BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

107b.

Ἄλλως.

(F. 46. C. 21 et p. 291.)

 

Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῶι ἰατρεῦσαι αὑτὴν παρεκάλει, στοιχήσασα ἐνώπιον μαρτύρων, ὅτι ἐὰν θεραπεύσηι αὐτῆς τοὺς ὀφθαλμοὺς, πολὺν λήψεται παρ᾿ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῆι, ἐπιμείνηι δὲ ἡ ἀῤῥωστία, μηδὲν αὐτῶι παράσχηι. Καὶ οὕτω γενομένου, ὅσον ὅσον ὁ ἰα[55]τρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς τὴν ἰατρείαν, κατ᾿ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῆι ἔκλεπτε. Μετ᾿ οὐ πολὺ δὲ θεραπεύσας αὐτὴν, ἐζήτει τὸν στοιχηθέντα μισθόν. Ἀναβλέψασα τοίνυν ἡ γραῦς, ὡς οὐδὲν τῶν προσόντων αὐτῆι ἐθεάσατο ἐν τῆι οἰκίαι αὑτῆς, οὐδὲν ἐδίδου αὐτῶι. Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτὴν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· «ὁ ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει· ἐπήγγειλάμην γὰρ δοῦναι αὐτῶι τὸν μισθὸν, ἐὰν καλῶς ἀναβλέψω· ἐὰν δὲ ἐπιμείνω τῆι ἀῤῥωστίαι, ἵνα μηδὲν παρέξω αὐτῶι. Νῦν οὖν φάσκει, ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅτε γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῆι οἰκίαι μου· νυνὶ δὲ, ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι.»

Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ᾿ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.