<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ π ο ν ο ί α ς   ς

________________________________________
 
 
 
(1) Ἡ δὲ ἀπόνοιά ἐστιν ὑπομονὴ αἰσχρῶν ἔργων καὶ λόγων, ὁ δὲ ἀπονενοημένος τοιοῦτός τις, 

(2) οἷος ὀμόσαι ταχύ, κακῶς ἀκοῦσαι, λοιδορηθῆναι δυναμένοις, τῶι ἤθει ἀγοραῖός τις καὶ ἀνασεσυρμένος καὶ παντοποιός. 

(3) ἀμέλει δυνατὸς καὶ ὀρχεῖσθαι νήφων τὸν κόρδακα κοὐ προσωπεῖον ἔχων ἐν κωμαστικῶι χορῶι. 

(4) καὶ ἐν θαύμασι δὲ τοὺς χαλκοῦς ἐκλέγειν καθ' ἕκαστον παριὼν καὶ μάχεσθαι τούτοις τοῖς τὸ σύμβολον φέρουσι καὶ προῖκα θεωρεῖν ἀξιοῦσι. 

(5) δεινὸς δὲ καὶ πανδοκεῦσαι καὶ πορνοβοσκῆσαι καὶ τελωνῆσαι καὶ μηδεμίαν αἰσχρὰν ἐργασίαν ἀποδοκιμάσαι, ἀλλὰ κηρύττειν, μαγειρεύειν, κυβεύειν. 

(6) τὴν μητέρα μὴ τρέφειν, ἀπάγεσθαι κλοπῆς, τὸ δεσμωτήριον πλείω χρόνον οἰκεῖν ἢ τὴν αὑτοῦ οἰκίαν. 

(7) καὶ τούτων ἂν εἶναι δόξειε τῶν περιισταμένων τοὺς ὄχλους καὶ προσκαλούντων, μεγάληι τῆι φωνῆι καὶ παρερρωγυίαι λοιδορουμένων καὶ διαλεγομένων πρὸς αὐτούς, - καὶ μεταξὺ οἱ μὲν προσίασιν, οἱ δὲ ἀπίασι πρὶν ἀκοῦσαι αὐτοῦ, ἀλλὰ τοῖς μὲν τὴν ἀρχήν, τοῖς δὲ συλλαβήν, τοῖς δὲ μέρος τοῦ πράγματος λέγει, οὐκ ἄλλως θεωρεῖσθαι ἀξιῶν τὴν ἀπόνοιαν αὐτοῦ, ἢ ὅταν ἦι πανήγυρις. 

(8) ἱκανὸς δὲ καὶ δίκας τὰς μὲν φεύγειν, τὰς δὲ διώκειν, τὰς δὲ ἐξόμνυσθαι, ταῖς δὲ παρεῖναι ἔχων ἐχῖνον ἐν τῶι προκολπίωι καὶ ὁρμαθοὺς γραμματιδίων ἐν ταῖς χερσίν. 

(9) οὐκ ἀποδοκιμάζει δὲ οὐδ' ἅμα πολλῶν ἀγοραίων στρατηγεῖν καὶ εὐθὺς τούτοις δανείζειν καὶ τῆς δραχμῆς τόκον τρία ἡμιωβόλια τῆς ἡμέρας πράττεσθαι καὶ ἐφοδεύειν τὰ μαγειρεῖα, τὰ ἰχθυοπώλια, τὰ ταριχοπώλια, καὶ τοὺς τόκους ἀπὸ τοῦ ἐμπολήματος εἰς τὴν γνάθον ἐκλέγειν. 

[Ἐργώδεις δέ εἰσιν οἱ τὸ στόμα εὔλυτον ἔχοντες πρὸς λοιδορίαν καὶ φθεγγόμενοι μεγάληι τῆι φωνῆι, ὡς συνηχεῖν αὐτοῖς τὴν ἀγορὰν καὶ τὰ ἐργαστήρια.]

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>