BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον αʹ

 

___________________________________________________

 

 

 

II

 

1. [48] Διαδεξάμενος δὲ τοῦτον ὁ ἀδελφὸς Ἰωνάθης τά τε ἄλλα πρὸς τοὺς ἐπιχωρίους διὰ φυλακῆς ἦγεν ἑαυτὸν καὶ τῆι πρὸς Ῥωμαίους φιλίαι τὴν ἀρχὴν ἐκρατύνατο πρός τε τὸν Ἀντιόχου παῖδα διαλλαγὰς ἐποιήσατο. οὐ μήν τι τούτων ἤρκεσεν αὐτῶι πρὸς ἀσφάλειαν· [49] Τρύφων γὰρ ὁ τύραννος, ἐπίτροπος μὲν ὢν τοῦ Ἀντιόχου παιδὸς ἐπιβουλεύων δ' αὐτῶι καὶ πρόσθεν, ἀποσκευάζεσθαι τοὺς φίλους αὐτοῦ πειρώμενος ἥκοντα τὸν Ἰωνάθην σὺν ὀλίγοις εἰς Πτολεμαΐδα πρὸς Ἀντίοχον δόλωι συλλαμβάνει καὶ δήσας ἐπὶ Ἰουδαίαν στρατεύει· εἶτ' ἀπελαθεὶς ὑπὸ τοῦ Σίμωνος, ὃς ἦν ἀδελφὸς τοῦ Ἰωνάθου, καὶ πρὸς τὴν ἧτταν ὠργισμένος κτείνει τὸν Ἰωνάθην.

2. [50] Σίμων δὲ γενναίως ἀφηγούμενος τῶν πραγμάτων αἱρεῖ μὲν Γάζαρά τε καὶ Ἰόππην καὶ Ἰάμνειαν τῶν προσοίκων, κατέσκαψε δὲ καὶ τὴν ἄκραν τῶν φρουρῶν κρατήσας. αὖθις δὲ γίνεται καὶ Ἀντιόχωι σύμμαχος κατὰ Τρύφωνος, ὃν ἐν Δώροις πρὸ τῆς ἐπὶ Μήδους στρατείας ἐπολιόρκει. [51] ἀλλ' οὐκ ἐξεδυσώπησεν τὴν τοῦ βασιλέως πλεονεξίαν Τρύφωνα συνεξελών· μετ' οὐ πολὺ γὰρ Ἀντίοχος Κενδεβαῖον τὸν αὐτοῦ στρατηγὸν μετὰ δυνάμεως δηιώσοντα τὴν Ἰουδαίαν ἔπεμψεν καὶ καταδουλωσόμενον Σίμωνα. [52] ὁ δὲ καίτοι γε γηραλέος ὢν νεανικώτερον ἀφηγήσατο τοῦ πολέμου· τοὺς μέντοι γε υἱεῖς αὐτοῦ μετὰ τῶν ἐρρωμενεστάτων προεκπέμπει, αὐτὸς δὲ μοῖραν τῆς δυνάμεως ἀναλαβὼν ἐπήιει κατ' ἄλλο μέρος. [53] πολλοὺς δὲ πολλαχοῦ κἀν τοῖς ὄρεσι προλοχίσας πάσαις κρατεῖ ταῖς ἐπιβολαῖς καὶ νικήσας λαμπρῶς ἀρχιερεὺς ἀποδείκνυται καὶ τῆς Μακεδόνων ἐπικρατείας μετὰ ἑκατὸν καὶ ἑβδομήκοντα ἔτη Ἰουδαίους ἀπαλλάττει.

3. [54] Θνήσκει δὲ καὶ αὐτὸς ἐπιβουλευθεὶς ἐν συμποσίωι ὑπὸ Πτολεμαίου τοῦ γαμβροῦ, ὃς αὐτοῦ τήν τε γυναῖκα καὶ τοὺς δύο παῖδας ἐγκαθείρξας ἐπὶ τὸν τρίτον Ἰωάννην, ὃς καὶ Ὑρκανὸς ἐκαλεῖτο, τοὺς ἀναιρήσοντας ἔπεμψεν. [55] προγνοὺς δὲ τὴν ἔφοδον ὁ νεανίσκος παραγενέσθαι εἰς τὴν πόλιν ἠπείγετο, πλεῖστον τῶι λαῶι πεποιθὼς κατά τε μνήμην τῶν πατρώιων κατορθωμάτων καὶ μῖσος τῆς Πτολεμαίου παρανομίας. ὥρμησε δὲ καὶ Πτολεμαῖος εἰσελθεῖν καθ' ἑτέραν πύλην, ἐξεκρούσθη γε μὴν ὑπὸ τοῦ δήμου ταχέως δεδεγμένων ἤδη τὸν Ὑρκανόν. [56] καὶ ὁ μὲν παραχρῆμα ἀνεχώρησεν εἴς τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων, ὃ Δαγὼν καλεῖται· κομισάμενος δὲ τὴν πατρώιαν ἀρχιερωσύνην Ὑρκανὸς καὶ θύσας τῶι θεῶι μετὰ τάχους ἐπὶ Πτολεμαῖον ὥρμησεν βοηθήσων τῆι μητρὶ καὶ τοῖς ἀδελφοῖς, καὶ προσβαλὼν τῶι φρουρίωι τὰ μὲν ἄλλα κρείττων ἦν, (4. [57] ἡττᾶτο δὲ δικαίου πάθους· ὁ γὰρ Πτολεμαῖος ὁπότε καταπονοῖτο, τήν τε μητέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προάγων ἐπὶ τοῦ τείχους εἰς εὐσύνοπτον ἠικίζετο καὶ κατακρημνιεῖν, εἰ μὴ θᾶττον ἀπανασταίη, διηπείλει. [58] πρὸς ἃ τὸν μὲν Ὑρκανὸν ὀργῆς πλείων οἶκτος εἰσήιει καὶ δέος, ἡ δὲ μήτηρ οὐδὲν οὔτε πρὸς τὰς αἰκίας οὔτε πρὸς τὸν ἀπειλούμενον αὐτῆι θάνατον ἐνδιδοῦσα χεῖρας ὤρεγε καὶ κατηντιβόλει τὸν παῖδα μήτι πρὸς τὴν αὐτῆς ὕβριν ἐπικλασθέντα φείσασθαι τοῦ δυσσεβοῦς, ὡς αὐτῆι γε κρείττονα τὸν ἐκ Πτολεμαίου θάνατον ἀθανασίας εἶναι δόντος δίκας ἐφ' οἷς εἰς τὸν οἶκον αὐτῶν παρηνόμησεν. [59] ὁ δὲ Ἰωάννης ὁπότε μὲν ἐνθυμηθείη τὸ παράστημα τῆς μητρὸς καὶ κατακούσειε τῆς ἱκεσίας, ὥρμητο προσβάλλειν, ἐπειδὰν δὲ κατίδοι τυπτομένην τε καὶ σπαραττομένην, ἐθηλύνετο καὶ τοῦ πάθους ὅλος ἦν. [60] τριβομένης δὲ διὰ ταῦτα τῆς πολιορκίας ἐπέστη τὸ ἀργὸν ἔτος, ὃ κατὰ ἑπταετίαν ἀργεῖται παρὰ Ἰουδαίοις ὁμοίως ταῖς ἑβδομάσιν ἡμέραις. κἀν τούτωι Πτολεμαῖος ἀνεθεὶς τῆς πολιορκίας ἀναιρεῖ τοὺς ἀδελφοὺς Ἰωάννου σὺν τῆι μητρὶ καὶ φεύγει πρὸς Ζήνωνα τὸν ἐπικληθέντα Κοτυλᾶν· Φιλαδελφείας δ' ἦν τύραννος.

5. [61] Ἀντίοχος δὲ κατ' ὀργὴν ὧν ὑπὸ Σίμωνος ἔπαθεν, στρατεύσας εἰς τὴν Ἰουδαίαν ἐπολιόρκει τὸν Ὑρκανὸν προσκαθεζόμενος τοῖς Ἱεροσολύμοις. ὁ δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς δὴ πλουσιώτατος βασιλέων ἐγένετο, καὶ ὑφελόμενος ὑπὲρ τρισχίλια τάλαντα χρημάτων τόν τε Ἀντίοχον ἀνίστησι τῆς πολιορκίας πείσας τριακοσίοις ταλάντοις καὶ δὴ καὶ ξενοτροφεῖν πρῶτος Ἰουδαίων ἐκ τῆς περιουσίας ἤρξατο.

6. [62] Αὖθίς γε μὴν Ἀντίοχος ἐπὶ Μήδους στρατεύσας καιρὸν ἀμύνης αὐτῶι παρεῖχεν· εὐθέως γὰρ ὥρμησεν ἐπὶ τὰς ἐν Συρίαι πόλεις, κενάς, ὅπερ ἦν, ὑπολαμβάνων τῶν μαχιμωτέρων εὑρήσειν. [63] Μεδάβην μὲν οὖν καὶ Σαμαγὰν ἅμα ταῖς πλησίον, ἔτι δὲ Σίκιμα καὶ Ἀργαρίζειν αὐτὸς αἱρεῖ, πρὸς αἷς τὸ Χουθαίων γένος, οἳ περιώικουν τὸ εἰκασθὲν τῶι ἐν Ἱεροσολύμοις ἱερῶι. αἱρεῖ δὲ καὶ τῆς Ἰδουμαίας ἄλλας τε οὐκ ὀλίγας καὶ Ἀδωρεὸν καὶ Μάρισαν.

7. [64] Προελθὼν δὲ καὶ μέχρι Σαμαρείας, ἔνθα νῦν ἐστιν Σεβαστὴ πόλις ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ βασιλέως, καὶ πάντοθεν αὐτὴν ἀποτειχίσας τοὺς υἱεῖς ἐπέστησε τῆι πολιορκίαι Ἀριστόβουλον καὶ Ἀντίγονον· ὧν οὐδὲν ἀνιέντων λιμοῦ μὲν εἰς τοσοῦτον προῆλθον οἱ κατὰ τὴν πόλιν, ὡς ἅψασθαι καὶ τῶν ἀηθεστάτων. [65] ἐπικαλοῦνται δὲ βοηθὸν Ἀντίοχον τὸν ἐπικληθέντα Ἀσπένδιον· κἀκεῖνος ἑτοίμως ὑπακούσας ὑπὸ τῶν περὶ Ἀριστόβουλον ἡττᾶται. καὶ ὁ μὲν μέχρι Σκυθοπόλεως διωχθεὶς ὑπὸ τῶν ἀδελφῶν ἐκφεύγει, οἱ δὲ ἐπὶ τοὺς Σαμαρεῖς ὑποστρέψαντες τό τε πλῆθος πάλιν εἰς τὸ τεῖχος συγκλείουσιν καὶ τὴν πόλιν ἑλόντες αὐτήν τε κατασκάπτουσιν καὶ τοὺς ἐνοικοῦντας ἐξηνδραποδίσαντο. [66] προχωρούντων δὲ τῶν κατορθωμάτων τὴν ὁρμὴν οὐ κατέψυξαν, ἀλλὰ προελθόντες ἅμα τῆι δυνάμει μέχρι τῆς Σκυθοπόλεως ταύτην τε κατέδραμον καὶ τὴν ἐντὸς Καρμήλου τοῦ ὄρους χώραν ἅπασαν κατενείμαντο.

8. [67] Πρὸς δὲ τὰς εὐπραγίας αὐτοῦ τε Ἰωάννου καὶ τῶν παίδων φθόνος ἐγείρει στάσιν τῶν ἐπιχωρίων, καὶ πολλοὶ κατ' αὐτῶν συνελθόντες οὐκ ἠρέμουν, μέχρι καὶ πρὸς φανερὸν πόλεμον ἐκριπισθέντες ἡττῶνται. [68] τὸ λοιπὸν δ' ἐπιβιοὺς ἐν εὐδαιμονίαι Ἰωάννης καὶ τὰ κατὰ τὴν ἀρχὴν κάλλιστα διοικήσας ἐν τρισὶν ὅλοις καὶ τριάκοντα ἔτεσιν ἐπὶ πέντε υἱοῖς τελευτᾶι, μακαριστὸς ὄντως καὶ κατὰ μηδὲν ἐάσας ἐφ' ἑαυτῶι μεμφθῆναι τὴν τύχην. τρία γοῦν τὰ κρατιστεύοντα μόνος εἶχεν, τήν τε ἀρχὴν τοῦ ἔθνους καὶ τὴν ἀρχιερωσύνην καὶ προφητείαν· [69] ὡμίλει γὰρ αὐτῶι τὸ δαιμόνιον ὡς μηδὲν τῶν μελλόντων ἀγνοεῖν, ὅς γε καὶ περὶ δύο τῶν πρεσβυτέρων υἱῶν ὅτι μὴ διαμενοῦσι κύριοι τῶν πραγμάτων προεῖδέν τε καὶ προεφήτευσεν· ὧν τὴν καταστροφὴν ἄξιον ἀφηγήσασθαι, παρ' ὅσον τῆς πατρώιας εὐδαιμονίας ἀπέκλιναν.