BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον ςʹ

 

___________________________________________________

 

 

 

V

 

1. [271] Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ἦν ἁρπαγή, φόνος δὲ τῶν καταλαμβανομένων μυρίος καὶ οὔτε ἡλικίας ἦν ἔλεος οὔτ' ἐντροπὴ σεμνότητος, ἀλλὰ καὶ παιδία καὶ γέροντες καὶ βέβηλοι καὶ ἱερεῖς ὁμοίως ἀνηιροῦντο, καὶ πᾶν γένος ἐπεξήιει περισχὼν ὁ πόλεμος, ὁμοῦ τούς τε ἱκετεύοντας καὶ τοὺς ἀμυνομένους. [272] συνήχει δὲ ἡ φλὸξ ἐπὶ πλεῖστον ἐκφερομένη τοῖς τῶν πιπτόντων στεναγμοῖς, καὶ διὰ μὲν τὸ ὕψος τοῦ λόφου καὶ τὸ τοῦ φλεγομένου μέγεθος ἔργου πᾶσαν ἄν τις ἔδοξε καίεσθαι τὴν πόλιν, τῆς δὲ βοῆς ἐκείνης οὐδὲν ἐπινοηθῆναι δύναιτ' ἂν ἢ μεῖζον ἢ φοβερώτερον. [273] τῶν τε γὰρ Ῥωμαϊκῶν ταγμάτων ἀλαλαγμὸς ἦν συμφερομένων, καὶ τῶν στασιαστῶν πυρὶ καὶ σιδήρωι κεκυκλωμένων κραυγή, τοῦ τε ἀποληφθέντος ἄνω λαοῦ τροπή τε μετ' ἐκπλήξεως εἰς τοὺς πολεμίους καὶ πρὸς τὸ πάθος οἰμωγαί. [274] συνεβόα δὲ τοῖς ἐπὶ τοῦ λόφου τὸ κατὰ τὴν πόλιν πλῆθος· ἤδη δὲ πολλοὶ τῶι λιμῶι μαραινόμενοι καὶ μεμυκότες ὡς εἶδον τὸ τοῦ ναοῦ πῦρ, εἰς ὀδυρμοὺς πάλιν καὶ κραυγὴν εὐτόνησαν· συνήχει δὲ ἥ τε Περαία καὶ τὰ πέριξ ὄρη βαρυτέραν ποιοῦντα τὴν βοήν. [275] ἦν δὲ τοῦ θορύβου τὰ πάθη φοβερώτερα· τὸν μέν γε τοῦ ἱεροῦ λόφον ἐκ ῥιζῶν ἄν τις ἔδοξε βράττεσθαι πάντοθεν τοῦ πυρὸς καταγέμοντα, δαψιλέστερον δὲ τὸ αἷμα τοῦ πυρὸς εἶναι καὶ τῶν φονευόντων πλείους τοὺς φονευομένους· [276] οὐδαμοῦ γὰρ ἡ γῆ διεφαίνετο τῶν νεκρῶν, ἀλλὰ σωροῖς ἐπιβαίνοντες οἱ στρατιῶται σωμάτων ἐπὶ τοὺς διαφεύγοντας ἔθεον. [277] τὸ μὲν οὖν ληιστρικὸν πλῆθος ὠσάμενοι τοὺς Ῥωμαίους μόλις εἰς τὸ ἔξω διεκπίπτουσιν ἱερὸν κἀκεῖθεν εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ λειφθὲν ἐπὶ τὴν ἔξω στοὰν κατέφυγε. [278] τῶν δὲ ἱερέων τινὲς τὸ μὲν πρῶτον ἀπὸ τοῦ ναοῦ τούς τε ὀβελοὺς καὶ τὰς ἕδρας αὐτῶν μολίβου πεποιημένας ἀνασπῶντες εἰς τοὺς Ῥωμαίους ἠφίεσαν, [279] αὖθις δὲ ὡς οὔτε ἤνυόν τι καὶ τὸ πῦρ ἐπ' αὐτοὺς ἀνερρήγνυτο, ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες ὄντα ὀκτάπηχυν τὸ εὖρος ἔμενον. [280] δύο γε μὴν τῶν ἐπισήμων, παρὸν σωθῆναι πρὸς Ῥωμαίους μεταστᾶσιν ἢ διακαρτερεῖν πρὸς τὴν μετὰ τῶν ἄλλων τύχην, ἑαυτοὺς ἔρριψαν εἰς τὸ πῦρ καὶ τῶι ναῶι συγκατεφλέγησαν, Μηϊρός τε υἱὸς Βελγᾶ καὶ Ἰώσηπος Δαλαίου. 

2. [281] Ῥωμαῖοι δὲ μάταιον τὴν ἐπὶ τοῖς πέριξ φειδὼ κρίναντες τοῦ ναοῦ φλεγομένου πάντα συνεπίμπρασαν, τά τε λείψανα τῶν στοῶν καὶ τὰς πύλας πλὴν δύο, τῆς μὲν ἐκ τῶν ἀνατολικῶν τῆς δὲ μεσημβρινῆς· καὶ ταύτας ὕστερον κατέσκαψαν. [282] ἔκαιον δὲ καὶ τὰ γαζοφυλάκια, ἐν οἷς ἄπειρον μὲν χρημάτων πλῆθος ἄπειροι δ' ἐσθῆτες καὶ ἄλλα κειμήλια, συνελόντι δ' εἰπεῖν, πᾶς ὁ Ἰουδαίων σεσώρευτο πλοῦτος, ἀνεσκευασμένων ἐκεῖ τοὺς οἴκους τῶν εὐπόρων. [283] ἧκον δὲ καὶ ἐπὶ τὴν λοιπὴν στοὰν τοῦ ἔξωθεν ἱεροῦ· καταφεύγει δ' ἐπ' αὐτὴν ἀπὸ τοῦ δήμου γύναια καὶ παιδία καὶ σύμμικτος ὄχλος εἰς ἑξακισχιλίους. [284] πρὶν δὲ Καίσαρα κρῖναί τι περὶ αὐτῶν ἢ κελεῦσαι τοὺς ἡγεμόνας, φερόμενοι τοῖς θυμοῖς οἱ στρατιῶται τὴν στοὰν ὑφάπτουσι, καὶ συνέβη τοὺς μὲν ῥιπτοῦντας αὑτοὺς ἐκ τῆς φλογὸς διαφθαρῆναι, τοὺς δὲ ἐν αὐτῆι· περιεσώθη δὲ ἐκ τοσούτων οὐδείς. [285] τούτοις αἴτιος τῆς ἀπωλείας ψευδοπροφήτης τις κατέστη κατ' ἐκείνην κηρύξας τὴν ἡμέραν τοῖς ἐπὶ τῆς πόλεως, ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. [286] πολλοὶ δ' ἦσαν ἐγκάθετοι παρὰ τῶν τυράννων τότε πρὸς τὸν δῆμον προφῆται προσμένειν τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν καταγγέλλοντες, ὡς ἧττον αὐτομολοῖεν καὶ τοὺς ἐπάνω δέους καὶ φυλακῆς γενομένους ἐλπὶς παρακροτοίη. [287] πείθεται δὲ ταχέως ἄνθρωπος ἐν συμφοραῖς, ὅταν δ' ἤδη καὶ τῶν κατεχόντων δεινῶν ἀπαλλαγὴν ὁ ἐξαπατῶν ὑπογράφηι, τόθ' ὁ πάσχων ὅλος γίνεται τῆς ἐλπίδος. 

3. [288] Τὸν γοῦν ἄθλιον δῆμον οἱ μὲν ἀπατεῶνες καὶ καταψευδόμενοι τοῦ θεοῦ τηνικαῦτα παρέπειθον, τοῖς δ' ἐναργέσι καὶ προσημαίνουσι τὴν μέλλουσαν ἐρημίαν τέρασιν οὔτε προσεῖχον οὔτ' ἐπίστευον, ἀλλ' ὡς ἐμβεβροντημένοι καὶ μήτε ὄμματα μήτε ψυχὴν ἔχοντες τῶν τοῦ θεοῦ κηρυγμάτων παρήκουσαν, [289] τοῦτο μὲν ὅτε ὑπὲρ τὴν πόλιν ἄστρον ἔστη ῥομφαίαι παραπλήσιον καὶ παρατείνας ἐπ' ἐνιαυτὸν κομήτης, [290] τοῦτο δ' ἡνίκα πρὸ τῆς ἀποστάσεως καὶ τοῦ πρὸς τὸν πόλεμον κινήματος ἀθροιζομένου τοῦ λαοῦ πρὸς τὴν τῶν ἀζύμων ἑορτήν, ὀγδόη δ' ἦν Ξανθικοῦ μηνός, κατὰ νυκτὸς ἐνάτην ὥραν τοσοῦτο φῶς περιέλαμψε τὸν βωμὸν καὶ τὸν ναόν, ὡς δοκεῖν ἡμέραν εἶναι λαμπράν, καὶ τοῦτο παρέτεινεν ἐφ' ἡμίσειαν ὥραν· [291] ὃ τοῖς μὲν ἀπείροις ἀγαθὸν ἐδόκει, τοῖς δὲ ἱερογραμματεῦσι πρὸς τῶν ἀποβεβηκότων εὐθέως ἐκρίθη. [292] καὶ κατὰ τὴν αὐτὴν ἑορτὴν βοῦς μὲν ἀχθεῖσα ὑπό του πρὸς τὴν θυσίαν ἔτεκεν ἄρνα ἐν τῶι ἱερῶι μέσωι, [293] ἡ δ' ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ μὲν οὖσα καὶ στιβαρωτάτη, κλειομένη δὲ περὶ δείλην μόλις ὑπ' ἀνθρώπων εἴκοσι, καὶ μοχλοῖς μὲν ἐπερειδομένη σιδηροδέτοις, κατάπηγας δὲ ἔχουσα βαθυτάτους εἰς τὸν οὐδὸν ὄντα διηνεκοῦς λίθου καθιεμένους, ὤφθη κατὰ νυκτὸς ὥραν ἕκτην αὐτομάτως ἠνοιγμένη. [294] δραμόντες δὲ οἱ τοῦ ἱεροῦ φύλακες ἤγγειλαν τῶι στρατηγῶι, κἀκεῖνος ἀναβὰς μόλις αὐτὴν ἴσχυσεν κλεῖσαι. [295] πάλιν τοῦτο τοῖς μὲν ἰδιώταις κάλλιστον ἐδόκει τέρας· ἀνοῖξαι γὰρ τὸν θεὸν αὐτοῖς τὴν τῶν ἀγαθῶν πύλην· οἱ λόγιοι δὲ λυομένην αὐτομάτως τοῦ ναοῦ τὴν ἀσφάλειαν ἐνενόουν, καὶ πολεμίοις δῶρον ἀνοίγεσθαι τὴν πύλην, δηλωτικόν τε ἐρημίας ἀπέφαινον ἐν αὑτοῖς τὸ σημεῖον. [296] μετὰ δὲ τὴν ἑορτὴν οὐ πολλαῖς ἡμέραις ὕστερον, μιᾶι καὶ εἰκάδι Ἀρτεμισίου μηνός, φάσμα τι δαιμόνιον ὤφθη μεῖζον πίστεως· [297] τερατεία δὲ ἂν ἔδοξεν οἶμαι τὸ ῥηθησόμενον, εἰ μὴ καὶ παρὰ τοῖς θεασαμένοις ἱστόρητο καὶ τὰ ἐπακολουθήσαντα πάθη τῶν σημείων ἦν ἄξια· [298] πρὸ γὰρ ἡλίου δύσεως ὤφθη μετέωρα περὶ πᾶσαν τὴν χώραν ἅρματα καὶ φάλαγγες ἔνοπλοι διάιττουσαι τῶν νεφῶν καὶ κυκλούμεναι τὰς πόλεις. [299] κατὰ δὲ τὴν ἑορτήν, ἣ πεντηκοστὴ καλεῖται, νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἔνδον ἱερόν, ὥσπερ αὐτοῖς ἔθος πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαβέσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας «μεταβαίνομεν ἐντεῦθεν.» τὸ δὲ τούτων φοβερώτερον, [300] Ἰησοῦς γάρ τις υἱὸς Ἀνανίου τῶν ἰδιωτῶν ἄγροικος πρὸ τεσσάρων ἐτῶν τοῦ πολέμου τὰ μάλιστα τῆς πόλεως εἰρηνευομένης καὶ εὐθηνούσης, ἐλθὼν εἰς τὴν ἑορτήν, ἐν ἧι σκηνοποιεῖσθαι πάντας ἔθος τῶι θεῶι, κατὰ τὸ ἱερὸν ἐξαπίνης ἀναβοᾶν ἤρξατο «φωνὴ ἀπὸ ἀνατολῆς, [301] φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ τὸν λαὸν πάντα.» τοῦτο μεθ' ἡμέραν καὶ νύκτωρ κατὰ πάντας τοὺς στενωποὺς περιήιει κεκραγώς. [302] τῶν δὲ ἐπισήμων τινὲς δημοτῶν ἀγανακτήσαντες πρὸς τὸ κακόφημον συλλαμβάνουσι τὸν ἄνθρωπον καὶ πολλαῖς αἰκίζονται πληγαῖς. ὁ δὲ οὔθ' ὑπὲρ αὑτοῦ φθεγξάμενος οὔτε ἰδίαι πρὸς τοὺς παίοντας, ἃς καὶ πρότερον φωνὰς βοῶν διετέλει. [303] νομίσαντες δὲ οἱ ἄρχοντες, ὅπερ ἦν, δαιμονιώτερον τὸ κίνημα τἀνδρὸς ἀνάγουσιν αὐτὸν ἐπὶ τὸν παρὰ Ῥωμαίοις ἔπαρχον. [304] ἔνθα μάστιξι μέχρι ὀστέων ξαινόμενος οὔθ' ἱκέτευσεν οὔτ' ἐδάκρυσεν, ἀλλ' ὡς ἐνῆν μάλιστα τὴν φωνὴν ὀλοφυρτικῶς παρεγκλίνων πρὸς ἑκάστην [305] ἀπεκρίνατο πληγήν «αἰαὶ Ἱεροσολύμοις.» τοῦ δ' Ἀλβίνου διερωτῶντος, οὗτος γὰρ ἔπαρχος ἦν, τίς εἴη καὶ πόθεν, καὶ διὰ τί ταῦτα φθέγγοιτο, πρὸς ταῦτα μὲν οὐδ' ὁτιοῦν ἀπεκρίνατο, τὸν δὲ ἐπὶ τῆι πόλει θρῆνον εἴρων οὐ διέλειπεν, μέχρι καταγνοὺς μανίαν ὁ Ἀλβῖνος ἀπέλυσεν αὐτόν. [306] ὁ δὲ τὸν μέχρι τοῦ πολέμου χρόνον οὔτε προσήιει τινὶ τῶν πολιτῶν οὔτε ὤφθη λαλῶν, ἀλλὰ καθ' ἡμέραν ὥσπερ εὐχὴν μεμελετηκώς «αἰαὶ Ἱεροσολύμοις» ἐθρήνει. [307] οὔτε δέ τινι τῶν τυπτόντων αὐτὸν ὁσημέραι κατηρᾶτο οὔτε τοὺς τροφῆς μεταδιδόντας εὐλόγει, μία δὲ πρὸς πάντας ἦν ἡ σκυθρωπὴ κληιδὼν ἀπόκρισις. [308] μάλιστα δ' ἐν ταῖς ἑορταῖς ἐκεκράγει· καὶ τοῦτ' ἐφ' ἑπτὰ ἔτη καὶ μῆνας πέντε εἴρων οὔτ' ἤμβλυνεν τὴν φωνὴν οὔτ' ἔκαμεν, μέχρις οὗ κατὰ τὴν πολιορκίαν ἔργα τῆς κληιδόνος ἰδὼν ἀνεπαύσατο. [309] περιιὼν γὰρ ἀπὸ τοῦ τείχους «αἰαὶ πάλιν τῆι πόλει καὶ τῶι λαῶι καὶ τῶι ναῶι» διαπρύσιον ἐβόα, ὡς δὲ τελευταῖον προσέθηκεν «αἰαὶ δὲ κἀμοί», λίθος ἐκ τοῦ πετροβόλου σχασθεὶς καὶ πλήξας αὐτὸν παραχρῆμα κτείνει, φθεγγομένην δ' ἔτι τὰς κληιδόνας ἐκείνας τὴν ψυχὴν ἀφῆκε. 

4. [310] Ταῦτά τις ἐννοῶν εὑρήσει τὸν μὲν θεὸν ἀνθρώπων κηδόμενον καὶ παντοίως προσημαίνοντα τῶι σφετέρωι γένει τὰ σωτήρια, τοὺς δ' ὑπ' ἀνοίας καὶ κακῶν αὐθαιρέτων ἀπολλυμένους, [311] ὅπου γε Ἰουδαῖοι καὶ τὸ ἱερὸν μετὰ τὴν καθαίρεσιν τῆς Ἀντωνίας τετράγωνον ἐποίησαν, ἀναγεγραμμένον ἐν τοῖς λογίοις ἔχοντες ἁλώσεσθαι τὴν πόλιν καὶ τὸν ναόν, ἐπειδὰν τὸ ἱερὸν γένηται τετράγωνον. [312] τὸ δ' ἐπᾶραν αὐτοὺς μάλιστα πρὸς τὸν πόλεμον ἦν χρησμὸς ἀμφίβολος ὁμοίως ἐν τοῖς ἱεροῖς εὑρημένος γράμμασιν, ὡς κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπὸ τῆς χώρας αὐτῶν τις ἄρξει τῆς οἰκουμένης. [313] τοῦθ' οἱ μὲν ὡς οἰκεῖον ἐξέλαβον καὶ πολλοὶ τῶν σοφῶν ἐπλανήθησαν περὶ τὴν κρίσιν, ἐδήλου δ' ἄρα τὴν Οὐεσπασιανοῦ τὸ λόγιον ἡγεμονίαν ἀποδειχθέντος ἐπὶ Ἰουδαίας αὐτοκράτορος. [314] ἀλλὰ γὰρ οὐ δυνατὸν ἀνθρώποις τὸ χρεὼν διαφυγεῖν οὐδὲ προορωμένοις. [315] οἱ δὲ καὶ τῶν σημείων ἃ μὲν ἔκριναν πρὸς ἡδονὴν ἃ δὲ ἐξουθένησαν, μέχρις οὗ τῆι τε ἁλώσει τῆς πατρίδος καὶ τῶι σφῶν αὐτῶν ὀλέθρωι διηλέγχθησαν τὴν ἄνοιαν.