BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον δʹ

 

___________________________________________________

 

 

 

IX

 

1. [486] δὲ Οὐεσπασιανὸς πανταχόθεν περιτειχίζων τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἔν τε τῆι Ἱεριχοῖ καὶ ἐν Ἀδίδοις ἐγείρει στρατόπεδα καὶ φρουροὺς ἀμφοτέραις ἐγκαθίστησιν ἔκ τε τοῦ Ῥωμαϊκοῦ καὶ συμμαχικοῦ συντάγματος. [487] πέμπει δὲ καὶ εἰς Γέρασα Λούκιον Ἄννιον παραδοὺς μοῖραν ἱππέων καὶ συχνοὺς πεζούς. [488] ὁ μὲν οὖν ἐξ ἐφόδου τὴν πόλιν ἑλὼν ἀποκτείνει μὲν χιλίους τῶν νέων, ὅσοι μὴ διαφυγεῖν ἔφθασαν, γενεὰς δὲ ἠιχμαλωτίσατο καὶ τὰς κτήσεις διαρπάσαι τοῖς στρατιώταις ἐπέτρεψεν· ἔπειτα τὰς οἰκίας ἐμπρήσας ἐπὶ τὰς πέριξ κώμας ἐχώρει. [489] φυγαὶ δ' ἦσαν τῶν δυνατῶν καὶ φθοραὶ τῶν ἀσθενεστέρων, τὸ καταλειφθὲν δὲ πᾶν ἐνεπίμπρατο. [490] καὶ διειληφότος τοῦ πολέμου τήν τε ὀρεινὴν ὅλην καὶ τὴν πεδιάδα πάσας οἱ ἐν τοῖς Ἱεροσολύμοις τὰς ἐξόδους ἀφήιρηντο· τοὺς μέν γε αὐτομολεῖν προαιρουμένους οἱ ζηλωταὶ παρεφυλάσσοντο, τοὺς δὲ οὔπω τὰ Ῥωμαίων φρονοῦντας εἶργεν ἡ στρατιὰ πανταχόθεν τὴν πόλιν περιέχουσα.

2. [491] Οὐεσπασιανῶι δ' εἰς Καισάρειαν ἐπιστρέψαντι καὶ παρασκευαζομένωι μετὰ πάσης τῆς δυνάμεως ἐπ' αὐτῶν τῶν Ἱεροσολύμων ἐξελαύνειν ἀγγέλλεται Νέρων ἀνηιρημένος, τρία καὶ δέκα βασιλεύσας ἔτη καὶ ἡμέρας ὀκτώ. [492] περὶ οὗ λέγειν ὃν τρόπον εἰς τὴν ἀρχὴν ἐξύβρισεν πιστεύσας τὰ πράγματα τοῖς πονηροτάτοις, Νυμφιδίωι καὶ Τιγελλίνωι, [493] τοῖς τε ἀναξίοις τῶν ἐξελευθέρων, καὶ ὡς ὑπὸ τούτων ἐπιβουλευθεὶς κατελείφθη μὲν ὑπὸ τῶν φυλάκων ἁπάντων, διαδρὰς δὲ σὺν τέτρασι τῶν πιστῶν ἀπελευθέρων ἐν τοῖς προαστείοις ἑαυτὸν ἀνεῖλεν, καὶ ὡς οἱ καταλύσαντες αὐτὸν μετ' οὐ πολὺν χρόνον δίκας ἔδοσαν, [494] τόν τε κατὰ τὴν Γαλατίαν πόλεμον ὡς ἐτελεύτησε, καὶ πῶς Γάλβας ἀποδειχθεὶς αὐτοκράτωρ εἰς Ῥώμην ἐπανῆλθεν ἐκ τῆς Ἱσπανίας, καὶ ὡς ὑπὸ τῶν στρατιωτῶν αἰτιαθεὶς ἐπὶ ταπεινοφροσύνηι ἐδολοφονήθη κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὸν ἀπεδείχθη τε αὐτοκράτωρ Ὄθων· [495] τήν τε τούτου στρατείαν ἐπὶ τοὺς Οὐιτελλίου στρατηγοὺς καὶ κατάλυσιν, ἔπειτα τοὺς κατὰ Οὐιτέλλιον ταράχους καὶ τὴν περὶ τὸ Καπετώλιον συμβολήν, ὅπως τε Ἀντώνιος Πρῖμος καὶ Μουκιανὸς διαφθείραντες Οὐιτέλλιον καὶ τὰ Γερμανικὰ τάγματα κατέστειλαν τὸν ἐμφύλιον πόλεμον. [496] πάντα ταῦτα διεξιέναι μὲν ἐπ' ἀκριβὲς παρηιτησάμην, ἐπειδὴ δι' ὄχλου πᾶσίν ἐστιν καὶ πολλοῖς Ἑλλήνων τε καὶ Ῥωμαίων ἀναγέγραπται, συναφείας δὲ ἕνεκεν τῶν πραγμάτων καὶ τοῦ μὴ διηρτῆσθαι τὴν ἱστορίαν κεφαλαιωδῶς ἕκαστον ἐπισημαίνομαι.

3. [497] Οὐεσπασιανὸς τοίνυν τὸ μὲν πρῶτον ἀνεβάλλετο τὴν τῶν Ἱεροσολύμων στρατείαν, καραδοκῶν πρὸς τίνα ῥέψει τὸ κρατεῖν μετὰ Νέρωνα· [498] αὖθις δὲ Γάλβαν ἀκούσας αὐτοκράτορα, πρὶν ἐπιστεῖλαί τι περὶ τοῦ πολέμου κἀκεῖνον, οὐκ ἐπεχείρει, πέμπει δὲ πρὸς αὐτὸν καὶ τὸν υἱὸν Τίτον ἀσπασόμενόν τε καὶ ληψόμενον τὰς περὶ Ἰουδαίων ἐντολάς. διὰ δὲ τὰς αὐτὰς αἰτίας ἅμα Τίτωι καὶ Ἀγρίππας ὁ βασιλεὺς πρὸς Γάλβαν ἔπλει. [499] καὶ διὰ τῆς Ἀχαΐας, χειμῶνος γὰρ ἦν ὥρα, μακραῖς ναυσὶ περιπλεόντων φθάνει Γάλβας ἀναιρεθεὶς μετὰ μῆνας ἑπτὰ καὶ ἴσας ἡμέρας· ἐξ οὗ καὶ τὴν ἡγεμονίαν παρέλαβεν Ὄθων ἀντιποιούμενος τῶν πραγμάτων. [500] ὁ μὲν οὖν Ἀγρίππας εἰς τὴν Ῥώμην ἀφικέσθαι διέγνω μηδὲν ὀρρωδήσας πρὸς τὴν μεταβολήν· [501] Τίτος δὲ κατὰ δαιμόνιον ὁρμὴν ἀπὸ τῆς Ἑλλάδος εἰς τὴν Συρίαν ἀνέπλει καὶ κατὰ τάχος εἰς Καισάρειαν ἀφικνεῖται πρὸς τὸν πατέρα. [502] καὶ οἱ μὲν μετέωροι περὶ τῶν ὅλων ὄντες ὡς ἂν σαλευομένης τῆς Ῥωμαίων ἡγεμονίας ὑπερεώρων τὴν ἐπὶ Ἰουδαίους στρατείαν, καὶ διὰ τὸν περὶ τῆς πατρίδος φόβον τὴν ἐπὶ τοὺς ἀλλοφύλους ὁρμὴν ἄωρον ἐνόμιζον.

4. [503] Ἐπανίσταται δὲ ἄλλος τοῖς Ἱεροσολύμοις πόλεμος. υἱὸς ἦν Γιώρα Σίμων τις, Γερασηνὸς τὸ γένος, νεανίας πανουργίαι μὲν ἡττώμενος Ἰωάννου τοῦ προκατέχοντος ἤδη τὴν πόλιν, ἀλκῆι δὲ σώματος καὶ τόλμηι διαφέρων, [504] δι' ἣν καὶ ὑπὸ Ἀνάνου τοῦ ἀρχιερέως φυγαδευθεὶς ἐξ ἧς εἶχε τοπαρχίας Ἀκραβετηνῆς πρὸς τοὺς κατειληφότας τὴν Μασάδαν ληιστὰς παραγίνεται. [505] τὸ μὲν οὖν πρῶτον ἦν αὐτοῖς δι' ὑποψίας· εἰς τὸ κατωτέρω γοῦν φρούριον ἐπέτρεψαν αὐτῶι παρελθεῖν ἅμα ταῖς γυναιξίν, ἃς ἄγων ἧκεν, αὐτοὶ τὸ ὑψηλότερον οἰκοῦντες· [506] αὖθις δὲ διὰ συγγένειαν ἠθῶν καὶ ὅτι πιστὸς ἐδόκει, συμπροενόμευε γοῦν αὐτοῖς ἐξιὼν καὶ συνεπόρθει τὰ περὶ τὴν Μασάδαν . [507] οὐ μὴν ἐπὶ τὰ μείζω παρακαλῶν ἔπεισεν· οἱ μὲν γὰρ ἐν ἔθει ὄντες τῶι φρουρίωι, [508] καθάπερ φωλεοῦ χωρίζεσθαι μακρὰν ἐδεδοίκεσαν, ὁ δὲ τυραννιῶν καὶ μεγάλων ἐφιέμενος ἐπειδὴ καὶ τὴν Ἀνάνου τελευτὴν ἤκουσεν, εἰς τὴν ὀρεινὴν ἀφίσταται, καὶ προκηρύξας δούλοις μὲν ἐλευθερίαν, γέρας δὲ ἐλευθέροις τοὺς πανταχόθεν πονηροὺς συνήθροιζεν.

5. [509] Ὡς δ' ἦν αὐτῶι καρτερὸν ἤδη τὸ σύνταγμα, τὰς ἀνὰ τὴν ὀρεινὴν κώμας κατέτρεχεν, ἀεὶ δὲ προσγινομένων πλειόνων ἐθάρρει καταβαίνειν εἰς τὰ χθαμαλώτερα. [510] κἀπειδὴ πόλεσιν ἤδη φοβερὸς ἦν, πολλοὶ πρὸς τὴν ἰσχὺν καὶ τὴν εὔροιαν τῶν κατορθωμάτων ἐφθείροντο δυνατοί, καὶ οὐκέτι ἦν δούλων μόνων οὐδὲ ληιστῶν στρατός, ἀλλὰ καὶ δημοτικῶν οὐκ ὀλίγων ὡς πρὸς βασιλέα πειθαρχεῖν. [511] κατέτρεχε δὲ τήν τε Ἀκραβετηνὴν τοπαρχίαν καὶ τὰ μέχρι τῆς μεγάλης Ἰδουμαίας· κατὰ γὰρ κώμην τινὰ καλουμένην Ἀῒν τεῖχος κατασκευάσας ὥσπερ φρουρίωι πρὸς ἀσφάλειαν ἐχρῆτο, [512] κατὰ δὲ τὴν φάραγγα προσαγορευομένην Φερεταὶ πολλὰ μὲν ἀνευρύνας σπήλαια, πολλὰ δ' εὑρὼν ἕτοιμα ταμιείοις ἐχρῆτο θησαυρῶν καὶ τῆς λείας ἐκδοχείοις. [513] ἀνετίθει δὲ καὶ τοὺς ἁρπαζομένους εἰς αὐτὰ καρπούς, οἵ τε πολλοὶ τῶν λόχων δίαιταν εἶχον ἐν ἐκείνοις· δῆλος δ' ἦν τό τε σύνταγμα προγυμνάζων καὶ τὰς παρασκευὰς κατὰ τῶν Ἱεροσολύμων.

6. [514] Ὅθεν οἱ ζηλωταὶ δείσαντες αὐτοῦ τὴν ἐπιβουλὴν καὶ προλαβεῖν βουλόμενοι τὸν κατ' αὐτῶν τρεφόμενον ἐξίασι μετὰ τῶν ὅπλων οἱ πλείους· ὑπαντιάζει δὲ Σίμων, καὶ παραταξάμενος συχνοὺς μὲν αὐτῶν ἀναιρεῖ, συνελαύνει δὲ τοὺς λοιποὺς εἰς τὴν πόλιν. [515] οὔπω δὲ θαρρῶν τῆι δυνάμει τοῦ μὲν τοῖς τείχεσιν προσβάλλειν ἀπετράπη, χειρώσασθαι δὲ πρότερον τὴν Ἰδουμαίαν ἐπεβάλετο· καὶ δὴ δισμυρίους ἔχων ὁπλίτας ἤλαυνεν ἐπὶ τοὺς ὅρους αὐτῆς. [516] οἱ δὲ ἄρχοντες τῆς Ἰδουμαίας κατὰ τάχος ἀθροίσαντες ἐκ τῆς χώρας τὸ μαχιμώτατον περὶ πεντακισχιλίους καὶ δισμυρίους, τοὺς δὲ πολλοὺς ἐάσαντες φρουρεῖν τὰ σφέτερα διὰ τὰς τῶν ἐν Μασάδαι σικαρίων καταδρομάς, ἐδέχοντο τὸν Σίμωνα πρὸς τοῖς ὅροις. [517] ἔνθα συμβαλὼν αὐτοῖς καὶ δι' ὅλης πολεμήσας ἡμέρας, οὔτε νενικηκὼς οὔτε νενικημένος διεκρίθη, καὶ ὁ μὲν εἰς τὴν Ναΐν, οἱ δὲ Ἰδουμαῖοι διελύθησαν ἐπ' οἴκου. [518] καὶ μετ' οὐ πολὺ Σίμων μείζονι δυνάμει πάλιν εἰς τὴν χώραν αὐτῶν ὥρμητο, στρατοπεδευσάμενος δὲ κατά τινα κώμην, Θεκουὲ καλεῖται, πρὸς τοὺς ἐν Ἡρωδείωι φρουρούς, ὅπερ ἦν πλησίον, Ἐλεάζαρόν τινα τῶν ἑταίρων ἔπεμψε πείσοντα παραδοῦναι τὸ ἔρυμα. [519] τοῦτον οἱ φύλακες προθύμως ἐδέξαντο τὴν αἰτίαν ἀγνοοῦντες δι' ἣν ἥκοι, φθεγξάμενον δὲ περὶ παραδόσεως ἐδίωκον σπασάμενοι τὰ ξίφη, μέχρι φυγῆς τόπον οὐκ ἔχων ἔρριψεν ἀπὸ τοῦ τείχους ἑαυτὸν εἰς τὴν ὑποκειμένην φάραγγα. [520] καὶ ὁ μὲν αὐτίκα τελευτᾶι, τοῖς δ' Ἰδουμαίοις ἤδη κατορρωδοῦσι τὴν ἰσχὺν τοῦ Σίμωνος ἔδοξε πρὸ τοῦ συμβαλεῖν κατασκέψασθαι τὴν στρατιὰν τῶν πολεμίων.

7. [521] Εἰς τοῦτο δὲ ὑπηρέτην αὑτὸν ἑτοίμως ἐπεδίδου Ἰάκωβος, εἷς τῶν ἡγεμόνων, προδοσίαν ἐνθυμούμενος. [522] ὁρμήσας γοῦν ἀπὸ τῆς Ἀλούρου, κατὰ γὰρ ταύτην συνήθροιστο τὴν κώμην τότε τῶν Ἰδουμαίων τὸ στράτευμα, [523] παραγίνεται πρὸς Σίμωνα, καὶ πρώτην αὐτῶι παραδώσειν συντίθεται τὴν αὐτοῦ πατρίδα, λαβὼν ὅρκους ὡς ἀεὶ τίμιος ὢν διατελέσει, συνεργήσειν δὲ ὑπέσχετο καὶ περὶ τῆς ὅλης Ἰδουμαίας. [524] ἐφ' οἷς ἑστιαθεὶς φιλοφρόνως ὑπὸ τοῦ Σίμωνος καὶ λαμπραῖς ἐπαρθεὶς ὑποσχέσεσιν, ἐπειδήπερ εἰς τοὺς σφετέρους ὑπέστρεψε, τὸ μὲν πρῶτον πολλαπλασίονα τὴν στρατιὰν ἐψεύδετο τοῦ Σίμωνος, [525] ἔπειτα δεξιούμενος τούς τε ἡγεμόνας καὶ κατ' ὀλίγους πᾶν τὸ πλῆθος ἐνῆγεν ὥστε δέξασθαι τὸν Σίμωνα καὶ παραδοῦναι δίχα μάχης αὐτῶι τὴν τῶν ὅλων ἀρχήν. [526] ἅμα δὲ ταῦτα διαπραττόμενος καὶ Σίμωνα δι' ἀγγέλων ἐκάλει σκεδάσειν ὑπισχνούμενος τοὺς Ἰδουμαίους· ὃ δὴ παρέσχεν. [527] ὡς γὰρ ἦν ἤδη πλησίον ἡ στρατιά, πρῶτος ἀναπηδήσας ἐπὶ τὸν ἵππον μετὰ τῶν συνδιεφθαρμένων ἔφευγε. [528] πτοία δ' ἐμπίπτει παντὶ τῶι πλήθει, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν λυθέντες ἐκ τῆς τάξεως ἀνεχώρουν ἕκαστοι πρὸς τὰ ἴδια.

8. [529] Σίμων δὲ παρὰ δόξαν εἰς τὴν Ἰδουμαίαν εἰσήλασεν ἀναιμωτὶ καὶ προσβαλὼν ἀδοκήτως πρώτην αἱρεῖ τὴν πολίχνην Χεβρών, ἐν ἧι πλείστης ἐκράτησε λείας, πάμπολυν δὲ διήρπασε καρπόν. [530] ὡς δέ φασιν οἱ ἐπιχώριοι τὴν Χεβρὼν οὐ μόνον τῶν τῆιδε πόλεων ἀλλὰ καὶ τῆς ἐν Αἰγύπτωι Μέμφεως ἀρχαιοτέραν· δισχίλια γοῦν αὐτῆι καὶ τριακόσια ἔτη συναριθμεῖται. [531] μυθεύουσι δὲ αὐτὴν καὶ οἰκητήριον Ἀβράμου τοῦ Ἰουδαίων προγόνου γεγονέναι μετὰ τὴν ἐκ τῆς Μεσοποταμίας ἀπανάστασιν, τούς τε παῖδας αὐτοῦ λέγουσι καταβῆναι εἰς Αἴγυπτον ἔνθεν· [532] ὧν καὶ τὰ μνημεῖα μέχρι νῦν ἐν τῆιδε τῆι πολίχνηι δείκνυται πάνυ καλῆς μαρμάρου καὶ φιλοτίμως εἰργασμένα. [533] δείκνυται δ' ἀπὸ σταδίων ἓξ τοῦ ἄστεος τερέβινθος μεγίστη, καὶ φασὶ τὸ δένδρον ἀπὸ τῆς κτίσεως μέχρι νῦν διαμένειν. [534] ἔνθεν ὁ Σίμων ἐχώρει διὰ πάσης τῆς Ἰδουμαίας, οὐ μόνον κώμας καὶ πόλεις πορθῶν, λυμαινόμενος δὲ καὶ τὴν χώραν· δίχα γὰρ τῶν ὁπλιτῶν τέσσαρες αὐτῶι συνείποντο μυριάδες, ὡς μηδὲ τῶν ἐπιτηδείων ἐξαρκούντων πρὸς τὸ πλῆθος. [535] προσῆν δὲ ταῖς χρείαις ὠμότης τε αὐτοῦ καὶ πρὸς τὸ γένος ὀργή, δι' ἃ μᾶλλον ἐξερημοῦσθαι συνέβαινε τὴν Ἰδουμαίαν. [536] καθάπερ δὲ ὑπὸ τῶν ἀκρίδων κατόπιν ὕλην ἔστιν ἰδεῖν ἐψιλωμένην πᾶσαν, οὕτω τὸ κατὰ νώτου τῆς Σίμωνος στρατιᾶς ἐρημία κατελείπετο· [537] καὶ τὰ μὲν ἐμπιπρῶντες τὰ δὲ κατασκάπτοντες, πᾶν δὲ τὸ πεφυκὸς ἀνὰ τὴν χώραν ἢ συμπατοῦντες ἠφάνιζον ἢ νεμόμενοι καὶ τὴν ἐνεργὸν ὑπὸ τῆς πορείας σκληροτέραν ἐποίουν τῆς ἀκάρπου, καθόλου τε εἰπεῖν, οὐδὲ σημεῖόν τι κατελείπετο τοῖς πορθουμένοις τοῦ γεγονέναι.

9. [538] Ταῦτα πάλιν τοὺς ζηλωτὰς ἐπήγειρεν, καὶ φανερῶς μὲν ἀντιπαρατάξασθαι κατέδεισαν, προλοχίσαντες δ' ἐν ταῖς παρόδοις ἁρπάζουσι τοῦ Σίμωνος τὴν γυναῖκα καὶ τῆς περὶ αὐτὴν θεραπείας συχνούς. [539] ἔπειτα ὡς αὐτὸν αἰχμαλωτισάμενοι τὸν Σίμωνα γεγηθότες εἰς τὴν πόλιν ὑπέστρεψαν καὶ ὅσον οὐδέπω προσεδόκων καταθέμενον τὰ ὅπλα περὶ τῆς γυναικὸς ἱκετεύσειν. [540] τὸν δὲ οὐκ ἔλεος εἰσῆλθεν ἀλλ' ὀργὴ περὶ τῆς ἡρπασμένης, καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἐλθὼν καθάπερ τὰ τρωθέντα τῶν θηρίων, ἐπειδὴ τοὺς τρώσαντας οὐ κατέλαβεν, ἐφ' οὓς εὗρε τὸν θυμὸν ἠφίει. [541] ὅσοι γοῦν λαχανείας ἕνεκεν ἢ φρυγανισμοῦ προεληλύθεσαν ἔξω πυλῶν ἀνόπλους καὶ γέροντας συλλαμβάνων ἠικίζετο καὶ διέφθειρεν, δι' ὑπερβολὴν ἀγανακτήσεως μονονουχὶ καὶ νεκρῶν γευόμενος τῶν σωμάτων. [542] πολλοὺς δὲ καὶ χειροκοπήσας εἰσέπεμπε καταπλήξασθαι τοὺς ἐχθροὺς ἅμα καὶ διαστῆσαι τὸν δῆμον ἐπιχειρῶν πρὸς τοὺς αἰτίους. [543] ἐντέταλτο δ' αὐτοῖς λέγειν, ὅτι Σίμων θεὸν ὄμνυσι τὸν πάντων ἔφορον, εἰ μὴ θᾶττον ἀποδώσουσιν αὐτῶι τὴν γυναῖκα, ῥήξας τὸ τεῖχος τοιαῦτα διαθήσειν πάντας τοὺς κατὰ τὴν πόλιν, μηδεμιᾶς φεισάμενος ἡλικίας μηδὲ ἀπὸ τῶν ἀναιτίων διακρίνας τοὺς αἰτίους. [544] τούτοις οὐ μόνον ὁ δῆμος ἀλλὰ καὶ οἱ ζηλωταὶ καταπλαγέντες ἀποπέμπουσιν αὐτῶι τὴν γυναῖκα· καὶ τότε μὲν ἐκμειλιχθεὶς ὀλίγον ἀνεπαύσατο τοῦ συνεχοῦς φόνου.

10. [545] Οὐ μόνον δὲ κατὰ τὴν Ἰουδαίαν στάσις ἦν καὶ πόλεμος ἐμφύλιος, ἀλλὰ κἀπὶ τῆς Ἰταλίας. [546] ἀνήιρητο μὲν γὰρ κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὰν Γάλβας, ἀποδεδειγμένος δὲ αὐτοκράτωρ Ὄθων ἐπολέμει Οὐιτελλίωι βασιλειῶντι· τοῦτον γὰρ ἥιρητο τὰ κατὰ Γερμανίαν τάγματα. [547] καὶ γενομένης συμβολῆς κατὰ Φρηγδίακον τῆς Γαλατίας πρός τε Οὐάλεντα καὶ Καικίνναν τοὺς Οὐιτελλίου στρατηγούς, τῆι πρώτηι μὲν ἡμέραι περιῆν Ὄθων, τῆι δὲ δευτέραι τὸ Οὐιτελλίου στρατιωτικόν· [548] καὶ πολλοῦ φόνου γενομένου διεχρήσατο μὲν Ὄθων αὑτὸν ἐν Βριξέλλωι τὴν ἧτταν πυθόμενος ἡμέρας δύο καὶ τρεῖς μῆνας κρατήσας τῶν πραγμάτων, [549] προσεχώρησε δὲ τοῖς Οὐιτελλίου στρατηγοῖς ἡ στρατιά, καὶ κατέβαινεν αὐτὸς εἰς τὴν Ῥώμην μετὰ τῆς δυνάμεως. [550] ἐν δὲ τούτωι καὶ Οὐεσπασιανὸς ἀναστὰς ἐκ τῆς Καισαρείας πέμπτηι Δαισίου μηνὸς ὥρμησεν ἐπὶ τὰ μηδέπω κατεστραμμένα τῶν τῆς Ἰουδαίας χωρίων. [551] ἀναβὰς δὲ εἰς τὴν ὀρεινὴν αἱρεῖ δύο τοπαρχίας, τήν τε Γοφνιτικὴν καὶ τὴν Ἀκραβετηνὴν καλουμένην, μεθ' ἃς Βήθηγά τε καὶ Ἐφραὶμ πολίχνια, οἷς φρουροὺς ἐγκαταστήσας μέχρι Ἱεροσολύμων ἱππάζετο· φθορὰ δ' ἦν πολλῶν καταλαμβανομένων καὶ συχνοὺς ἠιχμαλωτίζετο. [552] Κερεάλιος δὲ αὐτῶι τῶν ἡγεμόνων μοῖραν ἱππέων καὶ πεζῶν ἀναλαβὼν τὴν ἄνω καλουμένην Ἰδουμαίαν ἐπόρθει, καὶ Κάφεθρα μὲν ψευδοπολίχνιον ἐξ ἐφόδου λαβὼν ἐμπίπρησιν, ἑτέραν δὲ καλουμένην Χαραβὶν προσβαλὼν ἐπολιόρκει. [553] πάνυ δ' ἦν ἰσχυρὸν τὸ τεῖχος, καὶ τρίψεσθαι προσδοκῶντι πλείω χρόνον αἰφνιδίως ἀνοίγουσιν οἱ ἔνδον τὰς πύλας καὶ μεθ' ἱκετηριῶν προελθόντες ἑαυτοὺς παρέδοσαν. [554] Κερεάλιος δὲ τούτους παραστησάμενος ἐπὶ Χεβρὼν ἑτέρας πόλεως ἀρχαιοτάτης ἐχώρει· κεῖται δ', ὡς ἔφην, αὕτη κατὰ τὴν ὀρεινὴν οὐ πόρρω Ἱεροσολύμων· βιασάμενος δὲ τὰς εἰσόδους τὸ μὲν ἐγκαταληφθὲν πλῆθος ἡβηδὸν ἀναιρεῖ, τὸ δ' ἄστυ καταπίμπρησι. [555] καὶ πάντων ἤδη κεχειρωμένων πλὴν Ἡρωδείου καὶ Μασάδας καὶ Μαχαιροῦντος, ταῦτα δ' ὑπὸ τῶν ληιστῶν κατείληπτο, σκοπὸς ἤδη τὰ Ἱεροσόλυμα προύκειτο Ῥωμαίοις.

11. [556] Ὁ δὲ Σίμων ὡς ἐρρύσατο παρὰ τῶν ζηλωτῶν τὴν γυναῖκα, πάλιν ἐπὶ τὰ λείψανα τῆς Ἰδουμαίας ὑπέστρεψεν, καὶ περιελαύνων πανταχόθεν τὸ ἔθνος εἰς Ἱεροσόλυμα τοὺς πολλοὺς φεύγειν συνηνάγκασεν. [557] εἵπετο δὲ καὶ αὐτὸς ἐπὶ τὴν πόλιν καὶ κυκλωσάμενος αὖθις τὸ τεῖχος ὅντινα λάβοι τῶν προϊόντων κατὰ τὴν χώραν ἐργατῶν διέφθειρεν. [558] ἦν δὲ τῶι δήμωι Σίμων μὲν ἔξωθεν Ῥωμαίων φοβερώτερος, οἱ ζηλωταὶ δ' ἔνδον ἑκατέρων χαλεπώτεροι, κἀν τούτοις ἐπινοίαι κακῶν καὶ τόλμηι τὸ σύνταγμα τῶν Γαλιλαίων διέφερεν· [559] τόν τε γὰρ Ἰωάννην παρήγαγον εἰς ἰσχὺν οὗτοι, κἀκεῖνος αὐτοὺς ἐξ ἧς περιεποιήσατο δυναστείας ἠμείβετο πάντα ἐπιτρέπων δρᾶν ὧν ἕκαστος ἐπεθύμει. [560] πόθοι δ' ἦσαν ἁρπαγῆς ἀπλήρωτοι καὶ τῶν πλουσίων οἴκων ἔρευνα φόνος τε ἀνδρῶν καὶ γυναικῶν ὕβρεις ἐπαίζοντο, [561] μεθ' αἵματός τε τὰ συληθέντα κατέπινον καὶ μετ' ἀδείας ἐνεθηλυπάθουν τῶι κόρωι, κόμας συνθετιζόμενοι καὶ γυναικείας ἐσθῆτας ἀναλαμβάνοντες, καταντλούμενοι δὲ μύροις καὶ πρὸς εὐπρέπειαν ὑπογράφοντες ὀφθαλμούς. [562] οὐ μόνον δὲ κόσμον, ἀλλὰ καὶ πάθη γυναικῶν ἐμιμοῦντο καὶ δι' ὑπερβολὴν ἀσελγείας ἀθεμίτους. ἐπενόησαν ἔρωτας· ἐνηλινδοῦντο δ' ὡς πορνείωι τῆι πόλει καὶ πᾶσαν ἀκαθάρτοις ἐμίαναν ἔργοις. [563] γυναικιζόμενοι δὲ τὰς ὄψεις ἐφόνων ταῖς δεξιαῖς θρυπτόμενοί τε τοῖς βαδίσμασιν ἐπιόντες ἐξαπίνης ἐγίνοντο πολεμισταὶ τά τε ξίφη προφέροντες ἀπὸ τῶν βεβαμμένων χλανιδίων τὸν προστυχόντα διήλαυνον. [564] τοὺς ἀποδιδράσκοντας δὲ Ἰωάννην Σίμων φονικώτερον ἐξεδέχετο, καὶ διαφυγών τις τὸν ἐντὸς τείχους τύραννον ὑπὸ τοῦ πρὸ πυλῶν διεφθείρετο. [565] πᾶσα δὲ φυγῆς ὁδὸς τοῖς αὐτομολεῖν πρὸς Ῥωμαίους βουλομένοις ἀπεκέκοπτο.

12. [566] Διεστασιάζετο δὲ πρὸς τὸν Ἰωάννην ἡ δύναμις, καὶ πᾶν ὅσον [ἦν] Ἰδουμαίων ἐν αὐτῆι χωρισθὲν ἐπεχείρει τῶι τυράννωι φθόνωι τε τῆς ἰσχύος αὐτοῦ καὶ μίσει τῆς ὠμότητος. [567] συμβαλόντες δὲ ἀναιροῦσί τε πολλοὺς τῶν ζηλωτῶν καὶ συνελαύνουσι τοὺς λοιποὺς εἰς τὴν βασιλικὴν αὐλὴν κατασκευασθεῖσαν ὑπὸ Γραπτῆς· [568] συγγενὴς δὲ ἦν αὕτη τοῦ τῶν Ἀδιαβηνῶν βασιλέως Ἰζᾶ· συνεισπίπτουσι δὲ οἱ Ἰδουμαῖοι, κἀκεῖθεν εἰς τὸ ἱερὸν ἐξώσαντες τοὺς ζηλωτὰς ἐφ' ἁρπαγὴν ἐτράποντο τῶν Ἰωάννου χρημάτων· [569] κατὰ γὰρ τὴν προειρημένην αὐλὴν αὐτός τε † ὢν ἐκεῖ καὶ τὰ λάφυρα τῆς τυραννίδος κατέθετο. [570] ἐν δὲ τούτωι τὸ κατὰ τὴν πόλιν ἐσκεδασμένον πλῆθος τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν πρὸς τοὺς διαπεφευγότας ἠθροίσθη, καὶ κατάγειν αὐτοὺς παρεσκευάσατο Ἰωάννης ἐπί τε τὸν δῆμον καὶ τοὺς Ἰδουμαίους. [571] τοῖς δὲ οὐχ οὕτω τὴν ἔφοδον αὐτῶν καταδεῖσαι παρέστη μαχιμωτέροις οὖσιν ὡς τὴν ἀπόνοιαν, μὴ νύκτωρ ἐκ τοῦ ἱεροῦ παρεισδύντες αὐτούς τε διαφθείρωσι καὶ τὸ ἄστυ καταπιμπρῶσι. [572] συνελθόντες οὖν μετὰ τῶν ἀρχιερέων ἐβουλεύοντο, τίνα χρὴ τρόπον φυλάξασθαι τὴν ἐπίθεσιν. [573] θεὸς δὲ ἄρα τὰς γνώμας αὐτῶν εἰς κακὸν ἔτρεψε, καὶ χαλεπώτερον ἀπωλείας ἐπενόησαν τὸ πρὸς σωτηρίαν φάρμακον· ἵνα γοῦν καταλύσωσιν Ἰωάννην, ἔκριναν δέχεσθαι Σίμωνα καὶ μετὰ ἱκετηριῶν δεύτερον εἰσαγαγεῖν ἑαυτοῖς τύραννον. [574] ἐπεραίνετο δ' ἡ βουλή, καὶ τὸν ἀρχιερέα Ματθίαν πέμψαντες ἐδέοντο Σίμωνι εἰσελθεῖν ὃν πολλὰ ἔδεισαν· συμπαρεκάλουν δὲ οἱ ἐκ τῶν Ἱεροσολύμων τοὺς ζηλωτὰς φεύγοντες πόθωι τῶν οἴκων καὶ τῶν κτημάτων. [575] ὁ δ' αὐτοῖς ὑπερηφάνως κατανεύσας τὸ δεσπόζειν εἰσέρχεται μὲν ὡς ἀπαλλάξων τῶν ζηλωτῶν τὴν πόλιν σωτὴρ ὑπὸ τοῦ δήμου καὶ κηδεμὼν εὐφημούμενος, [576] παρελθὼν δὲ μετὰ τῆς δυνάμεως ἐσκόπει τὰ περὶ τῆς ἑαυτοῦ δυναστείας καὶ τοὺς καλέσαντας οὐχ ἧττον ἐχθροὺς ἐνόμιζεν ἢ καθ' ὧν ἐκέκλητο.

13. [577] Σίμων μὲν οὕτως ἐνιαυτῶι τρίτωι τοῦ πολέμου Ξανθικῶι μηνὶ Ἱεροσολύμων ἐγκρατὴς γίνεται· Ἰωάννης δὲ καὶ τὸ τῶν ζηλωτῶν πλῆθος εἰργόμενοι τῶν ἐξόδων τοῦ ἱεροῦ καὶ τὰ τῆς πόλεως ἀπολωλεκότες, παραχρῆμα γὰρ τὰ ἐκείνων οἱ περὶ τὸν Σίμωνα διήρπασαν, ἐν ἀπόρωι τὴν σωτηρίαν εἶχον. [578] προσέβαλλε δὲ τῶι ἱερῶι Σίμων τοῦ δήμου βοηθοῦντος, κἀκεῖνοι καταστάντες ἐπὶ τῶν στοῶν καὶ τῶν ἐπάλξεων ἠμύνοντο τὰς προσβολάς. [579] συχνοὶ δ' ἔπιπτον τῶν περὶ Σίμωνα καὶ πολλοὶ τραυματίαι κατεφέροντο· ῥαιδίως γὰρ ἐξ ὑπερδεξίου τὰς βολὰς οἱ ζηλωταὶ καὶ οὐκ ἀστόχους ἐποιοῦντο. [580] πλεονεκτοῦντες δὲ τῶι τόπωι καὶ πύργους ἔτι προσκατεσκεύασαν τέσσαρας μεγίστους, ὡς ἀφ' ὑψηλοτέρων ποιοῖντο τὰς ἀφέσεις, τὸν μὲν κατὰ τὴν ἀνατολικὴν καὶ βόρειον γωνίαν, [581] τὸν δὲ τοῦ ξυστοῦ καθύπερθεν, τὸν δὲ τρίτον κατὰ γωνίαν ἄλλην ἀντικρὺ τῆς κάτω πόλεως· [582] ὁ δὲ λοιπὸς ὑπὲρ τὴν κορυφὴν κατεσκεύαστο τῶν παστοφορίων, ἔνθα τῶν ἱερέων εἷς ἐξ ἔθους ἱστάμενος ἑκάστην ἑβδομάδα εἰσιοῦσαν προεσήμαινε σάλπιγγι δείλης καὶ τελεσθεῖσαν αὖθις περὶ ἑσπέραν, ὅτε μὲν ἀνέργειαν τῶι λαῶι καταγγέλλων, ὅτε δ' ἔργων ἔχεσθαι. [583] διέστησαν δ' ἐπὶ τῶν πύργων ὀξυβελεῖς τε καὶ λιθοβόλους μηχανὰς τούς τε τοξότας καὶ σφενδονήτας. [584] ἔνθα δὴ τὰς μὲν προσβολὰς ὀκνηροτέρας ἐποιεῖτο ὁ Σίμων μαλακιζομένων αὐτῶι τῶν πλειόνων, ἀντεῖχε δ' ὅμως περιουσίαι δυνάμεως· τὰ δὲ ἀπὸ τῶν ὀργάνων βέλη πορρωτέρω φερόμενα πολλοὺς τῶν μαχομένων ἀνήιρει.