BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

persona

 

Αἴσωπος, ὁ μυθογράφος, ἢ Φρῦξ ἢ Θρᾶιξ ἦν τὸ γένος, ἤκμασε περὶ τὸ ἔτος 600 πρὸ τῆς Χριστοῦ γενετῆς.

 

Aisopos ? (saec. IV a. Chr. n., Roma, Villa Albani)

 

Ἀγαθίας σχολαστικός (Anthologia Graeca 16, 332):

Εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα,

δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου

ἑπτὰ σοφῶν ἔμπροσθεν, ἐπεὶ κεῖνοι μὲν ἀνάγκην

ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις.

ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,

παίζων ἐν σπουδῆι, πείθει ἐχεφρονέειν.

φευκτὸν δ' ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ

τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.

 

Pap. Oxyrh. XV. 1800:

Αἴσωπος Δελφοὺς ὀνειδίζων ἐπέσκωψεν, ἐφ᾽ οἶς διοργισθέντες οἱ πολλοὶ λίθοις αὐτὸν βάλλοντες κατὰ κρημνοῦ ἔωσαν.

 

Ἡρόδοτος, Ἱστοριῶν Β:

[134, 3] . . . Ῥοδῶπις, γενεὴν μὲν ἀπὸ Θρηίκης, δούλη δὲ ἦν Ἰάδμονος τοῦ Ἡφαιστοπόλιος ἀνδρὸς Σαμίου, σύνδουλος δὲ Αἰσώπου τοῦ λογοποιοῦ. καὶ γὰρ οὗτος Ἰάδμονος ἐγένετο, ὡς διέδεξε τῆιδε οὐκ ἥκιστα· [4] ἐπείτε γὰρ πολλάκις κηρυσσόντων Δελφῶν ἐκ θεοπροπίου ὃς βούλοιτο ποινὴν τῆς Αἰσώπου ψυχῆς ἀνελέσθαι, ἄλλος μὲν οὐδεὶς ἐφάνη, Ἰάδμονος δὲ παιδὸς παῖς ἄλλος Ἰάδμων ἀνείλετο. οὕτω καὶ Αἴσωπος Ἰάδμονος ἐγένετο.

 

 

opus

 

Μῦθοι Αἰσώπειοι

 

 

secundaria

 

βιβλιογραφία