BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Διογένης Λαέρτιος·

Ξενοφῶν

 

Textus:

Diogenes Laertius. Vitae

ed. H. S. Long,

Oxford: Clarendon Press 1964

 

___________________________________________________

 

 

 

Διογένης Λαέρτιος

ΞΕΝΟΦΩΝ

 

[48] Ξενοφῶν Γρύλλου μὲν ἦν υἱός, Ἀθηναῖος, τῶν δήμων Ἐρχιεύς· αἰδήμων δὲ καὶ εὐειδέστατος εἰς ὑπερβολήν. τούτωι δὲ ἐν στενωπῶι φασιν ἀπαντήσαντα Σωκράτην διατεῖναι τὴν βακτηρίαν καὶ κωλύειν παριέναι, πυνθανόμενον ποῦ πιπράσκοιτο τῶν προσφερομένων ἕκαστον· ἀποκριναμένου δὲ πάλιν πυθέσθαι ποῦ δὲ καλοὶ κἀγαθοὶ γίνονται ἄνθρωποι· ἀπορήσαντος δέ, «ἕπου τοίνυν,» φάναι, «καὶ μάνθανε.» καὶ τοὐντεῦθεν ἀκροατὴς Σωκράτους ἦν. καὶ πρῶτος ὑποσημειωσάμενος τὰ λεγόμενα εἰς ἀνθρώπους ἤγαγεν, Ἀπομνημονεύματα ἐπιγράψας. ἀλλὰ καὶ ἱστορίαν φιλοσόφων πρῶτος ἔγραψε.

Καὶ αὐτόν φησιν Ἀρίστιππος ἐν τετάρτωι Περὶ παλαιᾶς τρυφῆς ἐρασθῆναι Κλεινίου· [49] πρὸς ὃν καὶ ταῦτα εἰπεῖν· «νῦν γὰρ ἐγὼ Κλεινίαν ἥδιον μὲν θεῶμαι ἢ τἄλλα πάντα ἐν ἀνθρώποις καλά· τυφλὸς δὲ τῶν ἄλλων πάντων δεξαίμην ἂν ἢ Κλεινίου ἑνὸς ὄντος γενέσθαι· ἄχθομαι δὲ καὶ νυκτὶ καὶ ὕπνωι, ὅτι ἐκεῖνον οὐχ ὁρῶ· ἡμέραι δὲ καὶ ἡλίωι τὴν μεγίστην χάριν οἶδα, ὅτι μοι Κλεινίαν ἀναφαίνουσιν.»

Κύρωι δὲ φίλος ἐγένετο τοῦτον τὸν τρόπον. ἦν αὐτῶι συνήθης Πρόξενος ὄνομα, γένος Βοιώτιος, μαθητὴς μὲν Γοργίου τοῦ Λεοντίνου, φίλος δὲ Κύρωι. οὗτος ἐν Σάρδεσι διατρίβων παρὰ τῶι Κύρωι ἔπεμψεν εἰς Ἀθήνας ἐπιστολὴν Ξενοφῶντι, καλῶν αὐτὸν ἵνα γένηται Κύρωι φίλος. ὁ δὲ τὴν ἐπιστολὴν δεικνύει Σωκράτει καὶ σύμβουλον ἡιρεῖτο. [50] καὶ ὃς ἀπέστειλεν αὐτὸν εἰς Δελφοὺς χρησόμενον τῶι θεῶι. πείθεται Ξενοφῶν· ἥκει παρὰ τὸν θεόν· πυνθάνει οὐχὶ εἰ χρὴ ἀπιέναι πρὸς Κῦρον, ἀλλ' ὅπως· ἐφ' ὧι καὶ Σωκράτης αὐτὸν ἠιτιάσατο μέν, συνεβούλευσε δὲ ἐξελθεῖν. καὶ ὃς γίνεται παρὰ Κύρωι, καὶ τοῦ Προξένου φίλος οὐχ ἧττον ἦν αὐτῶι. τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὴν ἀνάβασιν γενόμενα καὶ τὴν κάθοδον ἱκανῶς αὐτὸς ἡμῖν διηγεῖται. ἐχθρῶς δὲ διέκειτο πρὸς Μένωνα τὸν Φαρσάλιον, παρὰ τὸν χρόνον τῆς ἀναβάσεως τὸν ξεναγόν· ὅτε καὶ λοιδορῶν αὐτόν φησιν αὑτοῦ μείζοσι κεχρῆσθαι παιδικοῖς. ἀλλὰ καὶ Ἀπολλωνίδηι τινὶ ὀνειδίζει τετρῆσθαι τὰ ὦτα.

[51] Μετὰ δὲ τήν τ' ἀνάβασιν καὶ τὰς ἐν τῶι Πόντωι συμφορὰς καὶ τὰς παρασπονδήσεις τὰς Σεύθου τοῦ τῶν Ὀδρυσῶν βασιλέως ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν Λακεδαιμονίων βασιλέα, μισθοῦ τοὺς Κύρου στρατιώτας αὐτῶι παρασχών· φίλος τ' ἦν εἰς ὑπερβολήν. παρ' ὃν καιρὸν ἐπὶ Λακωνισμῶι φυγὴν ὑπ' Ἀθηναίων κατεγνώσθη. γενόμενος δ' ἐν Ἐφέσωι καὶ χρυσίον ἔχων, τὸ μὲν ἥμισυ Μεγαβύζωι δίδωσι τῶι τῆς Ἀρτέμιδος ἱερεῖ φυλάττειν ἕως ἂν ἐπανέλθοι· εἰ δὲ μή, ἄγαλμα ποιησάμενον ἀναθεῖναι τῆι θεῶι· τοῦ δὲ ἡμίσεος ἔπεμψεν εἰς Δελφοὺς ἀναθήματα. ἐντεῦθεν ἦλθεν εἰς τὴν Ἑλλάδα μετ' Ἀγησιλάου, κεκλημένου εἰς τὸν πρὸς Θηβαίους πόλεμον. καὶ αὐτῶι προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι.

[52] Ἐντεῦθεν ἐάσας τὸν Ἀγησίλαον ἦλθεν εἰς Σκιλλοῦντα, χωρίον τῆς Ἠλείας ὀλίγον τῆς πόλεως ἀπέχον. εἵπετο δὲ αὐτῶι καὶ γύναιον ὄνομα Φιλησία, καθά φησι Δημήτριος ὁ Μάγνης (FHG iv. 382), καὶ δύο υἱεῖς, Γρύλλος καὶ Διόδωρος, ὥς φησι Δείναρχος ἐν τῶι πρὸς Ξενοφῶντα ἀποστασίου, οἳ καὶ Διόσκουροι ἐπεκαλοῦντο. ἀφικομένου δὲ τοῦ Μεγαβύζου κατὰ πρόφασιν τῆς πανηγύρεως, κομισάμενος τὰ χρήματα χωρίον ἐπρίατο καὶ καθιέρωσε τῆι θεῶι, δι' οὗ ποταμὸς ἔρρει Σελινοῦς, ὁμώνυμος τῶι ἐν Ἐφέσωι. τοὐντεῦθεν διετέλει κυνηγετῶν καὶ τοὺς φίλους ἑστιῶν καὶ τὰς ἱστορίας συγγράφων. φησὶ δ' ὁ Δείναρχος ὅτι καὶ οἰκίαν καὶ ἀγρὸν αὐτῶι ἔδοσαν Λακεδαιμόνιοι (Baiter-Sauppe, vol. ii, p. 338a, 1-12).

[53] Ἀλλὰ καὶ Φυλοπίδαν τὸν Σπαρτιάτην φασὶν αὐτῶι πέμψαι αὐτόθι δωρεὰν ἀνδράποδα αἰχμάλωτα ἐκ Δαρδάνου· καὶ τὸν διαθέσθαι αὐτὰ ὡς ἠβούλετο· Ἠλείους τε στρατευσαμένους εἰς τὸν Σκιλλοῦντα [καὶ] βραδυνόντων Λακεδαιμονίων ἐξελεῖν τὸ χωρίον. ὅτε καὶ τοὺς υἱέας αὐτοῦ εἰς Λέπρεον ὑπεξελθεῖν μετ' ὀλίγων οἰκετῶν, καὶ αὐτὸν Ξενοφῶντα εἰς τὴν Ἦλιν πρότερον, εἶτα καὶ εἰς Λέπρεον πρὸς τοὺς παῖδας, κἀκεῖθεν σὺν αὐτοῖς εἰς Κόρινθον διασωθῆναι καὶ αὐτόθι κατοικῆσαι. ἐν τούτωι δὲ ψηφισαμένων Ἀθηναίων βοηθεῖν Λακεδαιμονίοις ἔπεμψε τοὺς παῖδας εἰς τὰς Ἀθήνας στρατευσομένους ὑπὲρ τῶν Λακεδαιμονίων. [54] καὶ γὰρ ἐπεπαίδευντο αὐτόθι ἐν τῆι Σπάρτηι, καθά φησι Διοκλῆς ἐν τοῖς Βίοις τῶν φιλοσόφων. ὁ μὲν οὖν Διόδωρος οὐδὲν ἐπιφανὲς πράξας ἐκ τῆς μάχης ἀνασώζεται, καὶ αὐτῶι υἱὸς ὁμώνυμος γίνεται τἀδελφῶι. ὁ δὲ Γρύλλος τεταγμένος κατὰ τοὺς ἱππέας-ἦν δὲ ἡ μάχη περὶ Μαντίνειαν-ἰσχυρῶς ἀγωνισάμενος ἐτελεύτησεν, ὥς φησιν Ἔφορος ἐν τῆι πέμπτηι καὶ εἰκοστῆι (FGrH 70 F 85)· Κηφισοδώρου μὲν ἱππαρχοῦντος, Ἡγησίλεω δὲ στρατηγοῦντος. ἐν ταύτηι τῆι μάχηι καὶ Ἐπαμεινώνδας ἔπεσε. τηνικαῦτα δὴ καὶ τὸν Ξενοφῶντά φασι θύειν ἐστεμμένον· ἀπαγγελθέντος δ' αὐτῶι τοῦ θανάτου ἀποστεφανώσασθαι· ἔπειτα μαθόντα ὅτι γενναίως, πάλιν ἐπιθέσθαι τὸν στέφανον. [55] ἔνιοι δὲ οὐδὲ δακρῦσαί φασιν αὐτόν· ἀλλὰ γὰρ εἰπεῖν, «ἤιδειν θνητὸν γεγεννηκώς.« φησὶ δ' Ἀριστοτέλης (Rose 68) ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῶι πατρὶ χαριζόμενοι. ἀλλὰ καὶ Ἕρμιππος ἐν τῶι Περὶ Θεοφράστου (FHG iii. 46) καὶ Ἰσοκράτην Γρύλλου φησὶ ἐγκώμιον γεγραφέναι. Τίμων δ' ἐπισκώπτει αὐτὸν ἐν τούτοις (Diels 26

 

ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω,

 

οἷος Ξεινοφόων ἥτ' Αἰσχίνου οὐκ ἀπιθὴς <ἲς> γράψαι.

Καὶ ὁ μὲν βίος αὐτῶι τοιόσδε. ἤκμαζε (FGrH 244 F 343) δὲ κατὰ τὸ τέταρτον ἔτος τῆς τετάρτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, καὶ ἀναβέβηκε σὺν Κύρωι ἐπὶ ἄρχοντος Ξεναινέτου ἑνὶ πρότερον ἔτει τῆς Σωκράτους τελευτῆς.

[56] Κατέστρεψε δέ, καθά φησι Στησικλείδης ὁ Ἀθηναῖος ἐν τῆι τῶν Ἀρχόντων καὶ Ὀλυμπιονικῶν ἀναγραφῆι (FGrH 245 F 3), ἔτει πρώτωι τῆς πέμπτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ ἄρχοντος Καλλιμήδου, ἐφ' οὗ καὶ Φίλιππος ὁ Ἀμύντου Μακεδόνων ἦρξε. τέθνηκε δ' ἐν Κορίνθωι, ὥς φησι Δημήτριος ὁ Μάγνης, ἤδη δηλαδὴ γηραιὸς ἱκανῶς· ἀνὴρ τά τ' ἄλλα γεγονὼς ἀγαθὸς καὶ δὴ καὶ φίλιππος καὶ φιλοκύνηγος καὶ τακτικός, ὡς ἐκ τῶν συγγραμμάτων δῆλον· εὐσεβής τε καὶ φιλοθύτης καὶ ἱερεῖα διαγνῶναι ἱκανὸς καὶ Σωκράτην ζηλώσας ἀκριβῶς.

Συνέγραψε δὲ βιβλία πρὸς τὰ τετταράκοντα, ἄλλων ἄλλως διαιρούντων·

Τήν τ' Ἀνάβασιν, [57] ἧς κατὰ βιβλίον μὲν ἐποίησε προοίμιον, ὅλης δὲ οὔ· καὶ Κύρου Παιδείαν καὶ Ἑλληνικὰ καὶ Ἀπομνημονεύματα· Συμπόσιόν τε καὶ Οἰκονομικὸν καὶ Περὶ ἱππικῆς καὶ Κυνηγετικὸν καὶ Ἱππαρχικόν, Ἀπολογίαν τε Σωκράτους καὶ Περὶ πόρων καὶ Ἱέρωνα ἢ Τυραννικόν, Ἀγησίλαόν τε καὶ Ἀθηναίων καὶ Λακεδαιμονίων Πολιτείαν, ἥν φησιν οὐκ εἶναι Ξενοφῶντος ὁ Μάγνης Δημήτριος. λέγεται δ' ὅτι καὶ τὰ Θουκυδίδου βιβλία λανθάνοντα ὑφελέσθαι δυνάμενος αὐτὸς εἰς δόξαν ἤγαγεν. ἐκαλεῖτο δὲ καὶ Ἀττικὴ Μοῦσα γλυκύτητι τῆς ἑρμηνείας· ὅθεν καὶ πρὸς ἀλλήλους ζηλοτύπως εἶχον αὐτός τε καὶ Πλάτων, ὡς ἐν τῶι περὶ Πλάτωνος λέξομεν.

[58] Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον (A. Pal. vii. 97

 

οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,

ἀλλ' ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι,

παιδείης παρ' ἑῆς Ἑλληνικὰ πράγματα δείξας,

ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.

 

ἄλλο, ὡς ἐτελεύτα (A. Pal. vii. 98

 

εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται

φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου·

ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ἧι σὺ φιληδῶν

οὕτως ἀρέσκηι· κεῖθι καὶ μένειν ἔγνως.

 

[59] Εὗρον δ' ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος (FGrH 334 F 32) φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.

Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά· πρῶτος αὐτὸς οὗτος· δεύτερος Ἀθηναῖος, ἀδελφὸς Νικοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου· τρίτος ἰατρὸς Κῶιος· τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς· πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος· ἕκτος Πάριος, ἀγαλματο-ποιός· ἕβδομος κωμωιδίας ἀρχαίας ποιητής.