B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Aristophanis
Ecclesiazusae
     
   


Ἐκκλησιάζουσαι

῾Υποθέσεις

___________________________________________


῾Υπόθεσις α´.

αἱ γυναῖκες συνέθεντο πάντα μηχανήσασθαι εἰς τὸ δόξαι ἄνδρες εἶναι καὶ ἐκκλησιάσασαι πεῖσαι παραδοῦναι σφίσι τὴν πόλιν, δημηγορησάσης μιᾶς ἐξ αὐτῶν. αἱ δὲ μηχαναὶ τοῦ δόξαι αὐτὰς ἄνδρας εἶναι τοιαῦται. πώγωνας περιθέτους ποιοῦνται καὶ ἀνδρείαν ἀναλαμβάνουσι στολήν, προνοήσασαι καὶ προασκήσασαι τὸ σῶμα αὑτῶν, ὡς ὅτι μάλιστα ἀνδρικὸν εἶναι δόξαι· μία δὲ ἐξ αὐτῶν Πραξαγόρα λύχνον ἔχουσα προέρχεται κατὰ τὰς συνθήκας καὶ φησίν «ὦ λαμπρὸν ὄμμα».


῾Υπόθεσις β´.
Ἀριστοφάνους γραμματικοῦ.

ἐν τοῖς Σκίροις τὰ γύναι᾽ ἔκρινεν ἐν στολαῖς
ἀνέρων προκαθίζειν γενομένης ἐκκλησίας
περιθέμεναι πώγωνας ἀλλοτρίων τριχῶν.
ἐποίησαν οὕτος. ὑστεροῦντες οὖν στολαῖς
5
ἄνδρες γυναικῶν ἐκάθισαν· καὶ δὴ μία
δημηγορεῖ περὶ τοῦ λαβούσας τῶν ὅλων
τὴν ἐπιτροπὴν βέλτιον ἄρξειν μυρίωι.
ἐκέλευσέ τ᾽ εἰς κοινὸν φέρειν τὰ χρήματα
καὶ χρῆσθ᾽ ἅπασιν ἐξ ἴσου ταῖς οὐσίαις,
10
καὶ ταῖς γυναιξὶ μετατίθεσθαι τοὺς νόμους.