BIBLIOTHECA AUGUSTANA

 

Skylax

floruit ca. 515 a. Chr. n.

 

Περίπλους τῆς θαλάσσης

τῆς οἰκουμένης Εὐρώπης

καὶ Ἀσίας καὶ Λιβύης

 

1 - 69

 

___________________________________________________

 

 

 

ΕΥΡΩΠΗ

 

1

ρξομαι δὲ ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῆι Εὐρώπηι μέχρι Ἡρακλείων στηλῶν τῶν ἐν τῆι Λιβύηι, καὶ μέχρι Αἰθιόπων τῶν μεγάλων. Εἰσὶ δὲ ἀλλήλων καταντικρὺ αἱ Ἡράκλειοι στῆλαι, καὶ ἀπέχουσιν ἀλλήλων πλοῦν ἡμέρας. <Καὶ νῆσοι ἐνταῦθα ἔπεισι δύο, αἷς ὄνομα Γάδειρα. Τούτων ἡ ἑτέρα πόλιν ἔχει ἀπέχουσαν ἡμέρας πλοῦν ἀπὸ Ἡρακλείων στηλῶν.> Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῆι Εὐρώπηι ἐμπόρια πολλὰ Καρχηδονίων καὶ πηλὸς καὶ πλημμυρίδες καὶ πελάγη.

 

2

Ἴβηρες.

Τῆς Εὐρώπης εἰσὶ πρῶτοι Ἴβηρες, Ἰβηρίας ἔθνος, καὶ ποταμὸς Ἴβηρ [καὶ νῆσοι ἐνταῦθα ἔπεισι δύο, αἷς ὄνομα Γάδειρα. Τούτων ἡ ἑτέρα πόλιν ἔχει ἀπέχουσαν ἡμέρας πλοῦν ἀπὸ Ἡρακλείων στηλῶν.] Εἶτα Ἐμπόριον (πόλιν Ἑλληνίδα ἧι ὄνομα Ἐμπόριον)· εἰσὶ δὲ οὗτοι Μασσαλιωτῶν ἄποικοι. Παράπλους τῆς Ἰβηρίας ἑπτὰ ἡμερῶν καὶ ἑπτὰ νυκτῶν.

 

3

Λίγυες καὶ Ἴβηρες.

Ἀπὸ δὲ Ἰβήρων ἔχονται Λίγυες καὶ Ἴβηρες μιγάδες μέχρι ποταμοῦ Ῥοδανοῦ. Παράπλους Λιγύων ἀπὸ Ἐμπορίου μέχρι Ῥοδανοῦ ποταμοῦ δύο ἡμερῶν καὶ μιᾶς νυκτός.

 

4

Λίγυες.

Ἀπὸ Ῥοδανοῦ ποταμοῦ ἔχονται Λίγυες μέχρι Ἀντίου. Ἐν ταύτηι τῆι χώραι πόλις ἐστὶν Ἑλληνὶς Μασσιλία καὶ λιμήν. ἄποικοι αὗται Μασσαλίας εἰσὶ <καὶ Ταυρόεις καὶ Ὀλβία>. Παράπλους δ᾽ ἐστὶ ταύτης ἀπὸ Ῥοδανοῦ ποταμοῦ μέχρι Ἀντίου ἡμερῶν δʹ καὶ νυκτῶν τεσσάρων. Ἀπὸ δὲ Ἡρακλείων στηλῶν μέχρι Ἀντίου ἡ χώρα πᾶσα αὕτη εὐλίμενος.

 

5

Τυρρηνοί.

Ἀπὸ δὲ Ἀντίου Τυρρηνοὶ ἔθνος μέχρι Ῥώμης πόλεως. Παράπλους ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.

 

6

Κύρνος.

Κατὰ δὲ Τυρρηνίαν κεῖται νῆσος Κύρνος. Ἔστι δὲ ἀπὸ Τυρρηνίας ὁ πλοῦς εἰς Κύρνον ἡμέρας καὶ ἡμίσεως· καὶ νῆσος ἐν μέσωι τῶι πλῶι τούτωι οἰκουμένη, ἧι ὄνομα Αἰθαλία, καὶ ἄλλαι πολλαὶ ἔρημοι νῆσοι.

 

7

Σαρδώ.

Ἀπὸ δὲ Κύρνου νήσου εἰς Σαρδὼ νῆσον πλοῦς ἡμέρας τρίτον μέρος. Καὶ νῆσος ἐρήμη ἐν τῶι μεταξύ. Ἀπὸ Σαρδοῦς δὲ εἰς Λιβύην πλοῦς ἡμέρας καὶ νυκτός, εἰς δὲ Σικελίαν ἀπὸ Σαρδοῦς πλοῦς ἡμερῶν δύο καὶ νυκτός. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν εἰς τὴν Κύρνον ἐξετραπόμην.

 

8

Λατῖνοι.

Τυρρηνίας ἔχονται Λατῖνοι μέχρι τοῦ Κιρκαίου. Καὶ τὸ τοῦ Ἐλπήνορος μνῆμά ἐστι Λατίνων. Λατίνων παράπλους ἡμέρας καὶ νυκτός.

 

9

Ὀλσοί.

Λατίνων δὲ ἔχονται Ὀλσοί. Ὀλσῶν δὲ παράπλους ἡμέρας μιᾶς.

 

10

Καμπανοί.

Ὀλσῶν δὲ ἔχονται Καμπανοί. Καὶ εἰσὶ πόλεις Ἑλληνίδες αὗται ἐν τῆι Καμπανίαι· Κύμη, Νεάπολις. Κατὰ ταῦτά ἐστι Πιθηκοῦσσα νῆσος καὶ πόλις Ἑλληνίς. Παράπλους δὲ τῆς Καμπανίας ἐστὶν ἡμέρας μιᾶς.

 

11

Σαυνῖται.

Καμπανῶν δὲ ἔχονται Σαυνῖται· καὶ παράπλους ἐστὶ Σαυνιτῶν ἡμέρας ἥμισυ.

 

12

Λευκανοί.

Σαυνιτῶν δὲ ἔχονται Λευκανοὶ μέχρι Θουρίας. Ὁ πλοῦς δέ ἐστι παρὰ Λευκανίαν ἡμερῶν ςʹ καὶ νυκτῶν ςʹ. Ἡ δὲ Λευκανία ἐστὶν ἀκτή. Ἐν ταύτηι πόλεις εἰσὶν Ἑλληνίδες αἵδε· Ποσειδωνία, Ἐλέα, Λᾶος Θουρίων ἀποικία, Πανδοσία, Πλατεεῖς, Τερίνα, Ἱππώνιον, Μέσμα, Ῥήγιον ἀκρωτήριον καὶ πόλις.

 

13

Σικελία.

Κατὰ δὲ Ῥήγιόν ἐστι Σικελία νῆσος ἀπὸ τῆς Εὐρώπης ἀπέχουσα στάδια ιβʹ εἰς Πελωριάδα ἀπὸ Ῥηγίου. Ἐν δὲ Σικελίαι ἔθνη βάρβαρα τάδε ἐστίν· Ἐλυμοι, Σικανοί, Σικελοί, Φοίνικες, Τρῶες. Οὗτοι μὲν βάρβαροι, οἰκοῦσι δὲ καὶ λληνες. Ἀκρωτήριον δὲ Σικελίας Πελωριάς. Πόλεις δ᾽ εἰσὶν ἀπὸ Πελωριάδος Ἑλληνίδες αἵδε· Μεσσήνη καὶ λιμήν, Ταυρομένιον, Νάξος, Κατάνη, Λεοντῖνοι· εἰς τοὺς Λεοντίνους δὲ κατὰ Τηρίαν ποταμὸν ἀνάπλους κʹ σταδίων· Σύμαιθος ποταμὸς καὶ πόλις Μεγαρὶς καὶ λιμὴν Ξιφώνειος. Ἐχομένη δὲ Μεγαρίδος πόλις ἐστὶ Συράκουσαι, καὶ λιμένες ἐν αὐτῆι δύο· τούτων ὁ ἕτερος ἐντὸς τείχους, ὁ δ᾽ ἄλλος ἔξω. Μετὰ δὲ ταύτην πόλις Ἕλωρον καὶ Πάχυνος ἀκρωτήριον. Ἀπὸ Πανύχου δὲ πόλεις Ἑλληνίδες αἵδε· Καμάρινα, Γέλα, Ἀκράγας, Σελινοῦς, Λιλύβαιον ἀκρωτήριον. Ἀπὸ δὲ Λιλυβαίου πόλις ἐστὶν Ἑλληνὶς Ἱμέρα, μετὰ δὲ Ἱμέραν πόλιν Λιπάρα νῆσός ἐστι, καὶ πόλις Ἑλληνὶς Μύλαι καὶ λιμήν. Ἔστι δὲ ἀπὸ Μυλῶν ἐπὶ Λιπάραν νῆσον πλοῦς ἡμέρας ἥμισυ. [Ἔστι δὲ ἡ Σικελία τρίγωνος· τὸ δὲ κῶλον ἕκαστον αὐτῆς ἐστὶ μάλιστα σταδίων ͵αφʹ.]

Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Ἀπὸ γὰρ Ῥηγίου πόλεις εἰσὶν αἵδε· Λοκροί, Καυλωνία, Κρότων, Λακίνιον ἱερὸν Ἥρας καὶ νῆσος Καλυψοῦς, ἐν ἧι Ὀδυσσεὺς ὤικει παρὰ Καλυψοῖ, καὶ ποταμὸς Κρᾶθις καὶ Σύβαρις καὶ Θουρία πόλις. Οὗτοι ἐν τῆι Λευκανίαι Ἕλληνες.

 

14

Ἰαπυγία.

Μετὰ δὲ τὴν Λευκανίαν Ἰάπυγές εἰσιν ἔθνος μέχρι Ὠρίωνος ὄρους τοῦ ἐν τῶι κόλπωι τῶι Ἀδρίαι. Παράπλους παρὰ τὴν Ἰαπυγίαν ἓξ ἡμερῶν καὶ ἓξ νυκτῶν. Ἐν δὲ τῆι Ἰαπυγίαι οἰκοῦσιν Ἕλληνες, καὶ πόλεις εἰσὶν αἵδε· Ἡράκλειον, Μεταπόντιον, Τάρας καὶ λιμὴν Ὑδροῦς ἐπὶ τῶι τοῦ Ἀδρίου ἢ τῶι τοῦ Ἰονίου κόλπου στόματι.

 

15

Σαυνῖται.

Μετὰ δὲ Ἰάπυγας ἀπὸ Ὠρίωνος Σαυνῖται ἔθνος ἐστίν [ἐν δὲ τούτωι τῶι ἔθνει γλῶσσαι ἤτοι στόματα τάδε· Λατέρνιοι, Ὀπικοί, Κραμόνες, Βορεοντῖνοι, Πευκετιεῖς], διήκοντες ἀπὸ τοῦ Τυρσηνικοῦ πελάγους εἰς τὸν Ἀδρίαν. Παράπλους τῆς Σαυνίτιδος χώρας ἡμερῶν δύο καὶ νυκτός.

 

16

Ὀμβρικοί.

Μετὰ δὲ Σαυνίτας ἔθνος ἐστὶν Ὀμβρικοί, καὶ πόλις ἐν αὐτῆι Ἀγκών ἐστι. Τοῦτο δὲ τὸ ἔθνος τιμᾶ Διομήδην, εὐεργετηθὲν ὑπ᾽ αὐτοῦ· καὶ ἱερόν ἐστιν αὐτοῦ. Παράπλους δὲ τῆς Ὀμβρικῆς ἐστὶν ἡμερῶν δύο καὶ νυκτός.

 

17

Τυρρηνοί.

Μετὰ δὲ τὸ Ὀμβρικὸν Τυρρηνοί. Διήκουσι δὲ καὶ οὗτοι ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους ἔξωθεν εἰς τὸν Ἀδρίαν· καὶ πόλις ἐν αὐτῆι Ἑλληνὶς <Σπῖνα>, καὶ ποταμός· καὶ ἀνάπλους εἰς τὴν πόλιν κατὰ ποταμὸν ὡς κʹ σταδίων. Καί ἐστιν ἐπὶ αὐτῆς ἀπὸ Πίσης πόλεως ὁδὸς ἡμερῶν τριῶν.

 

18

Κελτοί.

Μετὰ δὲ Τυρρηνούς εἰσι Κελτοὶ ἔθνος, ἀπολειφθέντες τῆς στρατείας, ἐπὶ στενῶν μέχρι Ἀδρίου <διήκοντες>. Ἐνταῦθα δέ ἐστιν ὁ μυχὸς τοῦ Ἀδρίου κόλπου.

 

19

Ἐνετοί.

Μετὰ δὲ Κελτοὺς Ἐνετοί εἰσιν ἔθνος, καὶ ποταμὸς Ἠριδανὸς ἐν αὐτοῖς. Ἐντεῦθεν δὲ παράπλους ἐστὶν ἡμέρας μιᾶς.

 

20

Ἴστροι.

Μετὰ δὲ Ἐνετούς εἰσιν Ἴστροι ἔθνος, καὶ ποταμὸς Ἴστρος. Οὗτος ὁ ποταμὸς καὶ εἰς τὸν Πόντον ἐκβάλλει †ἐνδιεσκευνῶς† εἰς Αἴγυπτον. Παράπλους δὲ τῆς Ἰστριανῶν χώρας ἡμέρας καὶ νυκτός.

 

21

Λιβυρνοί.

Μετὰ δὲ Ἴστρους Λιβυρνοί εἰσιν ἔθνος. Ἐν δὲ τούτωι τῶι ἔθνει πόλεις εἰσὶ παρὰ θάλατταν Λιὰς, Ἴδασσα, Ἀττιενίτης, Δυύρτα, Ἀλουφοί, Ὀλσοί, Πεδῆται, Ἡμίονοι. Οὗτοι γυναικοκρατοῦνται καὶ εἰσὶν αἱ γυναῖκες ἀνδρῶν ἐλευθέρων· μίσγονται δὲ τοῖς ἑαυτῶν δούλοις καὶ τοῖς πλησιοχώροις ἀνδράσι. Κατὰ ταύτην τὴν χώραν αἵδε νῆσοί εἰσιν, ὧν ἔχω εἰπεῖν τὰ ὀνόματα (εἰσὶ δὲ καὶ ἄλλαι ἀνώνυμοι πολλαί)· Ἴστρις νῆσος σταδίων τιʹ, πλάτος δὲ ρκʹ· Ἠλεκτρίδες, Μεντορίδες. Αὗται δὲ αἱ νῆσοί εἰσι μεγάλαι. Καταρβάτης ποταμός. Παράπλους τῆς Λιβυρνίδος χώρας ἡμερῶν δύο.

 

22

Ἰλλυριοί.

Μετὰ δὲ Λιβυρνούς εἰσιν Ἰλλυριοὶ ἔθνος, καὶ παροικοῦσιν οἱ Ἰλλυριοὶ παρὰ θάλατταν μέχρι Χαονίας τῆς κατὰ Κέρκυραν τὴν Ἀλκινόου νῆσον. Καὶ πόλις ἐστὶν Ἑλληνὶς ἐνταῦθα, ἧι ὄνομα Ἡράκλεια, καὶ λιμήν. Εἰσὶ δὲ καὶ οἱ λωτοφάγοι καλούμενοι βάρβαροι οἵδε· Ἱεραστάμναι, Βουλινοὶ (Ὑλλινοί)· Βουλινῶν ὁμοτέρμονες Ὕλλοι. Οὗτοι δέ φασιν Ὕλλον τὸν Ἡρακλέους αὐτοὺς κατοικίσαι· εἰσὶ δὲ βάρβαροι. Κατοικοῦσι δὲ χερρόνησον ὀλίγωι ἐλάσσω τῆς Πελοποννήσου. Ἀπὸ δὲ <Χ>ερρονήσου <Σίσσα νῆσος> παρα<τείνει ὡ>ς τ<αι>νίον ὀρθόν· ταύτην παροικοῦσι Βουλινοί. Βουλινοὶ δ᾽ εἰσὶν ἔθνος Ἰλλυρικόν. Παράπλους δ᾽ ἐστὶ τῆς Βουλινῶν χώρας ἡμέρας μακρᾶς ἐπὶ Νέστον ποταμόν.

 

23

Νέστοι

Ἀπὸ δὲ Νέστου πλοῦς ἐστὶ κολπώδης. Καλεῖται δὲ Μανιὸς ἅπας οὗτος ὁ κόλπος. Παράπλους δέ ἐστιν ἡμέρας μιᾶς. Εἰσὶ δὲ ἐν τούτωι τῶι κόλπωι νῆσοι, <Τραγυράς>, Κρατειαί, <Βραττία,> Ὀλύντα. Αὗται δὲ ἀπ᾽ ἀλλήλων ἀπέχουσι στάδια βʹ, ἢ ὀλίγωι πλέον, κατὰ Φάρον καὶ Ἴσσαν. Ἐνταῦθα γάρ ἐστι νέος Φάρος, νῆσος Ἑλληνίς, καὶ Ἴσσα νῆσος, καὶ πόλεις Ἑλληνίδες αὗται. Πρὶν ἐπὶ τὸν Νάρωνα ποταμὸν παραπλεῦσαι πολλὴ χώρα ἀνήκει σφόδρα εἰς θάλασσαν. Καὶ νῆσος τῆς παραλίας χώρας ἐγγύς, ἧι ὄνομα Μελίτη, καὶ ἑτέρα νῆσος ἐγγὺς ταύτης, ἧι ὄνομα Κέρκυρα ἡ μέλαινα· καὶ ἐκτρέχει τῶι ἑνὶ τῶν ἀκρωτηρίον νῆσος αὕτη τῆς παραλίας χώρας σφόδρα, τῶι δὲ ἑτέρωι ἀκρωτηρίωι καθήκει ἐπὶ τὸν Νάρωνα ποταμόν. Ἀπὸ δὲ τῆς Μελίτης ἀπέχει στάδια κʹ, τῆς δὲ παραλίας χώρας ἀπέχει στάδια ηʹ.

 

24

Μανιοί.

Ἀπὸ δὲ Νέστων ἐστὶν ὁ Νάρων ποταμός· ὁ δὲ εἴσπλους ὁ εἰς τὸν Νάρονά ἐστιν οὐ στενός· εἰσπλεῖ δὲ εἰς αὐτὸν καὶ τριήρης, καὶ πλοῖα εἰς τὸ ἄνω ἐμπόριον, ἀπέχον ἀπὸ θαλάσσης στάδια πʹ. Οὗτοι δέ εἰσιν Ἰλλυριοὶ ἔθνος Μανιοί. Λίμνη ἐστὶ τὸ εἴσω τοῦ ἐμπορίου μεγάλη, καὶ ἀνήκει ἡ λίμνη εἰς Αὐταριάτας, ἔθνος Ἰλλυρικόν. Καὶ νῆσος ἐντῆι λίμνηι ἔνεστι σταδίων ρκʹ· ἡ δὲ νῆσος αὕτη ἐστὶ εὐγέωργος σφόδρα. Ἀπὸ δὲ ταύτης τῆς λίμνης ὁ Νάρων ποταμὸς ἀπορρεῖ. Καὶ ἀπὸ τοῦ Νάρωνος ἐπὶ τὸν Ἀρίωνα ποταμὸν ἡμέρας ἐστὶ πλοῦς· ἀπὸ δὲ τοῦ Ἀρίωνος ποταμοῦ <ἐπὶ τὸν Ῥιζοῦντα ποταμὸν> πλοῦς ἡμέρας ἥμισυ· καὶ Κάδμου καὶ Ἁρμονίας οἱ λίθοι εἰσιν ἐνταῦθα, καὶ ἱερὸν <οὐκ> ἄπωθεν τοῦ Ῥιζοῦντος ποταμοῦ. Ἀπὸ δὲ τοῦ Ῥιζοῦντος ποταμοῦ εἰς Βουθόην ὁ πλοῦς <ἡμέρας ἥμισυ, ὅσος> καὶ <εἰς> τὸ ἐμπόριον.

 

25

Ἐγχελεῖς.

Ἰλλυριῶν ἔθνος εἰσὶν οἱ Ἐγχελεῖς, ἐχόμενοι τοῦ Ῥιζοῦντος. Ἐκ Βουθόης δὲ εἰς Ἐπίδαμνον, πόλιν Ἑλληνίδα, πλοῦς ἡμέρας καὶ νυκτός, ὁδὸς δὲ τριῶν ἡμερῶν.

 

26

Ταυλάντιοι.

Ταυλαντίων δέ ἐστι τὸ Ἰλλυρικὸν ἔθνος, ἐν ὧι ἡ Ἐπίδαμνός ἐστι, καὶ ποταμὸς παρὰ τὴν πόλιν παραρρεῖ, ὧι ὄνομα Πάλαμνος. Ἐκ δὲ Ἐπιδάμνου εἰς Ἀπολλωνίαν πόλιν Ἑλληνίδα ὁδὸς ἡμερῶν δύο. Ἡ δὲ Ἀπολλωνία ἀπὸ τῆς θαλάττης ἀπέχει στάδια νʹ, καὶ ποταμὸς Αἴας παραρρεῖ τὴν πόλιν. Ἀπὸ δὲ Ἀπολλωνίας εἰς Ἀμαντίαν ἐστὶ στάδια τκʹ. [Καὶ ὁ Αἴας ποταμὸς ἀπὸ τοῦ Πίνδου ὄρους παρὰ τὴν Ἀπολλωνίαν παραρρεῖ]. Πρὸς <δ᾽ Ἀμαντίας> εἴσω μᾶλλον εἰς τὸν Ἰόνιον Ὠρικός. Τῆς Ὠρικίας καθήκει εἰς θάλατταν στάδια πʹ, τῆς δὲ Ἀμαντίας στάδια ξʹ. Ἅπασιν ὅμοροι ἐν μεσογείαι Ἀτιντᾶνες ὑπὲρ τῆς Ὠρικίας καὶ <Δεξαρίας> μέχρι Δωδωνίας. [Ἐν τῆι Κέστριδι χώραι εἶναι λέγεται πεδίον, ὄνομα Ἐρύθεια. Ἐνταῦθα ὁ Γηρυόνης λέγεται ἥκειν, καὶ τοὺς βοῦς βουκολεῖν.] Κατὰ ταῦτά ἐστι τὰ Κεραύνια ὄρη ἐν τῆι Ἠπείρωι, καὶ νῆσος παρὰ ταῦτά ἐστι μικρά, ἧι ὄνομα Σάσων. Ἐντεῦθεν εἰς Ὠρικὸν πόλιν ἐστὶ παράπλους ἡμέρας τρίτον μέρος.

 

27

(Ὠρικοί.

Οἱ δὲ Ὠρικοὶ κατοικοῦσι τῆς Ἀμαντίας χώρας.) Οἱ δὲ (Ἀμαντιεῖς) εἰσὶ μέχρι ἐνταῦθα Ἰλλυριοὶ ἀπὸ Βουλινῶν. Τὸ δὲ στόμα τοῦ Ἰονίου κόλπου ἐστὶν ἀπὸ Κεραυνίων ὀρῶν μέχρι ἄκρας Ἰαπυγίας. Ἐπὶ δὲ Ὑδρόεντα πόλιν ἐν τῆι Ἰαπυγίαι ἀπὸ τῶν Κεραυνίων στάδια τοῦ διάπλου ὡς φʹ, <ὅ> ἐστι τὸ στόμα τοῦ κόλπου· τὰ δὲ ἐντὸς ὁ Ἰόνιος. Λιμένες εἰσὶ πολλοὶ ἐν τῶι Ἀδρίαι· τὸ δὲ αὐτὸ Ἀδρίας ἐστὶ καὶ Ἰόνιος.

 

28

Χάονες.

Μετὰ δὲ Ἰλλυριοὺς Χάονες. Ἡ δὲ Χαονία ἐστὶν εὐλίμενος· οἰκοῦσι δὲ κατὰ κώμας οἱ Χάονες. Παράπλους δ᾽ ἐστὶ Χαονίας ἥμισυ ἡμέρας.

 

29

Κόρκυρα.

Κατὰ δὲ Χαονίαν νῆσός ἐστι Κόρκυρα, καὶ πόλις Ἑλληνὶς ἐν αὐτῆι, λιμένας ἔχουσα τρεῖς κατὰ τὴν πόλιν· τούτων ὁ εἷς κλειστός. Ἐπιβάλλει δὲ Κόρκυρα καὶ ἐπὶ τὴν Θεσπρωτίαν πλεῖον ἢ ἐπὶ τὴν Χαονίαν. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.

 

30

Θεσπρωτοί.

Μετὰ δὲ Χαονίαν Θεσπρωτοί εἰσιν ἔθνος. Οἰκοῦσι δὲ καὶ κατὰ κώμας· ἔστι δὲ καὶ αὕτη εὐλίμενος. Ἐνταῦθά ἐστι λιμήν, ὧι ὄνομα Ἐλαία. Εἰς τοῦτον τὸν λιμένα ποταμὸς ἐξίησιν Ἀχέρων· καὶ λίμνη Ἀχερουσία, ἐξ ἧς ὁ Ἀχέρων ῥεῖ ποταμός. Παράπλους δὲ τῆς Θεσπρωτίας ἥμισυ ἡμέρας.

 

31

Κασσωποί.

Μετὰ δὲ Θεσπρωτίαν Κασσωπία ἐστὶν ἔθνος. Οἰκοῦσι δὲ καὶ οὗτοι κατὰ κώμας. Παροικοῦσι δὲ οὗτοι ἕως εἰς τὸν Ἀνακτορικὸν κόλπον. Παράπλους δ᾽ ἐστὶ τῆς Κασσωπῶν χώρας ἥμισυ ἡμέρας. Μικρῶι δὲ ἐλάττων ὁ Ἀνακτορικὸς κόλπος ἐστὶν ἀπὸ τοῦ στόματος ἕως εἰς τὸν μυχὸν σταδίων ρκʹ. Τὸ δὲ στόμα εὖρος σταδίων δʹ.

 

32

Μολοττία.

Μετὰ δὲ Κασσωπίαν Μολοττοί εἰσιν ἔθνος. Οἰκοῦσι δὲ οὗτοι κατὰ κώμας· καθήκουσι δὲ κατὰ μικρὸν ἐνταῦθα ἐπὶ τὴν θάλατταν, εἰς μεσογείαν δὲ πωλλῆι. Παράπλους δ᾽ ἐστὶ τῆς Μολοττίας χώρας σταδίων μʹ.

 

33

Ἀμβρακία.

Μετὰ δὲ Μολοττίαν Ἀμβρακία πόλις Ἑλληνίς· ἀπέχει δὲ αὕτη ἀπὸ θαλάττης στάδια πʹ. Ἔστι δὲ καὶ ἐπὶ θαλάττης τεῖχος καὶ λιμὴν κλειστός. Ἐντεῦθεν ἄρχεται ἡ Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πηνειοῦ ποταμοῦ καὶ Ὁμολίου Μαγνητικῆς πόλεως, ἥ ἐστι παρὰ τὸν ποταμόν. Παράπλους δὲ τῆς Ἀμβρακίας σταδίων ρκʹ.

 

34

Ἀκαρνανία.

Μετὰ δὲ Ἀμβρακίαν Ἀκαρνανία ἔθνος ἐστί, καὶ πρώτη πόλις αὐτόθι Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀνακτόριον καὶ λιμήν, καὶ ἔξω τοῦ Ἀνακορικοῦ κόλπου αἵδε· <Ἄκτιον, καὶ μετὰ ταύτην> ἀκτὴ καὶ πόλις Λευκὰς καὶ λιμήν· αὕτη ἀπέχει ἐπὶ τὸν Λευκάταν, ὅ ἐστιν ἀκρωτήριον πόρρωθεν ἐν τῆι θαλάττηι <ἄποπτον>. Αὕτη ἡ πόλις τὸ πρὶν καὶ Ἐπιλευκάδιοι ὠνομάζοντο. Ἀκαρνᾶνες δὲ στασιάσαντες ἔλαβον ἐκ Κορίνθου ἐποίκους χιλίους· οἱ δὲ ἔποικοι ἀποκτείναντες, τούτων τὴν χώραν αὐτοὶ ἔχουσιν. Αὕτη δ᾽ ἐστὶ νῦν νῆσος τὸν ἰσθμὸν ἀποτεταφρευμένη [Εὔριπος Διόρυκτος ἐν τῶι ἰσθμῶι]. Μετὰ δὲ ταῦτα πόλις Φαρὰ καὶ κατὰ ταῦτα νῆσός ἐστιν Ἰθάκη, καὶ πόλις καὶ λιμήν· μετὰ ταῦτα νῆσος Κεφαληνία. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἀπέλιπον. Μετὰ δὲ ταῦτα πόλις Ἀλυζία, καὶ κατὰ ταύτην νῆσος Κάρνος, καὶ πόλις Ἀστακὸς καὶ λιμὴν καὶ ποταμὸς Ἀχελῶιος καὶ Οἰνιάδαι πόλις· καὶ εἰς ταύτας (τὰς πόλεις) ἀνάπλους ἐστὶ κατὰ τὸν Ἀχελῶιον. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀκαρνάνων ἐν μεσογείαι. Παράπλους δὲ Ἀκαρνανίας ἐστὶν ἡμερῶν <καὶ νυκτῶν> δύο. Ἡ δὲ Ἀκαρνανία ἐστὶ πᾶσα εὐλίμενος· καὶ κατὰ ταῦτα νῆσοι παράκεινται πολλαί, ἃς ὁ Ἀχελῶιος προσχωννύων ἤπειρον ποεῖ. Καλοῦνται Ἐχινάδες οἱ νῆσοι· εἰσὶ δὲ ἔρημοι.

 

35

Αἰτωλία.

Μετὰ δὲ Ἀκαρνανίαν Αἰτωλία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῆι εἰσὶν αἵδε· Καλυδών, Ἁλίκαρνα, Μολύκρεια· καὶ ὁ Δελφικὸς κόλπος· στόμα δὲ τοῦ κόλπου ἐστὶ στάδια ιʹ, καὶ ἐπ᾽ αὐτοῦ ἱερόν· καὶ Ναύπακτος πόλις· καὶ ἐπ᾽ αὐτῆι πόλεις εἰσὶν ἄλλαι πολλαὶ Αἰτωλοῖς ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Αἰτωλίας ἡμέρας μιᾶς. Ἡ δὲ Αἰτωλία παρήκει τὴν Λοκρίδα πᾶσαν ἀπὸ μεσογείας μέχρι Αἰνιανῶν.

 

36

Λοκροί.

Μετὰ δὲ Αἰτωλοὺς Λοκροί εἰσιν ἔθνος, ἐν οἷς εἰσὶν Ὀζόλαι καλούμενοι, καὶ πόλεις αἵδε· Εὐάνθις, Ἄμφισσα. Εἰσὶ δὲ καὶ τούτοις πόλεις ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Λοκρῶν χώρας τὸ ἥμισυ ἡμέρας.

 

37

Φωκεῖς.

Εὰ δὲ Λοκροὺς Φωκεῖς ἔθνος κατὰ τὸ Κιρραῖον πεδίον, καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ Δελφοὶ πόλις καὶ Ἀντίκυρα πόλις, οὗ βέλτιστα ἑλλεβορίζονται. Παράπλους δὲ τῆς Φωκέων χώρας ἥμισυ ἡμέρας.

 

38

Βοιωτοί.

Μετὰ δὲ Φωκεῖς Βοιωτοί εἰσιν ἔθνος, καὶ πόλεις αἵδε· Κορσιαὶ, Σίφαι καὶ λιμήν, Εὔτρητος καὶ τεῖχος Βοιωτῶν. Παράπλους δὲ τῆς Βοιωτίας ἥμισυ ἡμέρας ἔλαττον.

 

39

Μεγαρεῖς.

Μετὰ δὲ Βοιωτοὺς Μεγαρεῖς εἰσιν ἔθνος, καὶ πόλεις αἵδε· Αἰγόσθενα, Πηγαί, τεῖχος Γεράνεια, Ἄρις. Παράπλους δὲ τῆς Μεγαρέων χώρας στάδια ρʹ.

 

40

Κόρινθος.

Μετὰ δὲ Μεγαρεῖς ἡ Κόρινθος πόλις καὶ ἱερόν, Λέχαιον, Ἰσθμός. Ἐντεῦθεν ἤδε ἄρχεται ἡ Πελοπόννησος. Ἔστι δ᾽ἀπὸ θαλάσσης ἡ ὁδὸς πρὸς τὴν ἐπὶ ἡμῶν θάλασσαν διὰ τοῦ ἰσθμοῦ στάδια μʹ. Ταῦτα κολπώδη πάντα. Παράπλους δὲ τῆς Κορινθίων χώρας ἥμισυ ἡμέρας.

 

41

Σικυών.

Μετὰ δὲ Κόρινθον Σικυὼν πόλις. Ταύτης παράπλους σταδίων ρκʹ.

 

42

Ἀχαιοί.

Μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ ἔθνος, καὶ πόλεις εἰσὶν ἐν αὐτοῖς αἵδε· Πελλήνη, Αἴγειρα, Αἰγαί, Αἴγιον, Ῥύπες, ἔξω δὲ Ῥίου Πάτραι, Δύμη. Παράπλους δὲ τῆς Ἀχαίας χώρας στάδια ψʹ.

 

43

Ἦλις.

Μετὰ δὲ Ἀχαιοὺς Ἦλίς ἐστιν ἔθνος, καὶ πόλεις ἐν αὐτῆι αἵδε· Κυλλήνη καὶ λιμήν, <Ὀλυμπία> καὶ ποταμὸς Ἀλφειός. Ἔστι δὲ καὶ ἄλλη συνοικία πόλεων Ἦλις ἐν μεσογείαι. Κατὰ ταύτην τὴν χώραν ἐστὶ νῆσος Ζάκυνθος, ἐν ἧι καὶ πόλις καὶ λιμήν. Παράπλους δὲ τῆς Ἠλείων χώρας ἄχρι ἐπὶ τοὺς Λεπρεατῶν <ὅρους> στάδια ψʹ.

 

44

Ἀρκαδία.

Μετὰ δὲ Ἦλιν Ἀρκαδία ἔθνος ἐστί. Καθήκει δὲ ἡ Ἀρκαδία ἐπὶ θάλατταν κατὰ Λεπρέον ἐκ μεσογείας. Εἰσὶ δὲ αὐτῶν πόλεις ἐν μεσογείαι αἱ μεγάλαι αἵδε· Τέγεα, Μαντίνεια, Ἡραία, Ὀρχομενός, Στύμφαλος. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Λεπρεατῶν χώρας στάδια ρʹ.

 

45

Μεσσήνη.

Μετὰ δὲ Ἀρκαδίαν ἐστὶν ἔθνος Μεσσήνη, καὶ πόλεις ἐν αὐτῆι αἵδε· (πρώτη Μεσσήνη καὶ λιμήν·) Κυπάρισσος ἀπέχουσα ἀπὸ θαλάττης στάδια ζʹ, <Πρώτη νῆσος ἐν ἧι καὶ λιμήν,> Ἰθώμη ἐν μεσογείαι ἀπέχουσα ἀπὸ θαλάττης στάδια πʹ. Παράπλους δὲ τῆς Μεσσηνίας χώρας στάδια τʹ.

 

46

Λακεδαίμων.

<Μετὰ δὲ Μεσσήνην> Λακεδαίμων ἔθνος, καὶ πόλεις ἐν αὐτῆι εἰσὶν αἵδε· Ἀσίνη, Μοθώνη, Ἀχίλλειος λιμὴν καὶ ἀντίπυγος τούτου Ψαμαθοῦς λιμήν. Τούτων ἀμφοτέρων ἐν μέσωι προέχον εἰς θάλασσαν ἱερὸν Ποσειδῶνος, Ταίναρος· καὶ Λᾶς πόλις καὶ λιμήν, Γύθειον ἐν ὧι νεώριον, καὶ τεῖχος, καὶ ποταμὸς Εὐρώτας, καὶ Βοΐα πόλις, καὶ Μαλέα ἄκρα. [Κύθηρα.] Κατὰ ταύτην κεῖται Κύθηρα νῆσος καὶ πόλις καὶ λιμήν. Κατὰ δὲ ταύτην ἐστὶ Κρήτη νῆσος. Μετὰ δὲ ταύτην τὴν προειρημένην ἄκραν Μαλέαν Σίδη πόλις καὶ λιμήν, Ἐπίδαυρος πόλις καὶ λιμήν, Πρασία πόλις καὶ λιμήν, [Μέθανα] <Ἀνθάνα> πόλις καὶ λιμήν. Εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ πόλεις Λακεδαιμονίων. Ἐν μεσογείαι δ᾽ ἐστὶ Σπάρτη καὶ ἄλλαι πολλαί. Παράπλους δὲ τῆς Λακεδαιμονίων χώρας ἡμερῶν τριῶν.

 

47

Κρήτη.

Κατὰ Λακεδαίμονα νῆσος κεῖται Κρήτη· ἐγγυτάτω γὰρ Λακεδαίμων κεῖται τῆς Εὐρώπης. Διάπλους δὲ ἀπὸ Λακεδαίμονος ἕως ἐπὶ τὸ ἀκρωτήριον τῆς Κρήτης, ἐφ᾽ ὧι ἐστὶ πόλις Φαλάσαρνα, ἡμέρας δρόμος. Ἀπὸ δὲ Φαλασάρνων Κριοῦ μέτωπόν ἐστιν ἀκρωτήριον. Πρὸς νότον δὲ ἄνεμον πλοῦς εἰς Λιβύην, ἐπὶ Χερρονήσου δὲ τὰς Ἁλιάδας τὰς Κυρηναίων πλοῦς ἡμέρας καὶ νυκτός. Ἔστι δὲ ἡ Κρήτη μακρὰ στάδια βφʹ, στενὴ δέ, καὶ τέταται ἀπὸ ἡλίου δυσμῶν πρὸς ἡλίου ἀνατολάς. Οἰκοῦσι δὲ ἐν Κρήτηι Ἕλληνες, οἱ μὲν ἄποικοι Λακεδαιμονίων, οἱ δὲ Ἀργείων, οἱ δὲ Ἀθηναίων, οἱ δὲ ἀπὸ τῆς Ἑλλάδος τῆς ἄλλης ὁπόθεν ἔτυχεν. Εἰσὶ δέ τινες αὐτῶν καὶ αὐτόχθονες. Πόλεις πολλαὶ ἐν Κρήτηι. [Κρήτης θέσις.] <ἐπὶ Κωρύκωι ἀκρωτηρίωι ἐστὶ πρώτη πόλις πρὸς ἥλιον δυόμενον ἡ προειρημένη Φαλασάρνα καὶ λιμὴν κλειστός· Πολυρρηνία, καὶ διήκει ἀπὸ βορέου πρὸς νότον· Δικτυνναῖον Ἀρτέμιδος ἱερὸν πρὸς βορέαν ἄνεμον, τῆς χώρας Περγαμίας· πρὸς νότον δὲ Ὑρτακίνα· Κυδωνία καὶ λιμὴν κλειστὸς πρὸς βορέαν· ἐν μεσογείαι δὲ Ἐλυρος πόλις· πρὸς νότον δὲ Λίσσα πόλις καὶ λιμὴν παρὰ Κριοῦ μέτωπον· πρὸς βορέαν δὲ ἄνεμον ἡ Ἀπτεραία χώρα· εἶτα ἡ Λαμπαία, καὶ διήκει αὕτη ἀμφοτέρωθεν, καὶ ποταμὸς Μεσάπιος ἐν αὐτῆι ἐστί· <εἶτα Ὀσμίδα·> μετὰ δὲ Ὀσμίδαν Ἐλεύθερναι πρὸς βορέαν· πρὸς νότον δὲ Σύβριτα· <πρὸς βορέαν δὲ Πάνορμος πόλις> καὶ λιμήν· πρὸς νότον Φαιστός· πρὸς βορέαν Ὀαξὸς καὶ Κνωσσός· πρὸς δὲ νότον Γόρτυνα, Ῥαῦκος· ἐν μεσογείαι δὲ Λύκτος, καὶ διήκει αὕτη ἀμφοτέρωθεν· πρὸς βορέαν δὲ ἄνεμον ὄρος Κάδιστον καὶ λιμὴν ἐν αὐτῶι Ὀλοῦς καὶ <Πᾶν>· Πραισὸς διήκει ἀμφοτέρωθεν· [Γρᾶνος] <Ἴτανον> ἀκρωτήριον Κρήτης πρὸς ἥλιον ἀνίσχοντα. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν Κρήτηι· λέγεται δὲ εἶναι ἑκατόμπολις.

 

48

Κυκλάδες νῆσοι.

Κυκλάδες δὲ αἵδε εἰσὶ κατὰ τὴν Λακεδαιμονίαν χώραν οἰκούμεναι· Μῆλος καὶ λιμήν, κατὰ δὲ ταύτην Κίμωλος, κατὰ δὲ ταύτην Ὠλίαρος, κατὰ δὲ ταύτην Σίκινος, αὕτη καὶ πόλις· κατὰ δὲ ταύτην Θήρα, κατὰ δὲ ταύτην Ἀνάφη, κατὰ δὲ ταύτην Ἀστυπάλαια. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.

 

49

Ἄργος.

Μετὰ δὲ Λακεδαίμονα πόλις ἐστὶν Ἄργος, καὶ ἐν αὐτῆι Ναυπλία καὶ λιμήν· ἐν μεσογείαι δὲ Κλεωναὶ καὶ Μυκῆναι καὶ Τίρυνς. Παράπλους τῆς Ἀργείας χώρας κύκλωι (ἔστι γὰρ κόλπος ὁ Ἀργολικὸς καλούμενος) στάδια ρνʹ.

 

50

Ἐπίδαυρος.

Μετὰ δὲ Ἄργος ἡ Ἐπίδαυρος χώρα· καθήκει γὰρ εἰς τὸν κόλπον τοῦτον στάδια λʹ. Μετὰ δὲ τὴν Ἐπιδαυρίαν χώραν Ἁλία καὶ λιμήν. Αὕτη ἐστὶ ἐπὶ τῶι στόματι τοῦ Ἀργολικοῦ κόλπου. Περίπλους ταύτης ἐστὶ σταδίων ἑκατόν.

 

51

Ἑρμιών.

Μετὰ δὲ ταύτην Ἑρμιὼν πόλις ἐστὶ καὶ λιμήν. Ταύτης δὲ περίπλους σταδίων πʹ. Μετὰ δὲ Ἑρμιόνα Σκύλλαιόν ἐστιν ἀκρωτήριον τοῦ κόλπου τοῦ πρὸς ἰσθμόν· ἔστι δὲ τὸ Σκύλλαιον τῆς Τροιζηνίας. Καταντικρὺ δὲ αὐτοῦ ἐστὶ Σούνιον ἀκρωτήριον τῆς Ἀθηναίων χώρας. Κατὰ δὲ τοῦτό ἐστι νῆσος Βέλβινα καὶ πόλις. Τούτου τοῦ κόλπου ἀπὸ τούτου τοῦ στόματος εἴσω εἰς τὸν ἰσθμὸν στάδιά ἐστι ψμʹ. Ἔστι δὲ ὁ κόλπος οὗτος αὐτὸς κατὰ στόμα εὐθύτατος.

 

52

Τροιζηνία.

Μετὰ δὲ Ἑρμιόνα Τροιζηνία πόλις καὶ λιμήν. Παράπλους δ᾽ ἔστιν αὐτῆς στάδια λʹ. Μετὰ δὲ ταῦτα νῆσός ἐστι Καλαυρία καὶ πόλις καὶ λιμήν. Παράπλους δ᾽ ἐστὶν αὐτῆς στάδια τʹ.

 

53

Αἴγινα.

Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις Αἴγινα καὶ λιμένες δύο. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.

 

54

Ἐπίδαυρος.

Μετὰ δὲ Τροιζηνίαν πόλις Ἐπίδαυρος καὶ λιμήν. Παράπλους δὲ τῆς Ἐπιδαύρου χώρας στάδια <ρ>λʹ.

 

55

Κορίνθια.

Μετὰ δὲ Ἐπίδαυρον ἡ Κορινθίων χώρα ἐστὶν <ἡ> πρὸς ἠῶ, καὶ τεῖχος Κεγχρειαὶ καὶ ἰσθμός, οὗ ἱερὸν Ποσειδῶνος. Ἐνταῦθα ἡ Πελοπόννησος λήγει. Ἔστι δὲ καὶ ἔξω τοῦ ἰσθμοῦ χώρα Κορινθίοις, καὶ τεῖχος Σιδοῦς καὶ ἕτερον τεῖχος Κρεμυών. Παράπλους δὲ τῆς Κορινθίων χώρας μέχρι τῶν ὁρίων τῶν Μεγαρέων στάδια τʹ.

 

56

Μέγαρα.

Ἀπὸ δὲ τῆς Κορινθίων χώρας Μέγαρα πόλις ἐστί, καὶ λιμὴν καὶ Νίσαια τεῖχος. Παράπλους δὲ τῆς Μεγαρέων χώρας μέχρι Ἰαπίδος (ἔστι γὰρ οὗτος ὅρος τῆς Ἀθηναίων χώρας) στάδια ρμʹ.

 

57

Ἀττική.

Μετὰ δὲ Μεγαρεῖς εἰσὶν Ἀθηναίων πόλεις. Καὶ πρῶτον τῆς Ἀττικῆς Ἐλευσίς, οὗ ἱερὸν Δήμητρός ἐστι, καὶ τεῖχος. Κατὰ τοῦτό ἐστι Σαλαμὶς νῆσος καὶ πόλις καὶ λιμήν. Ἔπειτα ὁ Πειραιεὺς καὶ τὰ σκέλη καὶ Ἀθῆναι. Ὁ δὲ Πειραιεὺς λιμένας ἔχει γʹ. Ἀνάφλυστος τεῖχος καὶ λιμήν· Σούνιον ἀκρωτήριον καὶ τεῖχος· ἱερὸν Ποσειδῶνος· Θορικὸς τεῖχος καὶ λιμένες δύο· Ῥαμνοῦς τεῖχος. Εἰσὶ δὲ καὶ ἄλλοι λιμένες ἐν τῆι Ἀττικῆι πολλοί. Περίπλους τῆς Ἀθηναίων χώρας στάδια ͵αρμʹ· ἀπὸ Ἰαπίδος χώρας ἐπὶ Σούνιον στάδια υʹ[= 490]· ἀπὸ Σουνίου μέχρι τῶν ὅρων τῶν Βοιωτίων στάδια χνʹ.

 

58

Νῆσοι Κυκλάδες.

Κατὰ δὲ τὴν Ἀττικήν εἰσι νῆσοι αἱ Κυκλάδες καλούμεναι, καὶ πόλεις αἵδε ἐν ταῖς νήσοις· Κέως· (αὕτη τετράπολις· <Ποιήεσσα πόλις> καὶ λιμήν, Κορησσία, Ἰουλὶς, Καρθαία·) Ἑλένη· Κύθνος νῆσος καὶ πόλις· Σέριφος νῆσος καὶ πόλις καὶ λιμήν· Σίφνος· Πάρος λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν· Νάξος· Δῆλος· Ῥήνη· Σῦρος· Μύκονος (αὕτη δίπολις)· Τῆνος καὶ λιμήν· Ἄνδρος καὶ λιμήν. Αὗται μὲν αἱ Κυκλάδες νῆσοι. ὑπὸ δὲ ταύταις ἕτεραι νῆσοι αἵδε [πρὸς νότον] <Σποράδων>· Ἴος καὶ λιμήν (ἐν ταύτηι Ὃμηρος τέθαπται)· Ἀμοργός, αὕτη τρίπολις καὶ λιμήν· Ἴκαρος, δίπολις.

Μετὰ δὲ Ἄνδρον Εὔβοια νῆσος· αὕτη τετράπολις· εἰσὶ δὲ ἐν αὐτῆι Κάρυστος, Ἐρέτρια καὶ λιμήν, Χαλκὶς καὶ λιμήν, Ἑστίαια καὶ λιμήν. Ἡ δὲ Εὔβοια ἀπὸ Κηναίου Διὸς ἱεροῦ ἐπὶ Γεραιστόν, Ποσειδῶνος ἱερόν, ἔχει στάδια ͵ατνʹ· τὸ δὲ πλάτος στενή ἐστιν ἡ Εὔβοια.

Ἐν δὲ τῶι Αἰγαίωι πελάγει εἰσὶ νῆσοι αἵδε· κατ᾽ Ἐρέτριαν Σκῦρος καὶ πόλις· Ἴκος, αὕτη δίπολις· Πεπάρηθος, αὕτη τρίπολις καὶ λιμήν· Σκίαθος, αὕτη δίπολις καὶ λιμήν. Μετὰ ταῦτα ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.

 

59

Βοιωτοί.

Μετὰ δὲ Ἀθήνας εἰσὶ Βοιωτοὶ ἔθος· καθήκουσι γὰρ καὶ οὗτοι ἐπὶ ταύτην τὴν θάλασσαν. Καί ἐστιν ἐν αὐτῆι πρῶτον ἱερὸν Δήλιον, Αὐλὶς ἱερόν, <Ευρίπου> τεῖχος, Ἀνθηδὼν τεῖχος, Θῆβαι, Θεσπιαί, Ὀρχομενὸς ἐν μεσογείαι. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Βοιωτίας χώρας ἀπὸ Δηλίου μέχρι τῶν Λοκρῶν ὁρίων στάδια σνʹ.

 

60

Λοκροί.

Μετὰ δὲ Βοιωτούς εἰσι Λοκροὶ ἔθνος. Καί εἰσι κατ᾽ Εὔβοιαν αὐτοῖς πόλεις αἵδε· Λάρυμνα, Κῦνος, Ὀποῦς, Ἀλόπη· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Λοκροῖς. Παράπλους δὲ τῆς χώρας αὐτῶν στάδια σʹ.

 

61

Φωκεῖς.

Μετὰ δὲ Λοκρούς εἰσι Φωκεῖς· διήκουσι γὰρ καὶ οὕτοι εἰς τὴν θάλασσαν ταύτην. Καὶ πόλεις αὐτοῖς εἰσὶν αἵδε· Θρόνιον, Κνημίς, Ἐλάτεια, Πανοπεύς. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις αὐτοῖς ἐν μεσογείαι. Παράπλους δ᾽ ἐστὶ τῆς Φωκέων χώρας στάδια σʹ

 

62

Μηλιεῖς.

Μετὰ δὲ Φωκεῖς εἰσὶ Μηλιεῖς καὶ ὁ κόλπος ὁ Μηλιεύς. (Ἐν τούτωι <τῶι> κόλπωι εἰσὶν οἱ Λιμοδωριεῖς καλούμενοι οἵδε· Ἐριννεός, Βοῖον, Κυτίνιον). Ἐνταῦθα Θερμοπύλαι, Τραχίς, Οἴτη, Ἡράκλεια, Σπερχειὸς ποταμός.

 

Μαλιεῖς.

Μετὰ δὲ Μηλιεῖς <Μαλιεῖς> ἔθνος. Ἔστι δὲ Μαλιεῦσιν ἡ πρώτη πόλεις Λάμια, ἐσχάτη δὲ Ἐχῖνος· εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Μαλιεῦσι, μέχρι οὗ ὁ κόλπος ἐπιθίγηι. Καὶ τῆι Μαλιέων χώραι ἐποικοῦσιν ἄνοθεν ἀπὸ μεσογείας Αἰνιᾶνες, καὶ δι᾽ αὐτῶν ῥεῖ ὁ Σπερχειὸς ποταμός.

 

63

Ἀχαιοί.

Ἔξω δὲ τοῦ Μαλιαίου κόλπου εἰσὶν Ἀχαιοὶ Φθιῶται ἔθνος· εἰσὶ δὲ καὶ ἐν τῶι Παγασητικῶι κόλπωι ἐπ᾽ ἀριστερᾶι εἰσπλέοντι, ὡς ἐπὶ τὸ ἥμισυ τοῦ κόλπου. Ἀχαιῶν πόλεις αἵδε· Ἀντρῶνες, Λάρισσα, Μελιταία, Δημήτριον, Θῆβαι· εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀχαιοῖς ἐν μεσογείαι.

 

64

Θετταλία.

Μετὰ δὲ Ἀχαιοὺς Θετταλία καθήκει ἐπὶ θάλατταν ἐκ μεσογείας κατὰ στενὸν εἰς τὸν Παγασητικὸν κόλπον στάδιοι λʹ. Καί εἰσι Θετταλίας πόλεις αἵδε ἐπὶ θαλάττηι· Ἀμφαναῖον, Παγασαί· ἐν δὲ μεσογείαι Φεραί, Λάρισσα, Φάρσαλος, Κίερον, Πελινναῖον, Σκοτοῦσα, Κραννών. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Θετταλῶν ἐν μεσογείαι. Ἡ δὲ Θετταλία παρήκει ἐν μεσογείαι ὑπὲρ Αἰνιάνων καὶ Δολόπων καὶ Μαλιέων καὶ Ἀχαιῶν καὶ Μαγνήτων μέχρι Τεμπῶν. Τοῦ δὲ Παγασητικοῦ κόλπου μῆκός ἐστιν ἀπὸ στόματος εἰς τὸν μυχὸν Παγασῶν πλοῦς προαριστίδιος. Τὸ δὲ στόμα αὐτοῦ ἐστὶ στάδια εʹ. Ἐν δὲ τῶι Παγασητικῶι κόλπωι ἐστὶ νῆσος Κικύνηθος καὶ πόλις.

 

65

Μάγνητες.

Ἔθνος ἐστὶ Μαγνήτων παρὰ θάλατταν, καὶ πόλεις αἵδε· Ἰωλκός, Μεθώνη, Κορακαί, Σπάλαυθρα, Ὀλιζών[, Ἴσαι] <καὶ> λιμήν. Ἔξω δὲ τοῦ κόλπου Παγασητικοῦ Μελίβοια, Ῥιζοῦς, Εὐρυμεναί, Μύραι. Ἐν μεσογείαι δὲ ἐποικοῦσιν ἔθνος Περραιβοί, Ἕλληνες. Μέχρι ἐνταῦθά ἐστιν ἀπὸ Ἀμβρακίας συνεχὴς ἡ Ἑλλάς· ἐπιεικῶς δὲ καὶ <ἡ> ἐπὶ θαλάττηι πᾶσα <ἐν> Ἑλλάδι ὁμοίως ἐστί.

 

66

Μακεδονία.

Ἀπὸ δὲ Πηνειοῦ ποταμοῦ Μακεδόνες εἰσὶν ἔθνος, καὶ κόλπος Θερμαῖος. Πρώτη πόλις Μακεδονίας Ἡράκλειον· Δῖον, Πύδνα πόλις Ἑλληνίς, Μεθώνη πόλις Ἑλληνὶς καὶ Ἁλιάκμων ποταμός, Ἀλωρὸς πόλις καὶ ποταμὸς Λυδίας, Πέλλα πόλις καὶ βασίλειον ἐν αὐτῆι καὶ ἀνάπλους εἰς αὐτὴν ἀνὰ τὸν Λυδίαν· Ἄξιος ποταμός, Ἐχέδωρος ποταμός, Θέρμη πόλις, Αἴνεια Ἑλληνίς, Παλλήνη ἄκρα μακρὰ εἰς τὸ πέλαγος ἀνατείνουσα, καὶ πόλεις αἵδε ἐν τῆι Παλλήνηι Ἑλληνίδες· Ποτίδαια ἐν τῶι μέσωι τὸν ἰσθμὸν ἐμφράττουσα, Μένδη, Ἄφυτις, Θραμβηΐς, Σκιώνη, Κανάστραιον τῆς Παλλήνης ἱερὸν ἀκρωτήριον. Ἔξω δὲ τοῦ ἰσθμοῦ πόλεις αἵδε· Ὄλυνθος Ἑλληνίς, Μηκύβερνα Ἑλληνίς, Σερμυλία Ἑλληνὶς καὶ κόλπος Σερμυλικός, Τορώνη πόλις Ἑλληνὶς καὶ λιμήν, Δῖον Ἑλληνίς, Θυσσὸς Ἑλληνίς, Κλεωναὶ Ἑλληνίς, Ἄθος ὄρος, Ἀκρόθωοι Ἑλληνίς, Χαραδροῦς Ἑλληνίς, Ὀλόφυξος Ἑλληνίς, Ἄκανθος Ἑλληνίς, Ἄλαπτα Ἑλληνίς, Ἀρέθουσα Ἑλληνίς, Βολβὴ λίμη, Ἀπολλονία Ἑλληνίς. Εἰσὶ δὲ καὶ ἄλλαι Μακεδονίας ἐν μεσογείαι πολλαί. Ἔστι δὲ κολπώδης· παράπλους δὲ περὶ τοὺς κόλπους δύο ἡμερῶν. Μετὰ δὲ Μακεδονίαν Στρυμὼν ποταμός· οὗτος ὁρίζει Μακεδονίαν καὶ Θράικην.

 

67

Θράικη.

Διήκει δὲ ἡ Θράικη ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Ἴστρου ποταμοῦ τοῦ ἐν τῶι Εὐξείνωι Πόντωι. Εἰσὶ δὲ ἐν Θράικηι πόλεις Ἑλληνίδες αἵδε· Ἀμφίπολις, Φάγρης, Γαληψός, Οἰσύμη καὶ ἄλλα ἐμπόρια Θασίων. Κατὰ ταῦτά ἐστι Θάσος νῆσος καὶ πόλις καὶ λιμένες δύο· τούτων ὁ εἷς κλειστός. Ἐπάνειμι δὲ πάλιν ὅθεν ἐξετραπόμην. Νεάπολις, κατὰ ταύτην Δάτον πόλις Ἑλληνίς, ἣν ὤικισε Καλλίστρατος Ἀθηναῖος, καὶ ποταμὸς Νέστος, Ἄβδηρα πόλις, Κούδητος ποταμὸς καὶ Μαρώνεια. Κατὰ ταῦτα Σαμοθράικη νῆσος καὶ λιμήν. Κατὰ ταύτην ἐν τῆι ἠμείρωι ἐμπόρια Δρῦς, Ζώνη, ποταμὸς Ἕβρος καὶ ἐπ᾽ αὐτῶι τεῖχος Δουρίσκος, Αἶνος πόλις καὶ λιμήν, τείχη Αἰνίων ἐν τῆι Θράικη, Μέλας κόλπος, Μέλας ποταμός, Δερὶς ἐμπόριον, Κῶβρυς ἐμπόριον Καρδιανῶν καὶ ἄλλο Κύπασις. Κατὰ τὸν Μέλανα κόλπον Ἴμβρος ἐστὶ νῆσος καὶ πόλις, καὶ Λῆμνος νῆσος καὶ λιμήν. Ἐπάειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Μετὰ δὲ τὸν Μέλανα κόλπον ἐστὶν ἡ Θραικία Χερρόνητος καὶ πόλεις ἐν αὐτῆι αἵδε· Καρδία, Ἴθη, Παιών, Ἀλωπεκόννησος, [Ἄραπλος] <Δράβος>, Ἐλαιοῦς, Μάδυτος, Σηστὸς ἐπὶ τοῦ στόματος τῆς Προποντίδος, <ὅ> ἐστι σταδίων ςʹ. Ἐντὸς δὲ Αἰγὸς ποταμοῦ Κρῆσσα, Κριθώτη, Πακτύη. Μέχρις ἐνταῦθα ἡ Θραικία Χερρόνησος. Ἐκ Πακτύης δὲ εἰς Καρδίαν διὰ τοῦ αὐχένος πεζῆι στάδια μʹ, ἐκ θαλάττης εἰς θάλατταν· καὶ πόλις ἐν τῶι μέσῶι, ἧι ὄνομα Ἀγορά. Χερρονήσου μῆκος ἐκ Καρδίας εἰς Ἐλαιοῦντα (ταύτηι γάρ ἐστι μακροτάτη) στάδια υʹ. Μετὰ δὲ τὴν Χερρόνησόν ἐστι Θράικια τείχη τάδε· πρῶτον Λευκὴ ἀκτὴ, Τειρίστασις, Ἡράκλεια, Γάνος, Γανίαι, Νέον τεῖχος, Πέρινθος πόλις καὶ λιμήν, [Δαμινὸν] <Δαύνιον> τεῖχος, Σηλυμβρία πόλις καὶ λιμήν. Ἀπὸ τούτου ἐπὶ τοῦ στόματος τοῦ Πόντου εἰσὶ στάδιοι φʹ. Καλεῖται δὲ Ἀνάπλους ὁ τόπος ἀνὰ Βόσπορον μέχρι ἂν ἔλθηις ἐφ᾽ Ἱερόν. Ἀφ᾽ Ἱεροῦ δὲ τοῦ στόματός ἐστι τοῦ Πόντου εὖρος στάδια ζʹ. Εἰσὶ δὲ ἐν τῶι Πόντωι πόλεις Ἑλληνίδες αἵδε ἐν Θράικηι· Ἀπολλωνία, Μεσημβρία, Ὀδησσόπολις, Κάλλατις καὶ ποταμὸς Ἴστρος. Παράπλους δὲ τῆς Θράικης ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Σηστοῦ δύο ἡμερῶν καὶ νυκτῶν δύο, ἀπὸ δὲ Σηστοῦ μέχρι στόματός τοῦ Πόντου δύο ἡμερῶν καὶ νυκτῶν δύο, ἀπὸ δὲ τοῦ στόματός μέχρι τοῦ Ἴστρου ποταμοῦ ἡμερῶν τριῶν καὶ νυκτῶν τριῶν. Ὁ σύμπας περίπλους ἀπὸ Θράικης καὶ ποταμοῦ Στρυμόνος μέχρι τοῦ Ἴστρου ποταμοῦ [ὀκτὼ] <ἑπτα> ἡμερῶν καὶ [ὀκτὼ] <ἑπτα> νυκτῶν.

 

68

Σκυθία. Ταῦροι.

Μετὰ δὲ Θράικην καὶ Σκύθαι ἔθνος καὶ πόλεις ἐν αὐτοῖς Ἑλληνίδες αἵδε· Τύρις ποταμός, Νικώνιον πόλις, Ὀφιοῦσα πόλις. Ἐπὶ δὲ τῆι Σκυθικῆι ἐποικοῦσι Ταῦροι ἔθνος ἀκρωτήριον τῆς ἠπείρου· εἰς θάλατταν δὲ τὸ ἀκρωτήριόν ἐστιν. Ἐν δὲ τῆι Ταυρικῆι οἰκοῦσιν Ἕλληνες <καὶ πόλεις αὐτῶν> αἵδε· Χερρόνησος ἐμπόριον, Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς. Μετὰ δὲ ταῦτά εἰσι Σκύθαι πάλιν, πόλεις δὲ Ἑλληνίδες αἵδε ἐν αὐτῆι· Θευδοσία, Κύταια καὶ Νυμφαία, Παντικάπαιον, Μυρμήκειον. Παράπλους εὐθὺς ἀπὸ Ἴστρου ἐπὶ Κριοῦ μέτωπον τριῶν ἡμερῶν καὶ τριῶν νυκτῶν, ὁ δὲ παρὰ γῆν διπλάσιος· ἔστι γὰρ κόλπος. Ἐν δὲ τῶι κόλπωι τούτωι νῆσός ἐστι, νῆσος δὲ ἐρήμη, ἧι ὄνομα Λευκή, ἱερὰ τοῦ Ἀχιλλέως. Ἀπὸ δὲ Κριοῦ μέτωπον πλοῦς εἰς Παντικάπαιον ἡμέρας καὶ νυκτός· ἀπὸ δὲ Παντικαπαίου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἐστὶ στάδια κʹ. Ἡ δὲ Μαιῶτις λίμνη λέγεται ἥμισυ εἶναι τοῦ Πόντου. Ἐν δὲ τῆι Μαιώτιδι λίμνηι εὐθὺς εἰσπλέοντί εἰσιν ἐπ᾽ ἀριστερᾶς Σκύθαι· καθήκουσι γὰρ ἐκ τῆς ἔξω θαλὰσσης ὑπὲρ τῆς Ταυρικῆς εἰς τὴν Μαιῶτιν λίμνην.

 

Συρμάται.

<Μετὰ δὲ Σκύθας Συρμάται> ἔθνος καὶ ποταμὸς Τάναις, <ὃς> ὁρίζει Ἀσίαν καὶ Εὐρώπην.

 

69

Παράπλους ἀπάσης τῆς Εὐρώπης.

Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῆι Εὐρώπηι περιπλέοντι τοὺς κόλπους παρὰ γῆν, λογιζομένωι δὲ ὅσαι γεγραμμέναι εἰσί, νύκτες ἀντὶ τούτων ἡμέρας, καὶ, ὅπου στάδιά εἰσι γεγραμμένα, ἀντὶ τῶν φʹ σταδίων ἡμεραῖον τὸν πλοῦν, γίνεται τῆς Εὐρώπης ὁ παράπλους, τοῦ ἡμίσεος μέρους τοῦ Πόντου ὄντος ἴσου τῆς Μαιώτιδος λίμνης, ἡμερῶν ρνʹ τριῶν.

Μέγιστοι δὲ ποταμοί εἰσιν ἐν Εὐρώπηι ὁ Τάναις, ὁ Ἴστρος, ὁ Ῥοδανός.