BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

196.

Κλέπτης καὶ Πανδοχεύς.

(F. 423. C. 425.)

 

Κλέπτης κατέλυσεν ἔν τινι πανδοχείωι· διέμενεν δὲ ἐκεῖ ἡμέρας τινὰς προσδοκῶν κλέψαι τι. Ὡς δὲ οὐκ ἐδύνατο τοῦτο ποιῆσαι, μιᾶι τῶν ἡμερῶν ἰδὼν τὸν πανδοχέα ἐνδυθέντα χιτῶνα ὡραῖον καὶ καινὸν (ἦν γὰρ ἑορτὴ), καὶ καθεζόμενον πρὸ τῆς πύλης τοῦ πανδοχείου, καὶ οὐδένα ἄλλον τυχόντα ἐκεῖ, ἐπελθὼν καὶ ὁ κλέπτης ἐκάθισεν πλησίον τοῦ πανδοχέως, καὶ ἤρξατο διηγεῖσθαι μετ᾿ αὐτοῦ. Καὶ διηγούμενοι ὥραι ἱκανῆι, ἐχασμήσατο ὁ κλέπτης, καὶ ὁμοῦ μετὰ τοῦ χασμᾶσθαι ὠρυᾶτο [98] ὥσπερ λύκος. Ὁ δὲ πανδοχεύς φησι πρὸς αὐτόν· «τί οὕτως ποιεῖς;» Καὶ ὁ κλέπτης ἀπεκρίθη· «νῦν ἀναγγελῶ σοι· ἀλλὰ δέομαί σου, ἵνα φυλάξηις τὰ ἱμάτιά μου· ἐνταῦθα γὰρ καταλείψω. Ἐγὼ, κύριέ μου, οὐκ οἶδα, πόθεν μοι ἐπέρχεται τὸ χασμᾶσθαι οὕτως, ἢ διὰ τὰς ἁμαρτίας μου, ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκω· ὅταν οὖν χασμηθῶ τρεῖς βολὰς, γίνομαι λύκος ἐσθίων ἀνθρώπους.» Καὶ ταῦτα εἰπὼν ἐχασμήσατο ἐκ δευτέρου, καὶ πάλιν ὠρυᾶτο, καθάπερ καὶ τὸ πρῶτον. Ἀκούσας οὖν ταῦτα ὁ πανδοχεὺς καὶ πιστεύσας τῶι κλέπτηι ἐφοβήθη, καὶ ἀναστὰς ἠβούλετο φυγεῖν· ὁ δὲ κλέπτης δραξάμενος αὐτὸν τοῦ χιτῶνος, παρεκάλει αὐτὸν λέγων· «ἀνάμεινον, κύριέ μου, καὶ λαβὲ τὰ ἱμάτιά μου, ἵνα μὴ ἀπολέσω αὐτά·» καὶ παρακαλῶν αὐτὸν, ἀνοίξας τὸ στόμα αὑτοῦ ἤρξατο χασμᾶσθαι ἐκ τρίτου. Ὁ δὲ πανδοχεὺς φοβηθεὶς, μήπως φάγηι αὐτὸν, κατέλιπε τὸν ἑαυτοῦ χιτῶνα, καὶ εἰσελθὼν δρομαῖος εἰσ τὸ πανδοχεῖον, κατησφαλίσατο εἰσ τὸ ἐνδότερον. Καὶ ὁ κλέπτης λαβὼν τὸν χιτῶνα ἀπῆλθεν.

Οὕτω πανθάνουσιν οἱ τὰ μὴ ἀληθῆ πιστεύοντες.