BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[171]

349.

Παῖς καὶ Πατήρ.

(C. 264.)

 

Υόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυνηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθ᾿ ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. Φοβηθεὶς δὲ, μή πως ὁ ὄνειρος ἀληθεύσηι, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε· κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. Ἐζωγράφησε δὲ ἐν τῶι οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῶα, ἐν οἷς ἦν καὶ λέων. Ὁ δὲ ταῦτα ὁρῶν πλείονα λύπην εἶχε. Καὶ δή ποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· «ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῆιδε τῆι οἰκίαι κατεκλείσθην, ὡς ἐν φρουρᾶι· τί σοι ποιήσω;» Καὶ εἰπὼν ἐπέβαλε τῶι τοίχωι τὴν χεῖρα, ἐκτυφλῶσαι τὸν λέοντα. Σκόλοψ δὲ τῶι δακτύλωι αὐτοῦ ἐμπαρεὶς, ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο· πυρετὸς δὲ ἐπιγενόμενος αὐτῶι, θᾶττον τοῦ βίου μετέστησεν. Ὁ δὲ λέων καὶ οὕτως ἀνήιρηκε τὸν παῖδα, μηδὲν τῶι τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν.