BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

20.

Περὶ Σκύλλης.

 

 

Λέγεται περὶ Σκύλλης ὡς ἦν ἐν Τυρρηνίαι θηρίον τι γυνὴ μὲν μέχρι τοῦ ὀμφαλοῦ, κυνῶν δὲ ἐντεῦθεν προσπεφύκεσαν κεφαλαί, τὸ δ᾽ ἄλλο σῶμα ὄφεως. τοιαύτην δὲ φύσιν ἐννοεῖν πολλὴ εὐήθεια.

Ἡ δὲ ἀλήθεια αὕτη. Τυρρηνῶν νῆες ἦσαν, αἳ ἐληΐζοντο τὰ περίχωρα τῆς Σικελίας καὶ τὸν Ἰόνιον κόλπον. ἦν δὲ καὶ ναῦς τριήρης ταχεῖα τότε, ἧι ὄνομα Σκύλλα, καὶ κατεπεγέγραπτο ἐπὶ τῆς πρώιρας. αὕτη δ᾽ ἡ τριήρης τὰ λοιπὰ τῶν πλοίων συλλαμβάνουσα πολλάκις εἰργάζετο βρῶμα, καὶ λόγος ἦν περὶ αὐτῆς πολύς. ταύτην τὴν ναῦν Ὀδυσσεὺς φορῶι καὶ λάβρωι πνεύματι χρησάμενος διέφυγε· διηγήσατο δὲ ἐν Κερκύραι τῶι Ἀλκινόωι ὡς ἐδιώχθη καὶ ὡς ἐξέφυγε καὶ τὴν ἰδέαν τοῦ πλοιαρίου. προσανεπλάσθη δὲ ὁ μῦθος.