BIBLIOTHECA AUGUSTANA

 

Theano

floruit ca. 600 a. Chr. n. (?)

 

Ἐπιστολαί

 

Textus:

Rudolf Hercher, Epistolographi Graeci

p. 605, Nº 6

 

___________________________________________________

 

 

 

3.

Θεανὼ Καλλιστοῖ.

 

[1] Ταῖς νεωτέραις ὑμῖν ἡ μὲν ἐξουσία παρὰ τοῦ νόμου δέδοται τῶν οἰκετῶν ἄρχειν ἅμα τῶι γήμασθαι, ἡ δὲ διδασκαλία παρὰ τῶν πρεσβυτέρων ἀπαντᾶν ὀφείλει περὶ τῆς οἰκονομίας ἀεὶ παραινούντων. καλῶς γὰρ ἔχει πρότερον μανθάνειν ἃ μὴ γιγνώσκετε, καὶ τὴν συμβουλὴν οἰκειοτάτην τῶν πρεσβυτέρων ἡγεῖσθαι· ἐν τούτοις γὰρ παρθενοτροφεῖσθαι δεῖ νέαν ψυχήν. ἀρχὴ δέ ἐστιν οἴκου πρώτη γυναιξὶν ἀρχὴ θεραπαινῶν. ἔστι δέ, ὦ φίλη, μέγιστον ἐπὶ δουλείαι εὔνοια· αὕτη γὰρ οὐ συναγοράζεται τοῖς σώμασιν ἡ κτῆσις, ἀλλ' ἐξ ὑστέρου γεννῶσιν αὐτὴν οἱ συνετοὶ δεσπόται. [2] δικαία δὲ χρῆσις αἰτία τούτου, ἵνα μήτε διὰ τὸν κόπον κάμνωσι, μήτε ἀδυνατῶσι διὰ τὴν ἔνδειαν· εἰσὶ γὰρ ἄνθρωποι τῆι φύσει. ἔνιαι δὲ τὸ κέρδος ἀκερδέστατον ἡγοῦνται τὴν τῶν θεραπαινῶν κακουχίαν, βαρύνουσαι μὲν τοῖς ἔργοις, ὑποστελλόμεναι δὲ τῶν ἐπιτηδείων· εἶτα ὀβολιαῖα κέρδη περιποιούμεναι μεγάλοις ζημιοῦνται τιμήμασι, δυσνοίαις καὶ ἐπιβουλαῖς κακίσταις. σοὶ δὲ πρόχειρον ἔστω τὸ μέτρημα τῶν σιτίων πρὸς τὸν ἀριθμὸν τῆς ἐριουργίας τοῖς ἐφ' ἡμέραν πόνοις. [3] καὶ πρὸς μὲν τὴν δίαιταν οὕτως· πρὸς δὲ τὰς ἀταξίας τὸ σοὶ πρέπον, οὐ τὸ ἐκείναις συμφέρον ἐξυπηρετητέον. τιμᾶν μὲν γὰρ δεῖ θεραπαίνας τὸ κατ' ἀξίαν· τὸ μὲν γὰρ ὠμὸν οὐκ οἴσει τῶι θυμῶι χάριν, τὸ δὲ μισοπόνηρον οὐχ ἧττον ὁ λογισμὸς βραβεύει. ἐὰν δὲ ἡ ὑπερβολὴ τῆς κακίας τῶν θεραπαινῶν ἀνίκητος ἦι, ἐξοριστέον μετὰ πράσεως· τὸ γὰρ ἀλλότριον τῆς χρείας ἀλλοτριούσθω καὶ τῆς κυρίας. ἔστω δέ σοι γνώμη τοῦδε πρόεδρος, καθ' ἣν γνώσηι τὸ μὲν ἀληθὲς τῆς ἁμαρτίας πρὸς τὸ τῆς καταγνώσεως δίκαιον, τὸ δὲ τῶν ἡμαρτημένων μέγεθος πρὸς τὸ κατ' ἀξίαν τῆς κολάσεως. [4] δεσποτικαὶ δὲ καὶ συγγνώμη καὶ χάρις ἐφ' ἡμαρτημένοις ζημίας ἀπαλλάττουσαι, οὕτω δὲ καὶ τὸ πρέπον καὶ τὸ οἰκεῖον τοῦ τρόπου διαφυλάξεις. ἔνιαι γάρ, ὦ φίλη, ὑπ' ὠμότητος καὶ μαστίζουσι τὰ τῶν θεραπαινῶν σώματα, θηριούμεναι διὰ ζῆλον ἢ θυμόν, οἷον ὑπομνηματογραφούμεναι τὴν ὑπερβολὴν τῆς πικρίας· αἱ μὲν γὰρ ἀνηλώθησαν χρόνωι διαπονούμεναι, αἱ δὲ φυγῆι τὴν σωτηρίαν ἐπορίσαντο, τινὲς δὲ ἐπαύσαντο τοῦ ζῆν αὐτόχειρι θανάτωι μεταστᾶσαι, καὶ λοιπὸν ἡ τῆς δεσποίνης μόνωσις ὀδυρομένης τὴν οἰκείαν ἀβουλίαν ἔρημον μετάνοιαν ἔχει. [5] ἀλλ', ὦ φίλη, ἴσθι μιμουμένη τὰ ὄργανα, ἃ φωνεῖ μᾶλλον ἀνειμένα, ἐκρήττεται δὲ μᾶλλον ἐπιτεινόμενα. καὶ γὰρ ἐπὶ τῶν θεραπαινῶν ταὐτόν· ἡ μὲν ἄγαν ἄνεσις διαφωνίαν ἐμποιεῖ τῆς πειθαρχίας, ἡ δὲ ἐπίτασις τῆς ἀνάγκης διάλυσιν τῆς φύσεως. καὶ ἐπὶ τούτου δεῖ νοεῖν, μέτρον δ' ἐπὶ πᾶσιν ἄριστον. ἔρρωσο.