BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον εʹ

 

___________________________________________________

 

 

 

II

 

1. [47] Προϊόντι δὲ εἰς τὴν πολεμίαν Τίτωι προῆγον μὲν οἱ βασιλικοὶ καὶ πᾶν τὸ συμμαχικόν, ἐφ' οἷς ὁδοποιοὶ καὶ μετρηταὶ στρατοπέδων, ἔπειτα τὰ τῶν ἡγεμόνων σκευοφόρα καὶ μετὰ τοὺς τούτων ὁπλίτας αὐτὸς τούς τε ἄλλους ἐπιλέκτους καὶ τοὺς λογχοφόρους ἔχων, κατόπιν δ' αὐτῶι τοῦ τάγματος τὸ ἱππικόν· [48] οὗτοι δὲ πρὸ τῶν μηχανημάτων, κἀπ' ἐκείνοις μετ' ἐπιλέκτων χιλίαρχοι καὶ σπειρῶν ἔπαρχοι, μετὰ δὲ τούτους περὶ τὸν αἰετὸν αἱ σημαῖαι, καὶ ἔμπροσθεν οἱ σαλπικταὶ τῶν σημαιῶν, ἐπὶ δὲ τούτοις ἡ φάλαγξ τὸ στῖφος εἰς ἓξ πλατύνασα. [49] τὸ δ' οἰκετικὸν ἑκάστου τάγματος ὀπίσω καὶ πρὸ τούτων τὰ σκευοφόρα, τελευταῖοι δὲ πάντων οἱ μίσθιοι καὶ τούτων φύλακες οὐραγοί. [50] προάγων δὲ τὴν δύναμιν ἐν κόσμωι, καθὰ Ῥωμαίοις σύνηθες, ἐμβάλλει διὰ τῆς Σαμαρείτιδος εἰς Γόφνα κατειλημμένην τε πρότερον ὑπὸ τοῦ πατρὸς καὶ τότε φρουρουμένην· [51] ἔνθα μίαν ἑσπέραν αὐλισάμενος ὑπὸ τὴν ἕω πρόεισι, καὶ διανύσας ἡμέρας σταθμὸν στρατοπεδεύεται κατὰ τὸν ὑπὸ Ἰουδαίων πατρίως Ἀκανθῶν αὐλῶνα καλούμενον πρός τινι κώμηι Γαβὰθ Σαοὺλ λεγομένηι, σημαίνει δὲ τοῦτο λόφον Σαούλου, διέχων ἀπὸ τῶν Ἱεροσολύμων ὅσον ἀπὸ τριάκοντα σταδίων. [52] ἀναλαβὼν δ' ἐντεῦθεν ὅσον εἰς ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων ἤιει τήν τε πόλιν περισκεψόμενος, ὅπως ὀχυρότητος ἔχοι, καὶ τὰ φρονήματα τῶν Ἰουδαίων, εἰ πρὸς τὴν ὄψιν αὐτοῦ πρὶν εἰς χεῖρας ἐλθεῖν ὑποδείσαντες ἐνδοῖεν· [53] πέπυστο γάρ, ὅπερ ἦν ἀληθές, τοῖς στασιώδεσι καὶ ληιστρικοῖς τὸν δῆμον ὑποπεπτηχότα ποθεῖν μὲν εἰρήνην, ἀσθενέστερον δὲ ὄντα τῆς ἐπαναστάσεως ἠρεμεῖν.

2. [54] Ἕως μὲν οὖν ὄρθιον ἱππάζετο τὴν λεωφόρον κατατείνουσαν πρὸς τὸ τεῖχος οὐδεὶς προυφαίνετο τῶν πυλῶν, [55] ἐπεὶ δ' ἐκ τῆς ὁδοῦ πρὸς τὸν Ψήφινον πύργον ἀποκλίνας πλάγιον ἦγε τὸ τῶν ἱππέων στῖφος, προπηδήσαντες ἐξαίφνης ἄπειροι κατὰ τοὺς Γυναικείους καλουμένους πύργους διὰ τῆς ἀντικρὺ τῶν Ἑλένης μνημείων πύλης διεκπαίουσι τῆς ἵππου, [56] καὶ τοὺς μὲν ἔτι κατὰ τὴν ὁδὸν θέοντας ἀντιμέτωποι στάντες ἐκώλυσαν συνάψαι τοῖς ἐκκλίνασι, τὸν δὲ Τίτον ἀποτέμνονται σὺν ὀλίγοις. [57] τῶι δὲ πρόσω μὲν ἦν χωρεῖν ἀδύνατον· ἐκτετάφρευτο γὰρ ἀπὸ τοῦ τείχους περὶ τὰς κηπείας ἅπαντα τοίχοις τε ἐπικαρσίοις καὶ πολλοῖς ἕρκεσι διειλημμένα· [58] τὴν δὲ πρὸς τοὺς σφετέρους ἀναδρομὴν πλήθει τῶν ἐν μέσωι πολεμίων ἀμήχανον ἑώρα καὶ τραπέντας τοὺς ἀνὰ τὴν λεωφόρον, ὧν οἱ πολλοὶ μηδὲ γινώσκοντες τὸν τοῦ βασιλέως κίνδυνον, ἀλλ' οἰόμενοι συναναστραφῆναι κἀκεῖνον ἀνέφευγον. [59] ὁ δὲ κατιδὼν ὡς ἐν μόνηι τῆι καθ' αὑτὸν ἀλκῆι κεῖται τὸ σώζεσθαι τόν τε ἵππον ἐπιστρέφει καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ἕπεσθαι μέσοις ἐμπηδᾶι τοῖς πολεμίοις διεκπαῖσαι πρὸς τοὺς σφετέρους βιαζόμενος. [60] ἔνθα δὴ μάλιστα παρέστη νοεῖν, ὅτι καὶ πολέμων ῥοπαὶ καὶ βασιλέων κίνδυνοι μέλονται θεῶι· [61] τοσούτων γὰρ ἐπὶ τὸν Τίτον ἀφιεμένων βελῶν μήτε κράνος ἔχοντα μήτε θώρακα, προῆλθε γὰρ ὡς ἔφην οὐ πολεμιστὴς ἀλλὰ κατάσκοπος, οὐδὲν ἥψατο τοῦ σώματος, κενὰ δ' ὥσπερ ἐπίτηδες ἀστοχούντων παρερροιζεῖτο πάντα. [62] ὁ δὲ ξίφει τοὺς κατὰ πλευρὸν ἀεὶ διαστέλλων καὶ πολλοὺς τῶν ἀντιπροσώπων ἀνατρέπων ἤλαυνεν ὑπὲρ τοὺς ἐρειπομένους τὸν ἵππον. [63] τῶν δὲ κραυγή τε ἦν πρὸς τὸ παράστημα τοῦ Καίσαρος καὶ παρακέλευσις ὁρμᾶν ἐπ' αὐτόν, φυγὴ δὲ καὶ χωρισμὸς ἄθρους καθ' οὓς ἐπελαύνων γένοιτο. [64] συνῆπτον δὲ οἱ τοῦ κινδύνου μετέχοντες κατὰ νῶτα καὶ κατὰ πλευρὰν νυσσόμενοι· μία γὰρ ἐλπὶς ἦν σωτηρίας ἑκάστωι τὸ συνεξανύτειν τῶι Τίτωι καὶ μὴ φθάσαντα κυκλωθῆναι. [65] δύο γοῦν τῶν ἀπωτέρω τὸν μὲν σὺν τῶι ἵππωι περισχόντες κατηκόντισαν, θάτερον δὲ καταπηδήσαντα διαφθείραντες τὸν ἵππον ἀπήγαγον, μετὰ δὲ τῶν λοιπῶν Τίτος ἐπὶ τὸ στρατόπεδον διασώζεται. [66] τοῖς μὲν οὖν Ἰουδαίοις πλεονεκτήσασι κατὰ τὴν πρώτην ἐπίθεσιν ἐπήγειρε τὰς διανοίας ἄσκεπτος ἐλπίς, καὶ πολὺ θάρσος αὐτοῖς εἰς τὸ μέλλον ἡ πρόσκαιρος ῥοπὴ προυξένει.

3. [67] Καῖσαρ δ' ὡς αὐτῶι συνέμιξε διὰ νυκτὸς τὸ ἀπὸ τῆς Ἀμμαοῦς τάγμα, μεθ' ἡμέραν ἐκεῖθεν ἄρας ἐπὶ τὸν Σκοπὸν καλούμενον πρόεισιν, ἔνθεν ἥ τε πόλις ἤδη κατεφαίνετο καὶ τὸ τοῦ ναοῦ μέγεθος ἐκλάμπον, καθὰ τῶι βορείωι κλίματι τῆς πόλεως χθαμαλὸς συνάπτων ὁ χῶρος ἐτύμως Σκοπὸς ὠνόμασται. [68] τῆς δὲ πόλεως σταδίους ἑπτὰ διέχων ἐκέλευσε περιβαλέσθαι στρατόπεδον τοῖς δύο τάγμασιν ὁμοῦ, τὸ δὲ πέμπτον τούτων ὀπίσω τρισὶ σταδίοις· κόπωι γὰρ τῆς διὰ νυκτὸς πορείας τετρυμένους ἐδόκει σκέπης ἀξίους εἶναι, ὡς ἂν ἀδεέστερον τειχίσαιντο. [69] καταρχομένων δ' ἄρτι τῆς δομήσεως καὶ τὸ δέκατον τάγμα διὰ Ἱεριχοῦντος ἤδη παρῆν, ἔνθα καθῆστό τις ὁπλιτικὴ μοῖρα φρουροῦσα τὴν ἐμβολὴν ὑπὸ Οὐεσπασιανοῦ προκατειλημμένην. [70] προσετέτακτο δ' αὐτοῖς ἓξ ἀπέχοντας τῶν Ἱεροσολύμων σταδίους στρατοπεδεύσασθαι κατὰ τὸ Ἐλαιῶν καλούμενον ὄρος, ὃ τῆι πόλει πρὸς ἀνατολὴν ἀντίκειται μέσηι φάραγγι βαθείαι διειργόμενον, ἣ Κεδρὼν ὠνόμασται.

4. [71] Τῶν δ' ἀνὰ τὸ ἄστυ συρρηγνυμένων ἀδιαλείπτως τότε πρῶτον ἀνέπαυσεν τὴν ἐπ' ἀλλήλοις ἔριν ὁ ἔξωθεν πόλεμος ἐξαίφνης πολὺς ἐπελθών· [72] καὶ μετ' ἐκπλήξεως οἱ στασιασταὶ τοὺς Ῥωμαίους ἀφορῶντες στρατοπεδευομένους τριχῆ κακῆς ὁμονοίας κατήρχοντο καὶ λόγον ἀλλήλοις ἐδίδοσαν, [73] τί μένοιεν ἢ τί παθόντες ἀνέχοιντο τρία ταῖς ἀναπνοαῖς αὐτῶν ἐπιφρασσόμενα τείχη, καὶ τοῦ πολέμου μετ' ἀδείας ἀντιπολίζοντος ἑαυτόν, οἱ δ' ὥσπερ θεαταὶ καλῶν καὶ συμφόρων ἔργων καθέζοιντο τειχήρεις τὼ χεῖρε καὶ τὰς πανοπλίας παρέντες; [74] «καθ' αὑτῶν ἄρα γενναῖοι μόνον ἡμεῖς, ἐξεβόησαν, Ῥωμαῖοι δὲ ἐκ τῆς ἡμετέρας στάσεως κερδήσουσιν ἀναιμωτὶ τὴν πόλιν.» τούτοις ἀθροίζοντες ἀλλήλους παρεκρότουν, [75] καὶ τὰς πανοπλίας ἁρπάσαντες αἰφνιδίως ἐπεκθέουσι τῶι δεκάτωι τάγματι καὶ διὰ τῆς φάραγγος ἄιξαντες μετὰ κραυγῆς ἐξαισίου τειχιζομένοις προσπίπτουσι τοῖς πολεμίοις. [76] οἱ δὲ πρὸς τὸ ἔργον διηιρημένοι καὶ διὰ τοῦτο τὰ πολλὰ τεθεικότες τῶν ὅπλων, οὔτε γὰρ θαρρήσειν τοὺς Ἰουδαίους πρὸς ἐκδρομὴν ὑπελάμβανον καὶ προθυμουμένων περισπασθήσεσθαι τὰς ὁρμὰς τῆι στάσει, [77] συνεταράχθησαν ἀδοκήτως, καὶ τῶν ἔργων ἀφέμενοι τινὲς μὲν ἀνεχώρουν εὐθέως, πολλοὶ δ' ἐπὶ τὰ ὅπλα θέοντες πρὶν ἐπιστραφῆναι πρὸς τοὺς ἐχθροὺς ἐφθάνοντο παιόμενοι. [78] προσεγίνοντο δὲ τοῖς Ἰουδαίοις ἀεὶ πλείους ἐπὶ τῶι κρατεῖν τοὺς πρώτους τεθαρρηκότες, καὶ τῶν ὄντων πολλαπλασίους ἐδόκουν σφίσι τε καὶ τοῖς πολεμίοις δεξιᾶι χρώμενοι τῆι τύχηι. [79] μάλιστα δὲ τοὺς ἐν ἔθει συντάξεως ὄντας καὶ μετὰ κόσμου καὶ παραγγελμάτων πολεμεῖν εἰδότας ἀταξία φθάσασα θορυβεῖ. διὸ καὶ τότε προληφθέντες οἱ Ῥωμαῖοι ταῖς ἐμβολαῖς εἶκον. [80] καὶ ὁπότε μὲν ἐπιστραφεῖεν οἱ καταλαμβανόμενοι, τοῦ τε δρόμου τοὺς Ἰουδαίους ἐπεῖχον καὶ διὰ τὴν ὁρμὴν ἧττον φυλαττομένους ἐτίτρωσκον, ἀεὶ δὲ πληθυούσης τῆς ἐκδρομῆς μᾶλλον ταραττόμενοι τελευταῖον ἀπὸ τοῦ στρατοπέδου τρέπονται. [81] καὶ δοκεῖ τότε ἂν κινδυνεῦσαι τὸ τάγμα πᾶν, εἰ μὴ Τίτος ἀγγελθὲν αὐτῶι τάχος ἐπεβοήθησε, καὶ πολλὰ ὀνειδίσας εἰς ἀνανδρίαν ἐπιστρέφει μὲν τοὺς φεύγοντας, [82] αὐτὸς δὲ πλαγίοις τοῖς Ἰουδαίοις προσπεσὼν μεθ' ὧν ἧκεν ἐπιλέκτων συχνοὺς μὲν ἀναιρεῖ, τιτρώσκει δὲ πλείους, τρέπεται δὲ πάντας καὶ συνωθεῖ κατὰ τῆς φάραγγος. [83] οἱ δ' ἐν τῶι κατάντει πολλὰ κακωθέντες ὡς διεξέπεσον, ἄντικρυς ἐπιστρέφονται καὶ μέσην ἔχοντες τὴν χαράδραν τοῖς Ῥωμαίοις διεμάχοντο. [84] μέχρι μὲν δὴ μέσης ἡμέρας οὕτως ἐπολέμουν, ὀλίγον δ' ἀπὸ μεσημβρίας ἐκκλίνοντος ἤδη, Τίτος τοὺς μεθ' αὑτοῦ προσβοηθήσαντας καὶ τοὺς ἀπὸ τῶν σπειρῶν τοῖς ἐκτρέχουσιν ἀντιπαρατάξας τὸ λοιπὸν τάγμα πρὸς τὸν τειχισμὸν ἀνέπεμπεν εἰς τὴν ἀκρώρειαν.

5. [85] Ἰουδαίοις δὲ τοῦτ' ἐδόκει φυγή, καὶ τοῦ σκοποῦ κατασείσαντος θοιμάτιον, ὃς αὐτοῖς ἐπὶ τοῦ τείχους καθῆστο, προπηδῶσι πλῆθος ἀκραιφνέστερον μετὰ τοσαύτης ὁρμῆς, ὡς τὸν δρόμον αὐτῶν τοῖς ἀγριωτάτοις εἰκάζειν θηρίοις. [86] ἀμέλει τῶν ἀντιπαραταχθέντων οὐδεὶς ἔμεινεν τὴν συμβολήν, ἀλλ' ὥσπερ ἐξ ὀργάνου παιόμενοι διέρρηξαν τὴν τάξιν καὶ πρὸς τὸ ὄρος τραπέντες ἀνέφευγον. [87] λείπεται δ' ἐν μέσωι τῶι προσάντει Τίτος μετ' ὀλίγων, καὶ πολλὰ τῶν φίλων παραινούντων, ὅσοι δι' αἰδῶ τὴν πρὸς τὸν ἡγεμόνα τοῦ κινδύνου καταφρονήσαντες ἔστησαν, [88] εἶξαι θανατῶσιν Ἰουδαίοις καὶ μὴ προκινδυνεύειν τούτων, οὓς ἐχρῆν πρὸ αὐτοῦ μένειν, λαμβάνειν δὲ ἔννοιαν τῆς καθ' αὑτὸν τύχης καὶ μὴ στρατιώτου τάξιν ἀποπληροῦν ὄντα καὶ τοῦ πολέμου καὶ τῆς οἰκουμένης δεσπότην, μηδ' ὀξεῖαν οὕτως ὑφίστασθαι ῥοπὴν ἐν ὧι σαλεύει τὰ πάντα, [89] τούτων οὐδ' ἀκούειν ἔδοξε, τοῖς δὲ καθ' αὑτὸν ἀνατρέχουσιν ἀνθίσταται καὶ κατὰ στόμα παίων βιαζομένους ἀνήιρει κατά τε τοῦ πρανοῦς ἀθρόοις ἐμπίπτων ἀνεώθει τὸ πλῆθος. [90] οἱ δὲ πρός τε τὸ παράστημα καὶ τὴν ἰσχὺν καταπλαγέντες οὐδ' οὕτως μὲν ἀνέφευγον εἰς τὴν πόλιν, καθ' ἕτερον δ' ἐκκλίνοντες ἀπ' αὐτοῦ τοῖς ἀνωτέρω φεύγουσι προσέκειντο. καὶ τούτοις δὲ κατὰ πλευρὰν προσβάλλων τὰς ὁρμὰς ὑπετέμνετο. [91] κἀν τούτωι καὶ τοῖς ἄνω τειχίζουσι τὸ στρατόπεδον, ὡς ἐθεάσαντο τοὺς κάτω φεύγοντας, [92] πάλιν ἐμπίπτει ταραχὴ καὶ δέος, καὶ διασκίδναται πᾶν τὸ τάγμα, δοκούντων ἀνυπόστατον μὲν εἶναι τὴν τῶν Ἰουδαίων ἐκδρομήν, τετράφθαι δ' αὐτὸν Τίτον· οὐ γὰρ ἄν ποτε τοὺς ἄλλους φεύγειν ἐκείνου μένοντος. [93] καὶ καθάπερ πανικῶι δείματι κυκλωθέντες ἄλλος ἀλλαχῆ διεφέροντο, μέχρι τινὲς κατιδόντες ἐν μέσωι τοῦ πολέμου τὸν ἡγεμόνα στρεφόμενον καὶ μέγα δείσαντες ἀμφ' αὐτῶι διαβοῶσι τὸν κίνδυνον ὅλωι τῶι τάγματι. [94] τοὺς δ' αἰδὼς ἐπέστρεφε, καὶ πλεῖόν τι φυγῆς κακίζοντες ἀλλήλους ἐπὶ τῶι καταλιπεῖν Καίσαρα πάσηι βίαι κατὰ τῶν Ἰουδαίων ἐχρῶντο καὶ κλίναντες ἅπαξ ἀπὸ τοῦ κατάντους συνώθουν αὐτοὺς εἰς τὸ κοῖλον. [95] οἱ δ' ὑπὸ πόδα χωροῦντες ἐμάχοντο, καὶ πλεονεκτοῦντες οἱ Ῥωμαῖοι τῶι καθύπερθεν εἶναι συνελαύνουσι πάντας εἰς τὴν φάραγγα. [96] προσέκειτο δὲ τοῖς καθ' αὑτὸν ὁ Τίτος καὶ τὸ μὲν τάγμα πάλιν ἐπὶ τὴν τειχοποιίαν ἔπεμψεν, αὐτὸς δὲ σὺν οἷς πρότερον ἀντιστὰς εἶργε τοὺς πολεμίους· [97] ὥστ', εἰ χρὴ μήτε θεραπείαι τι προστιθέντα μήθ' ὑφελόντα φθόνωι τἀληθὲς εἰπεῖν, αὐτὸς Καῖσαρ δὶς μὲν ἐρρύσατο κινδυνεῦσαν ὅλον τὸ τάγμα καὶ τοῦ περιβαλέσθαι τὸ στρατόπεδον αὐτοῖς ἄδειαν παρέσχε.