BIBLIOTHECA AUGUSTANA

 

Pythagoras

ca. 570 - ca. 495

 

Ὅρκος

 

Textus:

Iamblichi Chalcidensis De vita Pythagorica liber

ed.: Theophilus Kiessling, Leipzig: Vogelius, 1815

 

___________________________________________________________________

 

 

 

Ὅρκος

 

Jamblichos, Vit. Pyth. 150:

Ναὶ μὰ τὸν ἁμετέρας σοφίας εὑρόντα τετρακτύν,

παγὰν ἀενάου φύσεως ῥίζωμά τ᾽ ἔχουσαν.

 

Jamblichos, Vit. Pyth. 162:

Οὔ, μὰ τὸν ἁμετέραι γενεᾶι παραδόντα τετρακτύν,

παγὰν ἀενάου φύσεως, ῥιζώματ᾽ ἔχουσαν.

 

 

Τετρακτύς

 

 

Philolaos (DK 44 B 11):

θεωρεῖν δεῖ τὰ ἔργα καὶ τὴν οὐσίαν τῶ ἀριθμῶ καττὰν δύναμιν ἅτις ἐστὶν ἐν τᾶι δεκάδι· μεγάλα γὰρ καὶ παντελὴς καὶ παντοεργὸς καὶ θείω καὶ οὐρανίω βίω καὶ ἀνθρωπίνω ἀρχὰ καὶ ἁγεμὼν κοινωνοῦσα <ἁ τῶ ἀριθμῶ> δύναμις καὶ τᾶς δεκάδος. ἄνευ δὲ τούτας πάντ᾿ ἄπειρα καὶ ἄδηλα καὶ ἀφανῆ.

 

Ps. Plut., Placita Philosophorum 1.3:

Πάλιν δ᾽ ἀπ᾽ ἄλλης ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος, ὁ πρῶτος φιλοσοφίαν τούτῳ τῶι ῥήματι προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας τὰς ἐν τούτοις, ἃς καὶ ἁρμονίας καλεῖ τὰ δ᾽ ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα, καλούμενα δὲ γεωμετρικά· πάλιν δὲ τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. Σπεύδει δ᾽ αὐτῶι τῶν ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν, ὅπερ ἐστὶ νοῦς ὁ θεός, ἡ δ᾽ ἐπὶ τὸ παθητικὸν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος. Εἶναι δὲ τὴν φύσιν τοῦ ἀριθμοῦ δεκάδα· «μέχρι γὰρ τῶν δέκα πάντες Ἕλληνες, πάντες βάρβαροι ἀριθμοῦσιν, ἐφ᾽ ἃ ἐλθόντες πάλιν ἀναποδοῦσιν ἐπὶ τὴν μονάδα· καὶ τῶν δέκα πάλιν, φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέσσαρσι καὶ τῆι τετράδι· τὸ δ᾽ αἴτιον, εἴ τις ἀπὸ τῆς μονάδος ἀναποδῶν κατὰ πρόσθεσιν τιθείη τοὺς ἀριθμούς, ἄχρι τῶν τεσσάρων προελθὼν ἐκπληρώσει τὸν δέκα ἀριθμόν· ἐὰν δὲ ὑπερβάληται τὸν τῆς τετράδος, καὶ τῶν δέκα ὑπερεκπεσεῖται· οἷον εἴ τις θείη ἓν καὶ δύο προσθείη καὶ τρία καὶ τούτοις τέσσαρα, τὸν τῶν δέκα πληρώσει ἀριθμόν· ὥστε ὁ ἀριθμὸς κατὰ μὲν μονάδα ἐν τοῖς δέκα κατὰ δὲ δύναμιν ἐν τοῖς τέσσαρσι.» Διὸ καὶ ἐφθέγγοντο οἱ Πυθαγόρειοι, ὡς μεγίστου ὅρκου ὄντος τῆς τετράδος,

 

«Οὐ μὰ τὸν ἁμετέραι ψυχᾶι παραδόντα τετρακτύν,

παγὰν ἀενάου φύσεος ῥίζωμὰ τ᾽ ἔχουσαν.»

 

«Καὶ ἡ ἡμετέρα ψυχή», φησίν, «ἐκ τετράδος σύγκειται.»