BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

23.

Ἁλιεῖς.

(S. 13. C. 13 et p. 287. F. 28.)

 

λιεῖς σαγήνην εἷλκον· βαρείας δ᾿ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν [12] ἄγραν· ὡς δὲ ἑλκύσαντες ἐπὶ τὴν ἠιόνα τὸν μὲν ἰχθὺν ὀλίγον εὗρον, λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐχ οὕτω μᾶλλον ἐπὶ τῶι συμβεβηκότι δυσφοροῦντες, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· «ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γὰρ ὡς ἔοικεν ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως τι καὶ λυπηθῆναι.»

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγγέλλεσθαι, λογιζομένους, ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.