B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Aristophanis
Ecclesiazusae
     
   


Ἐκκλησιάζουσαι

Ἔξοδος

___________________________________________


Θεράπαινα
ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δ᾽ ἐγώ,
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
ὑμεῖς θ᾽ ὅσαι παρέστατ᾽ ἐπὶ ταῖσιν θύραις
1115
οἱ γείτονές τε πάντες οἵ τε δημόται,
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δ᾽ ὑπερπέπαικεν αὖ
τούτων ἁπάντων τὰ Θάσι᾽ ἀμφορείδια.
1120
ἐν τῆι κεφαλῆι γὰρ ἐμμένει πολὺν χρόνον·
τὰ δ᾽ ἄλλ᾽ ἀπανθήσαντα πάντ᾽ ἀπέπτετο·
ὥστ᾽ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ᾽ ὦ θεοί.
κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθ᾽ ὅλην
ἐκλεγομένας ὅ τι ἂν μάλιστ᾽ ὀσμὴν ἔχηι.
1125
ἀλλ᾽ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,
τὸν ἄνδρ᾽, ὅπου ᾽στί, τῆς ἐμῆς κεκτημένης.

Χορός
αὐτοῦ μένουσ᾽ ἡμῖν γ᾽ ἂν ἐξευρεῖν δοκεῖς.

Θεράπαινα
μάλισθ᾽· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
ὦ δέσποτ᾽ ὦ μακάριε καὶ τρισόλβιε.

Βλέπυρος
1130
ἐγώ;

Θεράπαινα
σύ μέντοι νὴ Δί᾽ ὥς γ᾽ οὐδεὶς ἀνήρ.
τίς γὰρ γένοιτ᾽ ἂν μᾶλλον ὀλβιώτερος,
ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;

Χορός
εὐδαιμινικόν γ᾽ ἄνθρωπον εἴρηκας σαφῶς.

Θεράπαινα
1135
ποῖ ποῖ βαδίζεις;

Βλέπυρος
                ἐπὶ τὸ δεῖπνον ἔρχομαι.

Θεράπαινα
νὴ τὴν Ἀφροδίτην πολύ γ᾽ ἁπάντων ὕστατος.
ὅμως δ᾽ ἐκέλευε συλλαβοῦσάν μ᾽ ἡ γυνὴ
ἄγειν σε αὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
οἶνος δὲ Χῖός ἐστι περιλελειμμένας
1140
καὶ τἄλλ᾽ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
ἴτω μεθ᾽ ἡμῶν· πάντα γὰρ παρέξομεν.

Βλέπυρος
οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
1145
καὶ μὴ παραλείψεις μηδέν᾽, ἀλλ᾽ ἐλευθέρως
καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
τὸ δεῖπνον αὐτοῖς ἐστ᾽ ἐπεσκευασμένον
ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ᾽πείξομαι·
1150
ἔχω δέ τοι καὶ δᾶιδα ταυτηνὶ καλῶς.

Χορός
τί δῆτα διατρίβεις ἔχων, ἀλλ᾽ οὐκ ἄγεις
τασδὶ λαβών; ἐν ὅσωι δὲ καταβαίνεις, ἐγὼ
ἐπάισομαι μέλος τι μελλοδειπνικόν.
σμικρὸν δ᾽ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι,
1155
τοις σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
τοῖς γελῶσι δ᾽ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ·
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
ὅτι προείληχ᾽· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
1160
μὴ ᾽πιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
ὦ ὦ ὥρα δή,
‹ὦ› φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
1165
ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε·
καὶ σὺ κίνει.

Βλέπυρος
                τοῦτο δρῶ.

Χορός
                            καὶ τάσδε νῦν . . .
. . . λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
    τάχα γὰρ ἔπεισι
λοπαδοτεμαχοσελαχογαλεο-
1170
κρανιολειψανοδριμυποτριμματο-
σιλφιοτυρομελιτοκατακεχυμενο-
κιχλεπικοσσυφοφαττοπεριστερα-
λεκτρυονοπτεκεφαλλιοκιγκλοπε-
λειολαγωιοσιραιοβαφητραγα-
1175
νοπτερυγών· σὺ δὲ ταῦτ᾽ ἀκροασάμε-
νος ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον·
        εἶτα λαβὼν κόνισαι
    λέκιθον, ἵν᾽ ἐπιδειπνῆις·
    ἀλλὰ λαιμάττουσί που.
1180
    αἴρεσθ᾽ ἄνω, ἰαὶ εὐαί.
    δειπνήσομεν, εὐοῖ εὐαί,
        εὐαί, ὡς ἐπὶ νίκηι·
    εὐαί, εὐαί, εὐαί, εὐαί