BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

216.

Κύκνος.

(C. 206. F. 288.)

 

Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ἄιδειν. Καὶ δή τις περιτυχὼν κύκνωι πωλουμένωι, καὶ ἀκούσας, ὅτι εὐμελέστατον ζῶον, ἠγόρασε. Καὶ ἔχων ποτὲ σύνδειπνον, προσελθὼν παρεκάλει αὐτὸν ἆισαι παρὰ τὸν πότον. Τοῦ δὲ τότε μὲν ἡσυχάσαντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν, ὅτι ἀποθνήσκειν ἔμελλε, θρηνοῦντος αὑτὸν, ὁ δεσπότης ἀκούσας ἔφη· «ἀλλ᾿ εἰ σὺ οὐκ ἄλλως ἄιδεις, ἐὰν μὴ ἀποθνήσκηις, ἐγὼ μάταιος ἤμην τότε, ὅτε σε παρεκάλουν, ἀλλ᾿ οὐκ ἔθυον.»

Οὕτω τινὲς τῶν ἀνθρώπων, ἃ μὴ βούλονται ἑκουσίως ποιεῖν, ἄκοντες ταῦτα ἐπιτελοῦσιν.