<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ η δ ί α ς   κ

________________________________________
 
 
 
(1) Ἔστι δὲ ἡ ἀηδία, ὡς ὅρωι περιλαβεῖν, ἔντευξις λύπης ποιητικὴ ἄνευ βλάβης, ὁ δὲ ἀηδὴς τοιοῦτός τις, 

(2) οἷος ἐγείρειν ἄρτι καθεύδοντα εἰσελθών, ἵνα αὐτῶι λαλῆι. 

(3) καὶ ἀνάγεσθαι δὴ μέλλοντας κωλύειν. 

(4) καὶ προσελθόντων δεῖσθαι ἐπισχεῖν, ἕως ἂν περιπατήσηι. 

(5) καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος, μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων καὶ πανουργημάτιον τοῦ πάππου καλῶν. 

(6) καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῶι μελαντέρα <εἴη> ἡ χολή.

(7) καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων· Εἴπ', ὦ μάμμη, ὅτ' ὤδινες καὶ ἔτικτές με, τίς ἡμέρα; 

(8) καὶ ὑπὲρ αὑτοῦ δὲ λέγειν, ὡς ἡδύς ἐστι καὶ <ἀηδής>, ἀμφότερα δὲ οὐκ ἔχοντα οὐ ῥάιδιον ἄνθρωπον λαβεῖν, (9) καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρ' αὐτῶι λακκαῖον, καὶ ὡς κῆπος λάχανα πολλὰ ἔχων καὶ ἁπαλὰ [ὥστε εἶναι ψυχρὸν] καὶ μάγειρος εὖ τὸ ὄψον σκευάζων, καὶ ὅτι ἡ οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι - μεστὴ γὰρ ἀεί - καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον πίθον· εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι. 

(10) καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ ποῖός τίς ἐστι τῶι συνδειπνοῦντι· καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν, ἐὰν κελεύσωσιν, ὁ παῖς μέτεισι παρὰ τοῦ πορνοβοσκοῦ ἤδη, ὅπως πάντες ὑπ' αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα. 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>