BIBLIOTHECA AUGUSTANA

 

Marcus Aurelius

121 - 180

 

Τὰ εἰς ἑαυτόν

 

Βιβλίον ηʹ

ca. 174/180

 

___________________________________________________

 

 

 

Βιβλίον ηʹ

 

1.

[1] Καὶ τοῦτο πρὸς τὸ ἀκενόδοξον φέρει, ὅτι οὐκέτι δύνασαι τὸν βίον ὅλον ἢ τόν γε ἀπὸ νεότητος φιλόσοφον βεβιωκέναι, ἀλλὰ πολλοῖς τε ἄλλοις καὶ αὐτὸς ἑαυτῶι δῆλος γέγονας πόρρω φιλοσοφίας ὤν. [2] πέφυρσαι οὖν, ὥστε τὴν μὲν δόξαν τὴν τοῦ φιλοσόφου κτήσασθαι οὐκέτι σοι ῥάιδιον· ἀνταγωνίζεται δὲ καὶ ἡ ὑπόθεσις. [3] εἴπερ οὖν ἀληθῶς ἑώρακας ποῦ κεῖται τὸ πρᾶγμα, τὸ μὲν τί δόξεις ἄφες, ἀρκέσθητι δέ, εἰ κἂν τὸ λοιπὸν τοῦ βίου ὅσον δήποτε, <ἧι> ἡ [σὴ] φύσις σοῦ θέλει, βιώσηι. [4] κατανόησον οὖν τί θέλει, καὶ ἄλλο μηδέν σε περισπάτω· πεπείρασαι γὰρ περὶ πόσα πλανηθεὶς οὐδαμοῦ εὗρες τὸ εὖ ζῆν, [5] οὐκ ἐν συλλογισμοῖς, οὐκ ἐν πλούτωι, οὐκ ἐν δόξηι, οὐκ ἐν ἀπολαύσει, οὐδαμοῦ. [6] ποῦ οὖν ἐστιν; ἐν τῶι ποιεῖν ἃ ἐπιζητεῖ ἡ τοῦ ἀνθρώπου φύσις. πῶς οὖν ταῦτα ποιήσει; ἐὰν δόγματα ἔχηι ἀφ᾽ ὧν αἱ ὁρμαὶ καὶ αἱ πράξεις. τίνα δόγματα; τὰ περὶ ἀγαθῶν καὶ κακῶν, ὡς οὐδενὸς μὲν ἀγαθοῦ ὄντος ἀνθρώπωι ὃ οὐχὶ ποιεῖ δίκαιον, σώφρονα, ἀνδρεῖον, ἐλεύθερον, οὐδενὸς δὲ κακοῦ ὃ οὐχὶ ποιεῖ τἀναντία τοῖς εἰρημένοις.

2.

[1] Καθ᾽ ἑκάστην πρᾶξιν ἐρώτα σεαυτόν· πῶς μοι αὕτη ἔχει; μὴ μετανοήσω ἐπ᾽ αὐτῆι; μικρὸν καὶ τέθνηκα καὶ πάντ᾽ ἐκ μέσου· [2] τί πλέον ἐπιζητῶ, εἰ τὸ παρὸν ἔργον ζώιου νοεροῦ καὶ κοινωνικοῦ καὶ ἰσονόμου θεῶι;

3.

[1] Ἀλέξανδρος [δὲ] καὶ Γάιος καὶ Πομπήιος τί πρὸς Διογένη καὶ Ἡράκλειτον καὶ Σωκράτην; [2] οἱ μὲν γὰρ εἶδον τὰ πράγματα καὶ τὰς αἰτίας καὶ τὰς ὕλας, καὶ τὰ ἡγεμονικὰ ἦν αὐτῶν αὐτά<ρκη>, ἐκεί<νων> δὲ ὅσων πρόνοια καὶ δουλεία πόσων.

4.

[1] Ὅτι οὐδὲν ἧττον τὰ αὐτὰ ποιήσουσι, κἂν σὺ διαρραγῆις.

5.

[1] Τὸ πρῶτον μὴ ταράσσου· πάντα γὰρ κατὰ τὴν τοῦ ὅλου φύσιν, καὶ ὀλίγου χρόνου οὐδεὶς οὐδαμοῦ ἔσηι, ὥσπερ οὐδὲ Ἁδριανὸς οὐδὲ Αὔγουστος. [2] ἔπειτα ἀτενίσας εἰς τὸ πρᾶγμα ἴδε αὐτὸ καὶ συμμνημονεύσας ὅτι ἀγαθόν σε ἄνθρωπον εἶναι δεῖ καὶ τί τοῦ ἀνθρώπου ἡ φύσις ἀπαιτεῖ, πρᾶξον τοῦτο ἀμεταστρεπτὶ καὶ εἰπέ, ὡς δικαιότατον φαίνεταί σοι· μόνον εὐμενῶς καὶ αἰδημόνως καὶ ἀνυποκρίτως.

6.

[1] Ἡ τῶν ὅλων φύσις τοῦτο ἔργον ἔχει, τὰ ὧδε ὄντα ἐκεῖ μετατιθέναι, μεταβάλλειν, αἴρειν ἔνθεν καὶ ἐκεῖ φέρειν. [2] πάντα τροπαί· ἀλλὰ ἴσαι καὶ αἱ ἀπονεμήσεις. πάντα συνήθη· οὐχ ὥστε φοβηθῆναι, μή τι καινόν.

7.

[1] Ἀρκεῖται πᾶσα φύσις ἑαυτῆι εὐοδούσηι, φύσις δὲ λογικὴ εὐοδεῖ ἐν μὲν φαντασίαις μήτε ψευδεῖ μήτε ἀδήλωι συγκατατιθεμένη, τὰς ὁρμὰς δὲ ἐπὶ τὰ κοινωνικὰ ἔργα μόνα ἀπευθύνουσα, τὰς ὀρέξεις δὲ καὶ τὰς ἐκκλίσεις τῶν ἐφ᾽ ἡμῖν μόνων περιποιουμένη, τὸ δὲ ὑπὸ τῆς κοινῆς φύσεως ἀπονεμόμενον πᾶν ἀσπαζομένη· [2] μέρος γὰρ αὐτῆς ἐστιν ὡς ἡ τοῦ φύλλου φύσις τῆς τοῦ φυτοῦ φύσεως· πλὴν ὅτι ἐκεῖ μὲν ἡ τοῦ φύλλου φύσις μέρος ἐστὶ φύσεως καὶ ἀναισθήτου καὶ ἀλόγου καὶ ἐμποδίζεσθαι δυναμένης, ἡ δὲ τοῦ ἀνθρώπου φύσις μέρος ἐστὶν ἀνεμποδίστου φύσεως καὶ νοερᾶς καὶ δικαίας, εἴγε ἴσους καὶ κατ᾽ ἀξίαν τοὺς μερισμοὺς χρόνων, οὐσίας, αἰτίου, ἐνεργείας, συμβάσεως ἑκάστοις ποιεῖται. [3] σκόπει δέ, μὴ εἰ τὸ <ἓν> πρὸς τὸ ἓν ἴσον εὑρήσεις ἐπὶ παντός, ἀλλὰ εἰ συλλήβδην τὰ πάντα τοῦδε πρὸς ἀθρόα τὰ τοῦ ἑτέρου.

8.

[1] Ἀναγινώσκειν οὐκ ἔξεστιν. ἀλλὰ ὕβριν ἀνείργειν ἔξεστιν· ἀλλὰ ἡδονῶν καὶ πόνων καθυπερτερεῖν ἔξεστιν· ἀλλὰ τοῦ δοξαρίου ὑπεράνω εἶναι ἔξεστιν· ἀλλὰ ἀναισθήτοις καὶ ἀχαρίστοις μὴ θυμοῦσθαι, προσέτι κήδεσθαι αὐτῶν ἔξεστιν.

9.

[1] Μηκέτι σου μηδεὶς ἀκούσηι καταμεμφομένου τὸν ἐν αὐλῆι βίον μηδὲ σὺ σεαυτοῦ.

10.

[1] Ἡ μετάνοιά ἐστιν ἐπίληψίς τις ἑαυτοῦ ὡς χρήσιμόν τι παρεικότος· τὸ δὲ ἀγαθὸν χρήσιμόν τι δεῖ εἶναι καὶ ἐπιμελητέον αὐτοῦ τῶι καλῶι καὶ ἀγαθῶι ἀνδρί· οὐδεὶς δ᾽ ἂν καλὸς καὶ ἀγαθὸς ἀνὴρ μετανοήσειεν ἐπὶ τῶι ἡδονήν τινα παρεικέναι· οὔτε ἄρα χρήσιμον οὔτε ἀγαθὸν ἡδονή.

11.

[1] Τοῦτο τί ἐστιν αὐτὸ καθ᾽ αὑτὸ τῆι ἰδίαι κατασκευῆι, τί μὲν τὸ οὐσιῶδες αὐτοῦ καὶ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες, τί δὲ ποιεῖ ἐν τῶι κόσμωι, πόσον δὲ χρόνον ὑφίσταται;

12.

[1] Ὅταν ἐξ ὕπνου δυσχερῶς ἐγείρηι, ἀναμιμνήισκου ὅτι κατὰ τὴν κατασκευήν σου ἐστὶ καὶ κατὰ τὴν ἀνθρωπικὴν φύσιν τὸ πράξεις κοινωνικὰς ἀποδιδόναι, τὸ δὲ καθεύδειν κοινὸν καὶ τῶν ἀλόγων ζώιων· ὃ δὲ κατὰ φύσιν ἑκάστωι, τοῦτο οἰκειότερον καὶ προσφυέστερον καὶ δὴ καὶ προσηνέστερον.

13.

[1] Διηνεκῶς καὶ ἐπὶ πάσης, εἰ οἷόν τε, φαντασίας φυσιολογεῖν, παθολογεῖν, διαλεκτικεύεσθαι.

14.

[1] Ὣι ἂν ἐντυγχάνηις, εὐθὺς ἑαυτῶι πρόλεγε· οὗτος τίνα δόγματα ἔχει περὶ ἀγαθῶν καὶ κακῶν; [2] εἰ γὰρ περὶ ἡδονῆς καὶ πόνου καὶ τῶν ποιητικῶν ἑκατέρου καὶ περὶ δόξης, ἀδοξίας, θανάτου, ζωῆς, τοιάδε τινὰ δόγματα ἔχει, οὐδὲν θαυμαστὸν ἢ ξένον μοι δόξει, ἐὰν τάδε τινὰ ποιῆι, καὶ μεμνήσομαι ὅτι ἀναγκάζεται οὕτως ποιεῖν.

15.

[1] Μέμνησο ὅτι, ὥσπερ αἰσχρόν ἐστι ξενίζεσθαι, εἰ ἡ συκῆ σῦκα φέρει, οὕτως, εἰ ὁ κόσμος τάδε τινὰ φέρει ὧν ἐστι φορός· καὶ ἰατρῶι δὲ καὶ κυβερνήτηι αἰσχρὸν ξενίζεσθαι, εἰ πεπύρεχεν οὗτος ἢ εἰ ἀντίπνοια γέγονεν.

16.

[1] Μέμνησο ὅτι καὶ τὸ μετατίθεσθαι καὶ ἕπεσθαι τῶι διορθοῦντι ὁμοίως ἐλεύθερόν ἐστι· [2] σὴ γὰρ ἐνέργεια, κατὰ τὴν σὴν ὁρμὴν καὶ κρίσιν καὶ δὴ καὶ κατὰ νοῦν τὸν σὸν περαινομένη.

17.

[1] Εἰ μὲν ἐπὶ σοί, τί αὐτὸ ποιεῖς; εἰ δὲ ἐπ᾽ ἄλλωι, τίνι μέμφηι; ταῖς ἀτόμοις ἢ τοῖς θεοῖς; ἀμφότερα μανιώδη. [2] οὐδενὶ μεμπτέον. εἰ μὲν γὰρ δύνασαι, διόρθωσον· εἰ δὲ τοῦτο μὴ δύνασαι, τό γε πρᾶγμα αὐτό· εἰ δὲ μηδὲ τοῦτο, πρὸς τί ἔτι σοι φέρει τὸ μέμψασθαι; εἰκῆι γὰρ οὐδὲν ποιητέον.

18.

[1] Ἔξω τοῦ κόσμου τὸ ἀποθανὸν οὐ πίπτει. [2] εἰ ὧδε μένει καὶ μεταβάλλει, ὧδε καὶ διαλύεται εἰς τὰ <ἀ>ίδια, ἃ στοιχεῖά ἐστι τοῦ κόσμου καὶ σά. καὶ αὐτὰ δὲ μεταβάλλει καὶ οὐ γογγύζει.

19.

[1] Ἕκαστον πρός τι γέγονεν, ἵππος, ἄμπελος. τί θαυμάζεις; καὶ ὁ Ἥλιος ἐρεῖ· πρός τι ἔργον γέγονα, καὶ οἱ λοιποὶ θεοί. σὺ οὖν πρὸς τί; τὸ ἥδεσθαι; ἴδε εἰ ἀνέχεται ἡ ἔννοια.

20.

[1] Ἡ φύσις ἐστόχασται ἑκάστου οὐδέν τι ἔλασσον τῆς ἀπολήξεως ἢ τῆς ἀρχῆς τε καὶ διεξαγωγῆς, ὡς ὁ ἀναβάλλων τὴν σφαῖραν· [2] τί οὖν ἀγαθὸν τῶι σφαιρίωι ἀναφερομένωι ἢ κακὸν καταφερομένωι ἢ καὶ πεπτωκότι; [2] τί δὲ ἀγαθὸν τῆι πομφόλυγι συνεστώσηι ἢ κακὸν διαλυθείσηι; τὰ ὅμοια δὲ καὶ ἐπὶ λύχνου.

21.

[1] Ἔκστρεψον καὶ θέασαι οἷόν ἐστι, γηρᾶσαν δὲ οἷον γίνεται, νοσῆσαν δέ, † πορνεῦσαν.

[2] Βραχύβιον καὶ ὁ ἐπαινῶν καὶ ὁ ἐπαινούμενος καὶ ὁ μνημονεύων καὶ ὁ μνημονευόμενος. [3] προσέτι δὲ καὶ ἐν γωνίαι τούτου τοῦ κλίματος καὶ οὐδὲ ἐνταῦθα πάντες συμφωνοῦσι καὶ οὐδὲ αὐτός τις ἑαυτῶι· καὶ ὅλη δὲ ἡ γῆ στιγμή.

22.

[1] Πρόσεχε τῶι ὑποκειμένωι ἢ τῆι ἐνεργείαι ἢ τῶι δόγματι ἢ τῶι σημαινομένωι.

[2] Δικαίως ταῦτα πάσχεις· μᾶλλον δὴ θέλεις ἀγαθὸς αὔριον γενέσθαι ἢ σήμερον εἶναι.

23.

[1] Πράσσω τι; πράσσω ἐπ᾽ ἀνθρώπων εὐποιίαν ἀναφέρων. συμβαίνει τί μοι; δέχομαι ἐπὶ τοὺς θεοὺς ἀναφέρων καὶ τὴν πάντων πηγήν, ἀφ᾽ ἧς πάντα τὰ γινόμενα συμμηρύεται.

24.

[1] Ὁποῖόν σοι φαίνεται τὸ λούεσθαι, – ἔλαιον, ἱδρώς, ῥύπος, ὕδωρ γλοιῶδες, πάντα σικχαντά, – τοιοῦτον πᾶν μέρος τοῦ βίου καὶ πᾶν ὑποκείμενον.

25.

[1] Λούκιλλα Οὐῆρον, εἶτα Λούκιλλα· Σέκουνδα Μάξιμον, εἶτα Σέκουνδα· Ἐπιτύγχανος Διότιμον, εἶτα Ἐπιτύγχανος· Φαυστῖναν Ἀντωνῖνος, εἶτα Ἀντωνῖνος. τοιαῦτα πάντα· Κέλερ Ἁδριανόν, εἶτα Κέλερ. [2] οἱ δὲ δριμεῖς ἐκεῖνοι ἢ προγνωστικοὶ ἢ τετυφωμένοι ποῦ; οἷον, δριμεῖς μὲν Χάραξ καὶ Δημήτριος [ὁ Πλατωνικὸς] καὶ Εὐδαίμων καὶ εἴ τις τοιοῦτος. [3] πάντα ἐφήμερα, τεθνηκότα πάλαι· ἔνιοι μὲν οὐδὲ ἐπ᾽ ὀλίγον μνημονευθέντες, οἱ δὲ εἰς μύθους μεταβαλόντες, οἱ δὲ ἤδη καὶ ἐκ μύθων ἐξίτηλοι. [4] τούτων οὖν μεμνῆσθαι, ὅτι δεήσει ἤτοι σκεδασθῆναι τὸ συγκριμάτιόν σου ἢ σβεσθῆναι τὸ πνευμάτιον ἢ μεταστῆναι καὶ ἀλλαχοῦ καταταχθῆναι.

26.

[1] Εὐφροσύνη ἀνθρώπου ποιεῖν τὰ ἴδια ἀνθρώπου, [2] ἴδιον δὲ ἀνθρώπου εὔνοια πρὸς τὸ ὁμόφυλον, ὑπερόρασις τῶν αἰσθητικῶν κινήσεων, διάκρισις τῶν πιθανῶν φαντασιῶν, ἐπιθεώρησις τῆς τῶν ὅλων φύσεως καὶ τῶν κατ᾽ αὐτὴν γινομένων.

27.

[1] Τρεῖς σχέσεις· ἡ μὲν πρὸς [τὸ αἴτιον] τὸ περικείμενον, ἡ δὲ πρὸς τὴν θείαν αἰτίαν, ἀφ᾽ ἧς συμβαίνει πᾶσι πάντα, ἡ δὲ πρὸς τοὺς συμβιοῦντας.

28.

[1] Ὁ πόνος ἤτοι τῶι σώματι κακόν· οὐκοῦν ἀποφαινέσθω· ἢ τῆι ψυχῆι· ἀλλ᾽ ἔξεστιν αὐτῆι τὴν ἰδίαν αἰθρίαν καὶ γαλήνην διαφυλάσσειν καὶ μὴ ὑπολαμβάνειν ὅτι κακόν. [2] πᾶσα γὰρ κρίσις καὶ ὁρμὴ καὶ ὄρεξις καὶ ἔκκλισις ἔνδον καὶ οὐδὲν κακὸν ὧδε ἀναβαίνει.

29.

[1] Ἐξάλειφε τὰς φαντασίας συνεχῶς ἑαυτῶι λέγων· νῦν ἐπ᾽ ἐμοί ἐστιν ἵνα ἐν ταύτηι τῆι ψυχῆι μηδεμία πονηρία ἦι μηδὲ ἐπιθυμία μηδὲ ὅλως ταραχή τις, ἀλλὰ βλέπων πάντα ὁποῖά ἐστι χρῶμαι ἑκάστωι κατ᾽ ἀξίαν. [2] μέμνησο ταύτης τῆς ἐξουσίας κατὰ φύσιν.

30.

[1] Λαλεῖν καὶ ἐν συγκλήτωι καὶ πρὸς πάνθ᾽ ὁντινοῦν κοσμίως, μὴ περιτράνως· ὑγιεῖ λόγωι χρῆσθαι.

31.

[1] Αὐλὴ Αὐγούστου, γυνή, θυγάτηρ, ἔγγονοι, πρόγονοι, ἀδελφή, Ἀγρίππας, συγγενεῖς, οἰκεῖοι, φίλοι, Ἄρειος, Μαικήνας, ἰατροί, θύται· ὅλης αὐλῆς θάνατος. [2] εἶτα ἔπιθι τὰς ἄλλας .. μὴ καθ᾽ ἑνὸς ἀνθρώπου θάνατον, οἷον Πομπηίων. [3] κἀκεῖνο δὲ τὸ ἐπιγραφόμενον τοῖς μνήμασιν· ἔσχατος τοῦ ἰδίου γένους. ἐπιλογίζεσθαι πόσα ἐσπάσθησαν οἱ πρὸ αὐτῶν, ἵνα διάδοχόν τινα καταλίπωσιν, εἶτα ἀνάγκη ἔσχατόν τινα γενέσθαι· πάλιν ὧδε ὅλου γένους θάνατον.

32.

[1] Συντιθέναι δεῖ τὸν βίον κατὰ μίαν πρᾶξιν καὶ εἰ ἑκάστη τὸ ἑαυτῆς ἀπέχει ὡς οἷόν τε, ἀρκεῖσθαι· ἵνα δὲ τὸ ἑαυτῆς ἀπέχηι, οὐδὲ εἷς σε κωλῦσαι δύναται· [2] «ἀλλ᾽ <ἐν>στήσεταί τι ἔξωθεν·» οὐδὲν εἴς γε τὸ δικαίως καὶ σωφρόνως καὶ εὐλογίστως· «ἄλλο δέ τι ἴσως ἐνεργητικὸν κωλυθήσεται·» [3] ἀλλὰ τῆι πρὸς αὐτὸ τὸ κώλυμα εὐαρεστήσει καὶ τῆι ἐπὶ τὸ διδόμενον εὐγνώμονι μεταβάσει εὐθὺς ἄλλη πρᾶξις ἀντικαθίσταται ἐναρμόσουσα εἰς τὴν σύνθεσιν, περὶ ἧς ὁ λόγος.

33.

[1] Ἀτύφως μὲν λαβεῖν, εὐλύτως δὲ ἀφεῖναι.

34.

[1] Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην ἢ πόδα ἢ κεφαλὴν ἀποτετμημένην, χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην· τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ᾽ ἑαυτῶι, ὁ μὴ θέλων τὸ συμβαῖνον καὶ ἀποσχίζων ἑαυτὸν ἢ ὁ ἀκοινώνητόν τι πράσσων. [2] ἀπέρριψαί πού ποτε ἀπὸ τῆς κατὰ φύσιν ἑνώσεως· ἐπεφύκεις γὰρ μέρος· νῦν δὲ σεαυτὸν ἀπέκοψας. [3] ἀλλ᾽ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοι πάλιν ἑνῶσαι σεαυτόν. [4] τοῦτο ἄλλωι μέρει οὐδενὶ θεὸς ἐπέτρεψεν, χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν, [5] ἀλλὰ σκέψαι τὴν χρηστότητα ἧι τετίμηκε τὸν ἄνθρωπον· καὶ γὰρ ἵνα τὴν ἀρχὴν μὴ ἀπορραγῆι ἀπὸ τοῦ ὅλου ἐπ᾽ αὐτῶι ἐποίησε, καὶ ἀπορραγέντι πάλιν ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ μέρους τάξιν ἀπολαβεῖν [ἐποίησεν].

35.

[1] Ὥσπερ τὰς ἄλλας δυνάμεις ἑκάστωι τῶν λογικῶν † σχεδὸν ὅσον ἡ τῶν ὅλων φύσις, οὕτως καὶ ταύτην παρ᾽ αὐτῆς εἰλήφαμεν. [2] ὃν τρόπον γὰρ ἐκείνη πᾶν τὸ ἐνιστάμενον καὶ ἀντιβαῖνον ἐπιπεριτρέπει καὶ κατατάσσει εἰς τὴν εἱμαρμένην καὶ μέρος ἑαυτῆς ποιεῖ, οὕτως καὶ τὸ λογικὸν ζῶιον δύναται πᾶν κώλυμα ὕλην ἑαυτοῦ ποιεῖν καὶ χρῆσθαι αὐτῶι, ἐφ᾽ οἷον ἂν καὶ ὥρμησεν.

36.

[1] Μή σε συγχείτω ἡ τοῦ ὅλου βίου φαντασία, μὴ συμπερινόει ἐπίπονα οἷα καὶ ὅσα πιθανὸν ἐπιγεγενῆσθαι <καὶ ἐπιγενήσεσθαι> ἀλλὰ καθ᾽ ἕκαστον τῶν παρόντων ἐπερώτα σεαυτόν· τί τοῦ ἔργου τὸ ἀφόρητον καὶ ἀνύποιστον; αἰσχυνθήσηι γὰρ ὁμολογῆσαι. [2] ἔπειτα ἀναμίμνηισκε σεαυτὸν ὅτι οὔτε τὸ μέλλον οὔτε τὸ παρωι χηκὸς βαρεῖ σε, ἀλλ᾽ ἀεὶ τὸ παρόν, [3] τοῦτο δὲ κατασμικρύνεται, ἐὰν αὐτὸ μόνον περιορίσηις καὶ ἀπελέγχηις τὴν διάνοιαν, εἰ πρὸς τοῦτο ψιλὸν ἀντέχειν μὴ δύναται.

37.

[1] Μήτι νῦν παρακάθηται τῆι [τοῦ] Οὐήρου σορῶι Πάνθεια ἢ Πέργαμος; τί δέ, τῆι Ἁδριανοῦ Χαβρίας ἢ Διότιμος; γελοῖον. τί δέ, εἰ παρεκάθηντο, ἔμελλον αἰσθάνεσθαι; τί δέ, εἰ ἠισθάνοντο, ἔμελλον ἥδεσθαι; τί δέ, εἰ ἥδοντο, ἔμελλον οὗτοι ἀθάνατοι εἶναι; [2] οὐχὶ καὶ τούτους πρῶτον μὲν γραίας καὶ γέροντας γενέσθαι οὕτως εἵμαρτο, εἶτα ἀποθανεῖν; τί οὖν ὕστερον ἔμελλον ἐκεῖνοι ποιεῖν τούτων ἀποθανόντων; γράσος πᾶν τοῦτο καὶ λύθρον ἐν θυλάκωι.

38.

[1] Εἰ δύνασαι ὀξὺ βλέπειν, βλέπε κρίνων <κρίμασι>, φησί, σοφωτάτοις.

39.

[1] Δικαιοσύνης κατεξαναστατικὴν ἀρετὴν οὐχ ὁρῶ ἐν τῆι τοῦ λογικοῦ ζώιου κατασκευῆι, ἡδονῆς δὲ ὁρῶ τὴν ἐγκράτειαν.

40.

[1] Ἐὰν ἀφέληις τὴν σὴν ὑπόληψιν περὶ τοῦ λυπεῖν σε δοκοῦντος, αὐτὸς ἐν τῶι ἀσφαλεστάτωι ἕστηκας. [2] «τίς αὐτός;» ὁ λόγος. «ἀλλ᾽ οὐκ εἰμὶ λόγος.» [3] ἔστω. οὐκοῦν ὁ μὲν λόγος αὐτὸς ἑαυτὸν μὴ λυπείτω, εἰ δέ τι ἄλλο σοι κακῶς ἔχει, ὑπολαβέτω αὐτὸ περὶ αὑτοῦ.

41.

[1] Ἐμποδισμὸς αἰσθήσεως κακὸν ζωτικῆς φύσεως. ἐμποδισμὸς ὁρμῆς ὁμοίως κακὸν ζωτικῆς φύσεως. [2] ἔστι δέ τι ἄλλο ὁμοίως ἐμποδιστικὸν καὶ κακὸν τῆς φυτικῆς κατασκευῆς. οὕτως τοίνυν ἐμποδισμὸς νοῦ κακὸν νοερᾶς φύσεως. [3] πάντα δὴ ταῦτα ἐπὶ σεαυτὸν μετάφερε. πόνος, ἡδονὴ ἅπτεταί σου; ὄψεται ἡ αἴσθησις. [4] ὁρμήσαντι ἔνστημα ἐγένετο; εἰ μὲν ἀνυπεξαιρέτως ὥρμας, ἤδη ὡς λογικοῦ κακόν, εἰ δὲ τὸ κοινὸν λαμβάνεις, οὔπω βέβλαψαι οὐδὲ ἐμπεπόδισαι. [5] τὰ μέντοι τοῦ νοῦ ἴδια οὐδεὶς ἄλλος εἴωθεν ἐμποδίζειν· τούτου γὰρ οὐ πῦρ, οὐ σίδηρος, οὐ τύραννος, οὐ βλασφημία, οὐχ ὁτιοῦν ἅπτεται, ὅταν γένηται «σφαῖρος κυκλοτερὴς μονί».

42.

[1] Οὐκ εἰμὶ ἄξιος ἐμαυτὸν λυπεῖν· οὐδὲ γὰρ ἄλλον πώποτε ἑκὼν ἐλύπησα.

43.

[1] Εὐφραίνει ἄλλον ἄλλο· ἐμὲ δέ, ἐὰν ὑγιὲς ἔχω τὸ ἡγεμονικόν, μὴ ἀποστρεφόμενον μήτε ἄνθρωπόν τινα μήτε <τι> τῶν ἀνθρώποις συμβαινόντων, ἀλλὰ πᾶν εὐμενέσιν ὀφθαλμοῖς ὁρῶν τε καὶ δεχόμενον καὶ χρώμενον ἑκάστωι κατ᾽ ἀξίαν.

44.

[1] Τοῦτον ἰδοὺ τὸν χρόνον σεαυτῶι χάρισαι. [2] οἱ τὴν ὑστεροφημίαν μᾶλλον διώκοντες οὐ λογίζονται ὅτι ἄλλοι τοιοῦτοι μέλλουσιν ἐκεῖνοι εἶναι, οἷοί εἰσιν οὗτοι οὓς βαροῦνται· κἀκεῖνοι δὲ θνητοί. [3] τί δὲ ὅλως πρὸς σέ, ἂν ἐκεῖνοι φωναῖς τοιαύταις ἀπηχῶσιν ἢ ὑπόληψιν τοιαύτην περὶ σοῦ ἔχωσιν;

45.

[1] Ἂρόν με καὶ βάλε, ὅπου θέλεις. ἐκεῖ γὰρ ἕξω τὸν ἐμὸν δαίμονα ἵλεων, τουτέστιν ἀρκούμενον, εἰ ἔχοι καὶ ἐνεργοίη κατὰ τὸ ἑξῆς τῆι ἰδίαι κατασκευῆι.

[2] Ἂρα τοῦτο ἄξιον, ἵνα δι᾽ αὐτὸ κακῶς μοι ἔχηι ἡ ψυχὴ καὶ χείρων ἑαυτῆς ἦι, ταπεινουμένη, ὀρεγομένη, συνδουμένη, πτυρομένη; καὶ τί εὑρήσεις τούτου ἄξιον;

46.

[1] Ἀνθρώπωι οὐδενὶ συμβαίνειν τι δύναται ὃ οὐκ ἔστιν ἀνθρωπικὸν σύμπτωμα, οὐδὲ βοῒ ὃ οὐκ ἔστι βοϊκόν, οὐδὲ ἀμπέλωι ὃ οὐκ ἔστιν ἀμπελικόν, οὐδὲ λίθωι ὃ οὐκ ἔστι λίθου ἴδιον. [2] εἰ οὖν ἑκάστωι συμβαίνει ὃ καὶ εἴωθε καὶ πέφυκε, τί ἂν δυσχεραίνοις; οὐ γὰρ ἀφόρητόν σοι ἔφερεν ἡ κοινὴ φύσις.

47.

[1] Εἰ μὲν διά τι τῶν ἐκτὸς λυπῆι, οὐκ ἐκεῖνό σοι ἐνοχλεῖ, ἀλλὰ τὸ σὸν περὶ αὐτοῦ κρῖμα, [2] τοῦτο δὲ ἤδη ἐξαλεῖψαι ἐπὶ σοί ἐστιν. [3] εἰ δὲ λυπεῖ σέ τι τῶν ἐν τῆι σῆι διαθέσει, τίς ὁ κωλύων διορθῶσαι τὸ δόγμα; ὁμοίως δὲ καὶ εἰ λυπῆι ὅτι οὐχὶ τόδε τι ἐνεργεῖς ὑγιές σοι φαινόμενον, τί οὐχὶ μᾶλλον ἐνεργεῖς ἢ λυπῆι; [4] «ἀλλὰ ἰσχυρότερόν τι ἐνίσταται.» μὴ οὖν λυποῦ· οὐ γὰρ παρὰ σὲ ἡ αἰτία τοῦ μὴ ἐνεργεῖσθαι. [5] «ἀλλὰ οὐκ ἄξιον ζῆν μὴ ἐνεργουμένου τούτου.» ἄπιθι οὖν ἐκ τοῦ ζῆν εὐμενής, ἧι καὶ ὁ ἐνεργῶν ἀποθνήισκει, ἅμα ἵλεως τοῖς ἐνισταμένοις.

48.

[1] Μέμνησο ὅτι ἀκαταμάχητον γίνεται τὸ ἡγεμονικόν, ὅταν εἰς ἑαυτὸ συστραφὲν ἀρκεσθῆι ἑαυτῶι, μὴ ποιοῦν τι ὃ μὴ θέλει, κἂν ἀλόγως παρατάξηται. [2] τί οὖν, ὅταν καὶ μετὰ λόγου καὶ περιεσκεμμένως κρίνηι περί τινος; [3] διὰ τοῦτο ἀκρόπολίς ἐστιν ἡ ἐλευθέρα παθῶν διάνοια· οὐδὲν γὰρ ὀχυρώτερον ἔχει ἄνθρωπος, ἐφ᾽ ὃ καταφυγὼν ἀνάλωτος λοιπὸν ἂν εἴη. [4] ὁ μὲν οὖν μὴ ἑωρακὼς τοῦτο ἀμαθής, ὁ δὲ ἑωρακὼς καὶ μὴ καταφεύγων ἀτυχής.

49.

[1] Μηδὲν πλέον ἑαυτῶι λέγε ὧν αἱ προηγούμεναι φαντασίαι ἀναγγέλλουσιν. [2] ἤγγελται ὅτι ὁ δεῖνά σε κακῶς λέγει. ἤγγελται τοῦτο· τὸ δέ, ὅτι βέβλαψαι, οὐκ ἤγγελται. [3] βλέπω ὅτι νοσεῖ τὸ παιδίον. βλέπω· ὅτι δὲ κινδυνεύει, οὐ βλέπω. [4] οὕτως οὖν μένε ἀεὶ ἐπὶ τῶν πρώτων φαντασιῶν καὶ μηδὲν αὐτὸς ἔνδοθεν ἐπίλεγε καὶ οὐδέν σοι γίνεται· μᾶλλον δὲ ἐπίλεγε ὡς γνωρίζων ἕκαστα τῶν ἐν τῶι κόσμωι συμβαινόντων.

50.

[1] Σίκυος πικρός; ἄφες. βάτοι ἐν τῆι ὁδῶι; ἔκκλινον. ἀρκεῖ, μὴ προσεπείπηις· τί δὲ καὶ ἐγένετο ταῦτα ἐν τῶι κόσμωι; ἐπεὶ καταγελασθήσηι ὑπὸ ἀνθρώπου φυσιολόγου, ὡς ἂν καὶ ὑπὸ τέκτονος καὶ σκυτέως γελασθείης καταγινώσκων ὅτι ἐν τῶι ἐργαστηρίωι ξέσματα καὶ περιτμήματα τῶν κατασκευαζομένων ὁρᾶις. [2] καίτοι ἐκεῖνοί γε ἔχουσι ποῦ αὐτὰ ῥίψωσιν, ἡ δὲ τῶν ὅλων φύσις ἔξω οὐδὲν ἔχει, ἀλλὰ τὸ θαυμαστὸν τῆς τέχνης ταύτης ἐστὶν ὅτι περιορίσασα ἑαυτὴν πᾶν τὸ ἔνδον διαφθείρεσθαι καὶ γηράσκειν καὶ ἄχρηστον εἶναι δοκοῦν εἰς ἑαυτὴν μεταβάλλει, καὶ ὅτι πάλιν ἄλλα νεαρὰ ἐκ τούτων αὐτῶν ποιεῖ, ἵνα μήτε οὐσίας ἔξωθεν χρήι ζηι μήτε ὅπου ἐκβάληι τὰ σαπρότερα προσδέηται. [3] ἀρκεῖται οὖν καὶ χώραι τῆι ἑαυτῆς καὶ ὕληι τῆι ἑαυτῆς καὶ τέχνηι τῆι ἰδίαι.

51.

[1] Μήτε ἐν ταῖς πράξεσιν ἐπισύρειν μήτε ἐν ταῖς ὁμιλίαις φύρειν μήτε ἐν ταῖς φαντασίαις ἀλᾶσθαι μήτε τῆι ψυχῆι καθάπαξ συνέλκεσθαι ἢ ἐκθόρνυσθαι μήτε ἐν τῶι βίωι ἀσχολεῖσθαι.

[2] «Κτείνουσι, κρεανομοῦσι, κατάραις ἐλαύνουσι.» τί ταῦτα πρὸς τὸ τὴν διάνοιαν μένειν καθαράν, φρενήρη, σώφρονα, δικαίαν; οἷον εἴ τις παραστὰς πηγῆι διαυγεῖ καὶ γλυκείαι βλασφημοίη αὐτήν, ἡ δὲ οὐ παύεται πότιμον ἀναβλύουσα· κἂν πηλὸν ἐμβάληι, κἂν κοπρίαν, τάχιστα διασκεδάσει αὐτὰ καὶ ἐκκλύσει καὶ οὐδαμῶς βαφήσεται. [3] πῶς οὖν πηγὴν ἀέναον ἕξεις [καὶ] μὴ φρέαρ; ἂν φυλάσσηις σεαυτὸν πάσης ὥρας εἰς ἐλευθερίαν μετὰ τοῦ εὐμενῶς καὶ ἁπλῶς καὶ αἰδημόνως.

52.

[1] Ὁ μὲν μὴ εἰδὼς ὅτι ἔστι κόσμος, οὐκ οἶδεν ὅπου ἐστίν. ὁ δὲ μὴ εἰδὼς πρὸς ὅ τι πέφυκεν <κόσμος>, οὐκ οἶδεν ὅστις ἐστὶν οὐδὲ τί ἐστι κόσμος. [2] ὁ δὲ ἕν τι τούτων ἀπολιπὼν οὐδ᾽ ἂν πρὸς ὅ τι αὐτὸς πέφυκεν εἴποι. [3] τίς οὖν φαίνεταί σοι ὁ τὸν τῶν κροτούντων ἔπαινον φεύγων ἢ διώκων, οἳ οὔθ᾽ ὅπου εἰσὶν οὔτε οἵτινές εἰσι γινώσκουσιν;

53.

[1] Ἐπαινεῖσθαι θέλεις ὑπὸ ἀνθρώπου τρὶς τῆς ὥρας ἑαυτῶι καταρωμένου; ἀρέσκειν θέλεις ἀνθρώπωι ὃς οὐκ ἀρέσκει ἑαυτῶι; [2] ἀρέσκει ἑαυτῶι ὁ μετανοῶν ἐφ᾽ ἅπασι σχεδὸν οἷς πράσσει;

54.

[1] Μηκέτι μόνον συμπνεῖν τῶι περιέχοντι ἀέρι, ἀλλ᾽ ἤδη καὶ συμφρονεῖν τῶι περιέχοντι πάντα νοερῶι. [2] οὐ γὰρ ἧττον ἡ νοερὰ δύναμις πάντηι κέχυται καὶ διαπεφοίτηκε τῶι σπάσαι βουλομένωι ἤπερ ἡ ἀερώδης τῶι ἀναπνεῦσαι δυναμένωι.

55.

[1] Γενικῶς μὲν ἡ κακία οὐδὲν βλάπτει τὸν κόσμον, ἡ δὲ κατὰ μέρος οὐδὲν βλάπτει τὸν ἕτερον, μόνωι δὲ βλαβερά ἐστι τούτωι ὧι ἐπιτέτραπται καὶ ἀπηλλάχθαι αὐτῆς, ὁπόταν πρῶτον αὐτὸς θελήσηι.

56.

[1] Τῶι ἐμῶι προαιρετικῶι τὸ τοῦ πλησίον προαιρετικὸν ἐπίσης ἀδιάφορόν ἐστιν, ὡς καὶ τὸ πνευμάτιον αὐτοῦ καὶ τὸ σαρκίδιον. [2] καὶ γὰρ εἰ ὅτι μάλιστα ἀλλήλων ἕνεκεν γεγόναμεν, ὅμως τὰ ἡγεμονικὰ ἡμῶν ἕκαστον τὴν ἰδίαν κυρίαν ἔχει· ἐπεί τοι ἔμελλεν ἡ τοῦ πλησίον κακία ἐμοῦ κακὸν εἶναι, ὅπερ οὐκ ἔδοξε τῶι θεῶι, ἵνα μὴ ἐπ᾽ ἄλλωι ἦι τὸ ἐμὲ ἀτυχεῖν.

57.

[1] Ὁ ἥλιος κατακεχύσθαι δοκεῖ καὶ πάντηι γε κέχυται, οὐ μὴν ἐκκέχυται. ἡ γὰρ χύσις αὕτη τάσις ἐστίν· [2] ἀκτῖνες γοῦν αἱ αὐγαὶ αὐτοῦ ἀπὸ τοῦ ἐκτείνεσθαι λέγονται. [3] ὁποῖον δέ τι ἐστὶν ἀκτίς, ἴδοις ἄν, εἰ διά τινος στενοῦ εἰς ἐσκιασμένον οἶκον τὸ ἀφ᾽ ἡλίου φῶς εἰσδυόμενον θεάσαιο· τείνεται γὰρ κατ᾽ εὐθὺ καὶ ὥσπερ διερείδεται πρὸς τὸ στερέμνιον ὅ τι ἂν ἀπαντήσηι διεῖργον τὸν ἐπέκεινα ἀέρα, ἐνταῦθα δὲ ἔστη καὶ οὐ κατώλισθεν οὐδὲ ἔπεσεν. [4] τοιαύτην οὖν τὴν χύσιν καὶ διάχυσιν τῆς διανοίας εἶναι χρή, μηδαμῶς ἔκχυσιν, ἀλλὰ τάσιν, καὶ πρὸς τὰ ἀπαντῶντα κωλύματα μὴ βίαιον μηδὲ ῥαγδαίαν τὴν ἐπέρεισιν ποιεῖσθαι μηδὲ μὴν καταπίπτειν, ἀλλὰ ἵστασθαι καὶ ἐπιλάμπειν τὸ δεχόμενον· αὐτὸ γὰρ ἑαυτὸ στερήσει τῆς αὐγῆς τὸ μὴ παραπέμπον αὐτήν.

58.

[1] Ὁ τὸν θάνατον φοβούμενος ἤτοι ἀναισθησίαν φοβεῖται ἢ αἴσθησιν ἑτεροίαν. [2] ἀλλ᾽ εἴτε οὐκέτι αἴσθησιν <ἕξεις> οὐδὲ κακοῦ τινος αἰσθήσηι· εἴτε ἀλλοιοτέραν αἴσθησιν κτήσηι, ἀλλοῖον ζῶι ον ἔσηι καὶ τοῦ ζῆν οὐ παύσηι.

59.

[1] Οἱ ἄνθρωποι γεγόνασιν ἀλλήλων ἕνεκεν· ἢ δίδασκε οὖν ἢ φέρε.

60.

[1] Ἄλλως βέλος, ἄλλως νοῦς φέρεται. ὁ μέντοι νοῦς καὶ ὅταν εὐλαβῆται καὶ ὅταν περὶ τὴν σκέψιν στρέφηται, φέρεται κατ᾽ εὐθὺ οὐδὲν ἧττον καὶ ἐπὶ τὸ προκείμενον.

61.

[1] Εἰσιέναι εἰς τὸ ἡγεμονικὸν ἑκάστου, παρέχειν δὲ καὶ ἑτέρωι παντὶ εἰσιέναι εἰς τὸ ἑαυτοῦ ἡγεμονικόν.