BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Πόροι ἢ περὶ προσόδων

 

Κεφάλαιον ςʹ

 

___________________________________________________

 

 

 

[1] λλ᾽ εἴ γε μὴν τῶν εἰρημένων ἀδύνατον μὲν μηδέν ἐστι μηδὲ χαλεπόν, πραττομένων δὲ αὐτῶν προσφιλέστεροι μὲν τοῖς Ἕλλησι γενησόμεθα, ἀσφαλέστερον δὲ οἰκήσομεν, εὐκλεέστεροι δὲ ἐσόμεθα, καὶ ὁ μὲν δῆμος τροφῆς εὐπορήσει, οἱ δὲ πλούσιοι τῆς εἰς τὸν πόλεμον δαπάνης ἀπαλλαγήσονται, περιουσίας δὲ πολλῆς γενομένης μεγαλοπρεπέστερον μὲν ἔτι ἢ νῦν ἑορτὰς ἄξομεν, ἱερὰ δ᾽ ἐπισκευάσομεν, τείχη δὲ καὶ νεώρια ἀνορθώσομεν, ἱερεῦσι δὲ καὶ βουλῆι καὶ ἀρχαῖς καὶ ἱππεῦσι τὰ πάτρια ἀποδώσομεν, πῶς οὐκ ἄξιον ὡς τάχιστα τούτοις ἐγχειρεῖν, ἵνα ἔτι ἐφ᾽ ἡμῶν ἐπίδωμεν τὴν πόλιν μετ᾽ ἀσφαλείας εὐδαιμονοῦσαν; [2] εἴ γε μὴν ταῦτα δόξειεν ὑμῖν πράττειν, συμβουλεύσαιμ᾽ ἂν ἔγωγε πέμψαντας καὶ εἰς Δωδώνην καὶ εἰς Δελφοὺς ἐπερέσθαι τοὺς θεοὺς εἰ λῶιον καὶ ἄμεινον εἴη ἂν τῆι πόλει οὕτω κατασκευαζομένηι καὶ αὐτίκα καὶ εἰς τὸν ἔπειτα χρόνον. [3] εἰ δὲ ταῦτα συναινοῖεν, τότ᾽ ἄν αὖ φαίην χρῆναι ἐπερωτᾶν, τίνας θεῶν προσποιούμενοι ταῦτα κάλλιστα καὶ ἄριστα πράττοιμεν ἄν· οὓς δ᾽ ἀνέλοιεν θεούς, τούτοις εἰκὸς καλλιερήσαντας ἄρχεσθαι τοῦ ἔργου. σὺν γὰρ θεῶι πραττομένων εἰκὸς καὶ τὰς πράξεις προϊέναι ἐπὶ τὸ λῶιον καὶ ἄμεινον ἀεὶ τῆι πόλει.