BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Apollodoros

floruit ca. 100 p. Chr. n.

 

Βιβλιοθήκη

 

Epitome 2

v = epitoma Vaticana

s = fragmenta Sabbaitica

 

______________________________________________________________________________

 

 

 

Ἐπιτόμη βʹ

 

v (VII.) [1] Ὅτι ὁ Τάνταλος ἐν Ἅιδου κολάζεται, πέτρον ἔχων ὕπερθεν ἑαυτοῦ ἐπιφερόμενον, ἐν λίμνηι τε διατελῶν καὶ περὶ τοὺς ὤμους ἑκατέρωσε δένδρα μετὰ καρπῶν ὁρῶν παρὰ τῆι λίμνηι πεφυκότα· τὸ μὲν οὖν ὕδωρ ψαύει αὐτοῦ τῶν γενύων, καὶ ὅτε θέλοι σπάσασθαι τούτου ξηραίνεται, τῶν δὲ καρπῶν ὁπότε βούλοιτο μεταλήψεσθαι μετεωρίζονται μέχρι νεφῶν ὑπ᾽ ἀνέμων τὰ δένδρα σὺν τοῖς καρποῖς. κολάζεσθαι δὲ αὐτὸν οὕτως λέγουσί τινες, ὅτι τὰ τῶν θεῶν ἐξελάλησεν ἀνθρώποις μυστήρια, καὶ ὅτι τῆς ἀμβροσίας τοῖς ἡλικιώταις μετεδίδου.

(VIII.) [2] Ὅτι Βροτέας κυνηγὸς ὢν τὴν Ἄρτεμιν οὐκ ἐτίμα· ἔλεγε δέ, ὡς οὐδ᾽ ἂν ὑπὸ πυρός τι πάθοι· ἐμμανὴς οὖν γενόμενος ἔβαλεν εἰς πῦρ ἑαυτόν.

(IX.) [3] Ὅτι Πέλοψ σφαγεὶς ἐν τῶι τῶν θεῶν ἐράνωι καὶ καθεψηθεὶς ὡραιότερος ἐν τῆι ἀναζωώσει γέγονε, καὶ κάλλει διενεγκὼν Ποσειδῶνος ἐρώμενος γίνεται, ὃς αὐτῶι δίδωσιν ἅρμα ὑπόπτερον· τοῦτο καὶ διὰ θαλάσσης τρέχον τοὺς ἄξονας οὐχ ὑγραίνετο. [4] τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος Ἱπποδάμειαν, καὶ εἴτε αὐτῆς ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα· ὁ μὲν γὰρ πατὴρ οὐκ ἔπειθεν αὑτῶι συνελθεῖν, οἱ δὲ μνηστευόμενοι ἀνηιροῦντο ὑπ᾽ αὐτοῦ. [5] ἔχων γὰρ ὅπλα τε καὶ ἵππους παρὰ Ἄρεος ἆθλον ἐτίθει τοῖς μνηστῆρσι τὸν γάμον, καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν Ἱπποδάμειαν εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν· τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν Ἱπποδάμειαν. καὶ τοῦτον τὸν τρόπον πολλοὺς μνηστευομένους ἀπέκτεινεν, ὡς δέ τινες λέγουσι δώδεκα· τὰς δὲ κεφαλὰς τῶν μνηστήρων ἐκτεμὼν τῆι οἰκίαι προσεπαττάλευε.

[6] παραγίνεται τοίνυν καὶ Πέλοψ ἐπὶ τὴν μνηστείαν· οὗ τὸ κάλλος ἰδοῦσα ἡ Ἱπποδάμεια ἔρωτα ἔσχεν αὐτοῦ, καὶ πείθει Μυρτίλον τὸν Ἑρμοῦ παῖδα συλλαβέσθαι αὐτῶι· ἦν δὲ Μυρτίλος παρας βάτης εἴτουν ἡνίοχος Οἰνομάου. [7] Μυρτίλος οὖν ἐρῶν αὐτῆς καὶ βουλόμενος αὐτῆι χαρίσασθαι, ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους οὐκ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῶι τρέχειν ἡττηθῆναι καὶ ταῖς ἡνίαις συμπλακέντα συρόμενον ἀποθανεῖν, κατὰ δέ τινας ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος· ὃ ἐν τῶι ἀποθνήσκειν κατηράσατο τῶι Μυρτίλωι γνοὺς τὴν ἐπιβουλήν, ἵνα ὑπὸ Πέλοπος ἀπόληται.

[8] λαβὼν οὖν Πέλοψ τὴν Ἱπποδάμειαν καὶ διερχόμενος ἐν τόπωι τινί, τὸν Μυρτίλον ἔχων μεθ᾽ ἑαυτοῦ, μικρὸν ἀναχωρεῖ κομίσων ὕδωρ διψώσηι τῆι γυναικί· Μυρτίλος δὲ ἐν τούτωι βιάζειν αὐτὴν ἐπεχείρει. μαθὼν δὲ τοῦτο παρ᾽ αὐτῆς ὁ Πέλοψ ῥίπτει τὸν Μυρτίλον περὶ Γεραιστὸν ἀκρωτήριον εἰς τὸ ἀπ᾽ ἐκείνου κληθὲν Μυρτῶιον πέλαγος· ὁ δὲ ῥιπτούμενος ἀρὰς ἔθετο κατὰ τοῦ Πέλοπος γένους. [9] παραγενόμενος δὲ Πέλοψ ἐπ᾽ ὠκεανὸν καὶ ἁγνισθεὶς ὑπὸ Ἡφαίστου, ἐπανελθὼν εἰς Πῖσαν τῆς Ἤλιδος τὴν Οἰνομάου βασιλείαν λαμβάνει, χειρωσάμενος τὴν πρότερον Ἀπίαν καὶ Πελασγιῶτιν λεγομένην, ἣν ἀφ᾽ ἑαυτοῦ Πελοπόννησον ἐκάλεσεν.

(X.) [10] Ὅτι υἱοὶ Πέλοπος Πιτθεὺς Ἀτρεὺς Θυέστης καὶ ἕτεροι· γυνὴ δὲ Ἀτρέως Ἀερόπη τοῦ Κατρέως, ἥτις ἤρα Θυέστου. ὁ δὲ Ἀτρεὺς εὐξάμενός ποτε τῶν αὑτοῦ ποιμνίων, ὅπερ ἂν κάλλιστον γένηται, τοῦτο θῦσαι Ἀρτέμιδι, λέγουσιν ἀρνὸς φανείσης χρυσῆς ὅτι κατημέλησε τῆς εὐχῆς· [11] πνίξας δὲ αὐτὴν εἰς λάρνακα κατέθετο κἀκεῖ ἐφύλασσε ταύτην· ἣν Ἀερόπη δίδωσι τῶι Θυέστηι μοιχευθεῖσα ὑπ᾽ αὐτοῦ. χρησμοῦ γὰρ γεγονότος τοῖς Μυκηναίοις ἑλέσθαι βασιλέα Πελοπίδην, μετεπέμψαντο Ἀτρέα καὶ Θυέστην. λόγου δὲ γενομένου περὶ τῆς βασιλείας ἐξεῖπε Θυέστης τῶι πλήθει τὴν βασιλείαν δεῖν ἔχειν τὸν ἔχοντα τὴν ἄρνα τὴν χρυσῆν· συνθεμένου δὲ τοῦ Ἀτρέως δείξας ἐβασίλευσε. [12] Ζεὺς δὲ Ἑρμῆν πέμπει πρὸς Ἀτρέα καὶ λέγει συνθέσθαι πρὸς Θυέστην περὶ τοῦ βασιλεῦσαι Ἀτρέα, εἰ τὴν ἐναντίαν ὁδεύσει ὁ Ἥλιος· Θυέστου δὲ συνθεμένου τὴν δύσιν εἰς ἀνατολὰς ὁ Ἥλιος ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαίμονος τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν. [13] αἰσθόμενος δὲ τῆς μοιχείας ὕστερον κήρυκα πέμψας ἐπὶ διαλλαγὰς αὐτὸν ἐκάλει· καὶ ψευσάμενος εἶναι φίλος, παραγενομένου τοὺς παῖδας, οὓς εἶχεν ἐκ νηίδος νύμφης, Ἀγλαὸν καὶ Καλλιλέοντα καὶ Ὀρχομενόν, ἐπὶ τὸν Διὸς βωμὸν καθεσθέντας ἱκέτας ἔσφαξε, καὶ μελίσας καὶ καθεψήσας παρατίθησι Θυέστηι χωρὶς τῶν ἄκρων, ἐμφορηθέντι δὲ δείκνυσι τὰ ἄκρα καὶ τῆς χώρας αὐτὸν ἐκβάλλει. [14] Θυέστης δὲ κατὰ πάντα τρόπον ζητῶν Ἀτρέα μετελθεῖν ἐχρηστηριάζετο περὶ τούτου καὶ λαμβάνει χρησμόν, ὡς εἰ παῖδα γεννήσει τῆι θυγατρὶ συνελθών. ποιεῖ οὖν οὕτω καὶ γεννᾶι ἐκ τῆς θυγατρὸς Αἴγισθον, ὃς ἀνδρωθεὶς καὶ μαθών, ὅτι Θυέστου παῖς ἐστι, κτείνας Ἀτρέα Θυέστηι τὴν βασιλείαν ἀποκατέστησεν. 

 

Tzetzes ex Apollodoro haud dubie (confer quae sequuntur in S) haec addit Chil. I. 456-465:

[15] τὸν δ᾽ Ἀγαμέμνονα τροφὸς μετὰ τοῦ Μενελάου

ἄγει πρὸς Πολυφείδεα, κρατοῦντα Σικυῶνος,

ὃς πάλιν τούτους πέπομφε πρὸς Αἰτωλὸν Οἰνέα.

μετ᾽ οὐ πολὺ Τυνδάρεως τούτους κατάγει πάλιν,

οἳ τὸν Θυέστην μὲν αὐτὸν Ἥρας βωμῶι φυγόντα

ὁρκώσαντες διώκουσιν οἰκεῖν τὴν Κυθηρίαν.

οἱ δὲ Τυνδάρεω γαμβροὶ γίνονται θυγατράσιν,

ὁ Ἀγαμέμνων μὲν λαβὼν σύνευνον Κλυταιμνήστραν,

κτείνας αὐτῆς τὸν σύζυγον Τάνταλον τὸν Θυέστου

σὺν τέκνωι πάνυ νεογνῶι, Μενέλαος Ἑλένην.

 

s [16] Ἀγαμέμνων δὲ βασιλεύει Μυκηναίων καὶ γαμεῖ Τυνδάρεω θυγατέρα Κλυταιμνήστραν, τὸν πρότερον αὐτῆς ἄνδρα Τάνταλον Θυέστου σὺν τῶι παιδὶ κτείνας, καὶ γίνεται αὐτῶι παῖς μὲν Ὀρέστης, θυγατέρες δὲ Χρυσόθεμις Ἠλέκτρα Ἰφιγένεια. Μενέλαος δὲ Ἑλένην γαμεῖ καὶ βασιλεύει Σπάρτης, Τυνδάρεω τὴν βασιλείαν δόντος αὐτῶι.