<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ὀ λ ι γ α ρ χ ί α ς   κ ς ’

________________________________________
 
 
 
(1) Δόξειεν δ' ἂν εἶναι ἡ ὀλιγαρχία φιλαρχία τις ἰσχύος καὶ κέρδους γλιχομένη, ὁ δὲ ὀλιγαρχικὸς τοιοῦτος, 

(2) οἷος τοῦ δήμου βουλευομένου, τίνας τῶι ἄρχοντι προσαιρήσονται τῆς πομπῆς τοὺς συνεπιμελησομένους, παρελθὼν ἀποφήνασθαι, ὡς δεῖ αὐτοκράτορας τούτους εἶναι, κἂν ἄλλοι προβάλλωνται δέκα, λέγειν· Ἱκανὸς εἷς ἐστι, τοῦτον δὲ ὅτι δεῖ ἄνδρα εἶναι· καὶ τῶν Ὁμήρου ἐπῶν τοῦτο ἓν μόνον κατέχειν, ὅτι 

     Οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, 

τῶν δὲ ἄλλων μηδὲν ἐπίστασθαι·

(3) ἀμέλει δὲ δεινὸς τοῖς τοιούτοις τῶν ὀλίγων ‹λόγοις› χρήσασθαι, ὅτι Δεῖ αὐτοὺς ἡμᾶς συνελθόντας περὶ τούτων βουλεύσασθαι καὶ ἐκ τοῦ ὄχλου καὶ τῆς ἀγορᾶς ἀπαλλαγῆναι καὶ παύσασθαι ἀρχαῖς πλησιάζοντας καὶ ὑπὸ τούτων οὕτως ὑβριζομένους ἢ τιμωμένους, ‹καὶ› ὅτι Ἢ τούτους δεῖ ἢ ἡμᾶς οἰκεῖν τὴν πόλιν. 

(4) καὶ τὸ μέσον δὲ τῆς ἡμέρας ἐξιὼν καὶ τὸ ἱμάτιον ἀναβεβλημένος καὶ μέσην κουρὰν κεκαρμένος καὶ ἀκριβῶς ἀπωνυχισμένος σοβεῖν τοὺς τοιούτους λόγους ‹λέγων› τὴν τοῦ Ὠιδείου· (5) Διὰ τοὺς συκοφάντας οὐκ οἰκητόν ἐστιν ἐν τῆι πόλει, καὶ ὡς Ἐν τοῖς δικαστηρίοις δεινὰ πάσχομεν ὑπὸ τῶν δεκαζομένων, καὶ ὡς Θαυμάζω τῶν πρὸς τὰ κοινὰ προσιόντων, τί βούλονται, καὶ ὡς Ἀχάριστόν ἐστι ‹τὸ› τοῦ νέμοντος καὶ διδόντος, καὶ ὡς αἰσχύνεται ἐν τῆι ἐκκλησίαι, ὅταν παρακάθηταί τις αὐτῶι λεπτὸς καὶ αὐχμῶν· (6) καὶ εἰπεῖν· Πότε παυσόμεθα ὑπὸ τῶν λειτουργιῶν καὶ τῶν τριηραρχιῶν ἀπολλύμενοι; καὶ ὡς μισητὸν τὸ τῶν δημαγωγῶν γένος, τὸν Θησέα πρῶτον φήσας τῶν κακῶν τῆι πόλει γεγονέναι αἴτιον· τοῦτον γὰρ ἐκ δώδεκα πόλεων εἰς μίαν καταγαγεῖν τὰ ‹πλήθη› λυθείσης βασιλείας· καὶ δίκαια αὐτὸν παθεῖν· πρῶτον γὰρ αὐτὸν ἀπολέσθαι ὑπ' αὐτῶν· καὶ τοιαῦτα ἕτερα πρὸς τοὺς ξένους καὶ τῶν πολιτῶν τοὺς ὁμοτρόπους καὶ ταὐτὰ προαιρουμένους.

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>