BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. βʹ.

Τίνα δεῖ ὑποκεῖσθαι πρὸς τὴν γεωγραφίαν;

 

§ 1. Τί μὲν οὖν τέλος ἐστὶ τῶι γεωγραφήσοντι, καὶ τίνι διαφέρει τοῦ χωρογράφου, διὰ τούτων ὡς ἐν κεφαλαίοις ὑποτετυπώσθω. § 2. Προκειμένου δ᾽ ἐν τῶι παρόντι καταγράψαι τὴν καθ᾽ ἡμᾶς οἰκουμένην σύμμετρον ὡς ἔνι μάλιστα τῆι κατ᾽ ἀλήθειαν, ἀναγκαῖον οἰόμεθα προδιαλαβεῖν, ὅτι τῆς τοιαύτης μεθόδου τὸ προηγούμενόν ἐστιν ἱστορία περιοδικὴ, τὴν πλείστην περιποιοῦσα γνῶσιν ἐκ παραδόσεως τῶν μετ᾽ ἐπιστάσεως θεωρητικῆς τὰς κατὰ μέρος χώρας περιελθόντων, καὶ ὅτι τῆς ἐπισκέψεως καὶ παραδόσεως τὸ μέν ἐστι γεωμετρικόν, τὸ δὲ μετεωροσκοπικόν, γεωμετρικὸν μὲν τὸ διὰ ψιλῆς τῆς ἀναμετρήσεως τῶν διαστάσεων τὰς πρὸς ἀλλήλους θέσεις τῶν τόπων ἐμφανίζον, μετεωροσκοπικὸν {6} δὲ τὸ διὰ τῶν φαινομένων ἀπὸ τῶν ἀστρολάβων καὶ σκιοθήρων ὀργάνων· τοῦτο μέν, ὡς αὐτοτελές τι καὶ ἀδιστακτότερον, ἐκεῖνο δέ, ὡς ὁλοσχερέστερον καὶ τούτου προσδεόμενον. § 3. Πρῶτον μὲν γὰρ ἀναγκαίου τυγχάνοντος ὑποκεῖσθαι καθ᾽ ἑκάτερον τρόπον, πρὸς ποίαν τέτραπται τοῦ κόσμου θέσιν ἡ τῶν ἐπιζητουμένων δύο τόπων διάστασις· (οὐ γὰρ ἁπλῶς εἰδέναι δεῖ, πόσον ἀφέστηκεν ὅδε τοῦδε μόνον, ἀλλὰ καὶ ποῦ, τουτέστι πρὸς ἄρκτους, φέρε εἰπεῖν, ἢ πρὸς ἀνατολάς, ἢ τὰς μερικωτέρας τούτων προσνεύσεις·) ἀδύνατόν ἐστι τὸ τοιοῦτον σκοπεῖν ἀκριβῶς ἄνευ τῆς διὰ τῶν εἰρημένων ὀργάνων τηρήσεως, ἀφ᾽ ὧν ἐν παντὶ τόπωι καὶ χρόνωι δείκνυται προχείρως ἥ τε τῆς μεσημβρινῆς γραμμῆς θέσις, καὶ διὰ ταύτης αἱ τῶν ἀνυομένων διαστάσεων. § 4. Ἔπειτα καὶ τούτου δοθέντος, ἡ μὲν τῶν σταδιασμῶν ἀναμέτρησις οὔτε βεβαίαν ἐμποιεῖ τοῦ ἀληθοῦς κατάληψιν, διὰ τὸ σπανίως ἰθυτενέσι περιπίπτειν πορείαις, ἐκτροπῶν πολλῶν συναποδιδομένων καὶ κατὰ τὰς ὁδοὺς καὶ κατὰ τοὺς πλοῦς – καὶ δεῖν ἐπὶ μὲν τῶν πορειῶν καὶ τὸ παρὰ τὸ ποιὸν καὶ ποσὸν τῶν ἐκτροπῶν περισσεῦον εἰκάζοντας ὑφαιρεῖν τῶν ὅλων σταδίων εἰς τὴν εὕρεσιν τῶν τῆς ἰθυτενείας, ἐπὶ δὲ τῶν ναυτιλιῶν ἔτι καὶ τὸ παρὰ τὰς φορὰς τῶν πνευμάτων, διὰ πολλά γε μὴ τηρούντων τὰς αὐτὰς δυνάμεις, ἀνώμαλον προσδιακρίνειν – οὔτε, κἂν ἡ μεταξὺ διάστασις τῶν ἀμειφθέντων τόπων ἀκριβωθῆι, {7} τὸν πρὸς ὅλην τὴν περίμετρον τῆς γῆς λόγον αὐτῆς συναποδίδωσιν, ἢ τὴν πρὸς τὸν ἰσημερινὸν καὶ τοὺς πόλους θέσιν. § 5. Ἡ δὲ διὰ τῶν φαινομένων ἕκαστα τούτων ἀκριβοῖ, προσεπιδεικνύουσα πηλίκας τε περιφερείας ἀπολαμβάνουσιν ἀλλήλων οἱ γραφόμενοι διὰ τῶν ὑποκειμένων τόπων κύκλοι παράλληλοί τε καὶ μεσημβρινοί, τουτέστιν οἱ μὲν παράλληλοι τὰς μεταξὺ πιπτούσας αὐτῶν τε καὶ τοῦ ἰσημερινοῦ περιφερείας τῶν μεσημβρινῶν, οὗτοι δὲ τὰς ἐμπεριεχομένας ὑπ᾽ αὐτῶν τοῦ τε ἰσημερινοῦ καὶ τῶν παραλλήλων, καὶ ἕτι πηλίκην ἀπολαμβάνουσιν οἱ δύο τόποι περιφέρειαν τοῦ δι᾽ αὐτῶν ἐν τῆι γῆι γραφομένου μεγίστου κύκλου, καὶ μηδέν τι δεομένη τῆς τῶν σταδίων ἀριθμήσεως, πρός τε τὸν λόγον τὸν ἀπὸ τῶν τῆς γῆς μερῶν καὶ πρὸς ὅλην τὴν ἔφοδον τῆς καταγραφῆς. § 6. Ἐπαρκεῖ γάρ, ὑποθεμένους τὴν περίμετρον αὐτῆς τμημάτων ὁσωνοῦν, τοσούτων ἐπιδεικνύναι καὶ τὰς κατὰ μέρος διαστάσεις ἐπὶ τῶν γραφομένων ἐν αὐτῆι μεγίστων κύκλων, ἀλλ᾽ ἴσως οὐ πρὸς τὸ διελεῖν ὅλην τὴν περίμετρον ἢ τὰ μέρη ταύτης εἰς ὑποκείμενα καὶ γνώριμα διαστήματα ταῖς ἡμετέραις ἀναμετρήσεσι. § 7. Καὶ διὰ τοῦτο μόνον ἀναγκαῖον γέγονεν ἐφαρμόσαι τινὰ τῶν ἰθυτενῶν ὁδῶν τῆι κατὰ τὸ περιέχον ὁμοίαι μεγίστου κύκλου περιφερείαι, καὶ λαβόντας τὸν μὲν ταύτης λόγον πρὸς τὸν κύκλον ἐκ τῶν φαινομένων, τὸν δὲ τῆς ὑπ᾽ αὐτὴν ὁδοῦ σταδιασμὸν ἐκ τῆς ἀναμετρήσεως ἀπὸ τοῦ δοθέντος μέρους, καὶ τὸ τῆς ὅλης περιμέτρου τῶν σταδίων πλῆθος ἀποφῆναι. § 8. Προλαμβανομένου γὰρ ἐκ τῶν μαθημάτων τοῦ – καὶ τὴν συνημμένην τῆς γῆς καὶ τοῦ ὕδατος ἐπιφάνειαν ὡς καθ᾽ ὅλα μέρη σφαιροειδῆ {8} τε εἶναι καὶ περὶ αὐτὸ τὸ κέντρον τῆς σφαίρας τῶν οὐρανίων, – ὥστε τῶν διὰ τοῦ κέντρου ἐκβαλλομένων ἐπιπέδων ἕκαστον τὰς κοινὰς τομὰς ἑαυτοῦ καὶ τῶν εἰρημένων ἐπιφανειῶν ποιεῖν μεγίστους ἐν αὐταῖς κύκλους, καὶ τὰς συνισταμένας ἐν αὐτῶι πρὸς τῶι κέντρωι γωνίας ὁμοίας ἀπολαμβάνειν τῶν κύκλων περιφερείας· συμβαίνει τῶν ἐπὶ τῆς γῆς διαστάσεων τὸ μὲν ποσὸν τῶν σταδίων, ἐὰν ἰθυτενεῖς ὦσιν, ἐκ τῶν ἀναμετρήσεων λαμβάνεσθαι, τὸν δὲ λόγον τὸν πρὸς ὅλην τὴν περίμετρον ἐξ αὐτῶν μὲν οὐδαμῶς, διὰ τὸ τῆς παραβολῆς ἀνέφικτον, ἀπὸ δὲ τῆς ὁμοίας τοῦ κατὰ τὸ περιέχον κύκλου περιφερείας· ἐπειδήπερ ταύτης μὲν ἐνδέχεται λαμβάνειν τὸν πρὸς τὴν οἰκείαν περίμετρον λόγον· ὁ αὐτὸς δὲ γίνεται καὶ τοῦ περὶ τὴν γῆν ὁμοίου τμήματος πρὸς τὸν ἐν αὐτῆι μέγιστον κύκλον.