀφείλομεν ζητεῖν πῶς οὐκ ἔστιν ἡ φιλοσοφία· ζητοῦντες δὲ φιλοσοφοῦμεν, ἐπειδὴ τὸ ζητεῖν αἰτία τῆς φιλοσοφίας ἐστί.

 

 

David, Proleg. Phil., 4, CIAG XVIII: 2, p.9, 2-12, Busse. Fr. 51 Rose. 1 Walzer, Ross:

[A 6]

Καὶ ὁ Ἀριστοτέλης δὲ ἔν τινι Προτρεπρικῶι αὐτοῦ συγγράμματι, ἐν ὧι προτρέπεται τοὺς νέους ἐπὶ φιλοσοφίαν, λέγει ὅτι εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον· εἴτε φίλοσοφητέον, φιλοσοφητέον· πάντως δὲ φιλοσοφητέον. τοῦτ᾽ ἔστιν εἴτε λέγει τις μὴ εἶναι φιλοσοφίαν, ἀποδείξεσι κέχρηται, δι᾽ ὧν ἀναιρεῖ τὴν φιλοσοφίαν· εἰ δὲ ἀποδείξεσι κέχρηται, δῆλον ὅτι φιλοσοφεῖ· μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία. εἴτε λέγει εἶναι φιλοσοφίαν, πάλιν φιλοσοφεῖ· ἀποδείξεσι γὰρ κέχρηται, δι᾽ ὧν δείκνυσιν οὖσαν αὐτήν. πάντως οὖν φιλοσοφεῖ καὶ ὁ ἀναιρῶν αὐτὴν καὶ ὁ μὴ ἀναιρῶν· ἑκάτερος γὰρ αὐτῶν ἀποδείξεσι κέχρηται, δι᾽ ὧν πιστοῦνται τὰ λεγόμενα· εἰ δὲ ἀποδείξεσι κέχρηται, δῆλον ὅτι φιλοσοφεῖ· μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία.

 

 

Cicero, De Fin. V 4, 11. Fr. 51 Rose. 1 Walzer, Ross:

[A 7]

Vitae autem degendae ratio maxime quidem illis (sc. Aristoteli et Theophrasto) placuit quieta, in contemplatione et cognitione posita rerum: quae quia deorum erat vitae simillima sapiente visa est dignissima, atque de his rebus et splendida est eorum et illustris oratio.

 

 

[A 8]

a) Diogenes Laertius V 22 (= Ariston vel Hermippos), titulus 12 (Fr. 51 Rose. 1 Walzer, Ross):

Προτρεπτικὸς αʹ.

b) Vita Hesychii (= Hermippos), titulus 14 (Fr. 51 Rose. 1 Walzer, Ross):

Προτρεπτικὸν αʹ.

c) Ptolemaios-El-Garib, Aristotelis opera, titulus 1-2 (Fr. 51 Rose. 1 Walzer, Ross):

Προτρεπτικὸς φιλοσοφίας.