BIBLIOTHECA AUGUSTANA

 

Attikos

floruit ca. 176 p. Chr. n.

 

Ἀποσπάσματα

 

Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους

τὰ Πλάτωνος ὑπισχνουμένους

 

________________________________________________________

 

 

 

Frag. 3  (Mullach/Baudry 3), Eus., Pr. ev., XV, 5,1-14

 

 

(εʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν διενεχθέντα Μωσεῖ

καὶ Πλάτωνι ἐν τῶι περὶ προνοίας λόγωι.)

 

[5.1] Πάλιν Μωσέως καὶ τῶν παρ᾽ Ἑβραίοις προφητῶν, οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς διατεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ θεῖον τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ θεοῦ διοικήσεως· ἐφ᾽ οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος, ὧδέ πηι διεξιόντος·

 

[5.2] Ὄντος δ᾽ ἔτι μεγίστου καὶ κυριωτάτου τῶν εἰς εὐδαιμονίαν συντελούντων τοῦ περὶ τῆς προνοίας πείσματος, ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλομεν ἀγνοεῖν

 

πότερον δίκαι τεῖχος ὕψιον

ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει

ἐπιχθονίων γένος ἀνδρῶν,

 

ὁ μὲν Πλάτων εἰς θεὸν καὶ ἐκ θεοῦ πάντ᾽ ἀνάπτει· φησὶ γὰρ αὐτὸν «ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων ἁπάντων ἔχοντ᾽ εὐθείαι περαίνειν περιπορευόμενον»· καὶ αὖ πάλιν φησὶν αὐτὸν «ἀγαθὸν εἶναι, ἀγαθῶι δὲ μηδένα φθόνον ἐγγίγνεσθαι περὶ μηδενός· τούτου δ᾽ ἐκτὸς ὄντα πάντ᾽ ὅτι μάλιστ᾽» ἀγαθὰ ποιεῖν, «εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας»· πάντων δ᾽ «ἐπιμελούμενον» καὶ πάντα κατὰ δύναμιν «κοσμοῦντα πεφροντικέναι» καὶ τῶν ἀνθρώπων.

 

[5.3] Καὶ μετὰ βραχέα·

 

Καὶ ὁ μὲν Πλάτων οὕτως. Ὁ δὲ τὴν δαιμονίαν ταύτην φύσιν ἐκποδὼν ποιούμενος καὶ τήν γ᾽ εἰσαῦθις ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων τήν τ᾽ ἐν τῶι παρόντι πρὸς τῶν κρειττόνων εὐλάβειαν ἀφαιρούμενος τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; ἢ πῶς ἂν ἐφ᾽ ἃ βούλεται Πλάτων παρακαλέσαι καὶ πιστώσαιτο τὰ εἰρημένα; [5.4] πᾶν γὰρ τοὐναντίον συνεργὸς ἂν οὗτός γε καὶ συναγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη· πᾶς γάρ τις ἄνθρωπος ὢν καὶ ταῖς ἀνθρωπίναις ὀρέξεσι κατισχημένος, ἂν καταφρονήσηι τῶν θεῶν καὶ μηδὲν νομίσηι πρὸς αὑτόν, ἅτε πόρρω μὲν αὐτῶν ἀπωικισμένος ἐν τῶι ζῆν, ἀποθανὼν δ᾽ οὐδ᾽ ἔτι ὤν, ἕτοιμος ἂν ἔλθοι πρὸς τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις. [5.5] Πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ ἀδύνατον, ἄν γ᾽ ἀνθρώπους δέηι λανθάνειν· οὐ μὴν ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν πεφωρακότων κρατεῖν δυνατός ἐστιν· ὥσθ᾽ ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν ἡ τῆς προνοίας ἀπόγνωσις· [5.6] ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν, ὅστις τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθὸν καὶ τὴν ἐκ θεῶν ἄδειαν παρασχόμενος ἔτι μηχανὴν πρὸς τὸ μὴ ἀδικεῖν πορίζειν οἴεται, ὅμοιόν τι ποιῶν ἰατρῶι τὴν μὲν ἔτι ζῶντος τοῦ κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένωι πρὸς σωτηρίαν τοῦ τεθνεῶτος. [5.7] Παραπλησίως δὲ τούτωι καὶ ὁ Περιπατητικός· οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν σπουδὴ ὡς ἡ πρὸς τὸ θεῖον ὅτι κήδοιτο ἀπιστία τὴν ἀδικίαν ἐπιρρώννυσι. Τί οὖν; φήσαι τις ἄν, ἐν ταὐτῶι τάττεις Ἀριστοτέλην καὶ Ἐπίκουρον; πάνυ μὲν οὖν, ὥς γε πρὸς τὸ προκείμενον· [5.8] τί γὰρ διαφέρει πρὸς ἡμᾶς ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοικίσασθαι καὶ μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν κόσμωι τοὺς θεοὺς καθείρξαντα τῶν ἐπὶ γῆς πραγμάτων ἀποστῆσαι; κατ᾽ ἴσον γὰρ παρ᾽ ἀμφοτέροις τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους καὶ ἴση τοῖς ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια· τὸ δ᾽ ἐκείνων μενόντων κατ᾽ οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύειν μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ ταύτηι γε καὶ κατ᾽ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται· [5.9] τὰς γοῦν βελτίονας ἀπορροίας αὐτῶν φασι τοῖς μετασχοῦσι μεγάλων ἀγαθῶν παραιτίας γίνεσθαι. Ἀλλ᾽ οὔτε τοῦτον οὔτ᾽ ἐκεῖνον δίκαιον ἐν προνοίας ἀριθμεῖσθαι λόγωι· εἴπερ γὰρ καὶ κατ᾽ Ἐπίκουρον τὸ τῆς προνοίας οἴχεται, καίτοι τῶν θεῶν κατ᾽ αὐτὸν πᾶσαν κηδεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων, οὕτως ἂν οἴχοιτο καὶ κατ᾽ Ἀριστοτέλην τὸ τῆς προνοίας, εἰ καὶ τὰ κατ᾽ οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμωι διοικεῖται· [5.10] πρόνοιαν γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν, ἧς οὐ μέτεστι τῶι μήτε δαίμονας μήτε ἥρωας μήθ᾽ ὅλως ἐπιδιαμένειν δύνασθαι τὰς ψυχὰς συγκεχωρηκότι.

[5.11] Ἐκεῖνο δ᾽ ἐμοὶ κριτῆι καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας εἰς ταὐτὸν ἐλθόντας, αὐτοὺς καθάπερ εἰς ἀλλοδαπὴν ἀπώικισε καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον αὐτῶν τῆι ἀποστάσει καὶ τῆι πρὸς ἅπαν ἀκοινωνησίαι παραιτούμενος. [5.12] Ὁ δὲ περιττὸς ἡμῖν οὗτος τῆς φύσεως εὑρετὴς καὶ τῶν θείων πραγμάτων ἐπιγνώμων ἀκριβὴς ὑπ᾽ αὐτὴν τὴν ὄψιν τῶν θεῶν τἀνθρώπινα πράγματα ὑποθεὶς εἴασεν ἀτημέλητα καὶ ἀφρόντιστα, φύσει τινὶ καὶ οὐ θεοῦ λογισμῶι διοικούμενα· ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ᾽ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι ὃ κατ᾽ Ἐπικούρου τινὲς μαντεύονται, ὡς ἄρα μὴ κατὰ γνώμην ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατένειμεν ἐν τῶι παντὶ χώραν ὥσπερ ἐν θεάτρωι θέαν· [5.13] τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τἀνδρός, ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμᾶς ἐνέργειαν, ἐξ ἧς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. Τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ· ἀποστήσας καὶ παραδοὺς ὄψει μόνηι τὴν πίστιν πραγματείαι κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος, τάχ᾽ ἂν αἰδοῖ δοκοίη λέγειν ταῦτ᾽ εἶναι θεούς· [5.14] οὐ γὰρ ἀπολιπὼν ἔξω τι τοῦ κόσμου ἀλλ᾽ οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεοὺς ἀνάγκην ἔσχεν ἢ παντάπασιν ἄθεος ὁμολογεῖν ἢ τὴν τοῦ δοκεῖν ἀπολείπειν θεοὺς δόξαν ἀνασώιζειν, ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας· ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν παραιτησάμενος τῆι ἀμιξίαι ἔοικεν εὐσχημόνως ἀπιστεῖν τοῖς θεοῖς.

 

Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην χρεωκοποῦντα τὸν περὶ προνοίας λόγον· ὁ δ᾽ αὐτὸς ἔτι καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι, πρὸς τὸν αὐτὸν ἀποτεινόμενος μὴ βουλόμενον γενητὸν εἶναι τὸν κόσμον.