BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. δʹ.

Ὅτι δεῖ τὰ ἐκ τῶν φαινομένων τηρούμενα προὐποτίθεσθαι

τῶν ἐκ τῆς περιοδικῆς ἱστορίας.

 

§ 1. Τούτων τοίνυν οὕτως ἐχόντων, εἰ μὲν οἱ περιελθόντες {11} τὰς κατὰ μέρος χώρας τοιαύταις τισὶ τηρήσεσιν ἐτύγχανον κεχρημένοι, παντάπασιν ἂν ἀδίστακτον ἐνεδέχετο ποιῆσαι τὴν τῆς οἰκουμένης καταγραφήν. § 2. Ἐπεὶ δὲ μόνος ὁ Ἵππαρχος ἐπ᾽ ὀλίγων πόλεων, ὡς πρὸς τοσοῦτον πλῆθος τῶν κατατασσομένων ἐν τῆι γεωγραφίαι, ἐξάρματα τοῦ βορείου πόλου παρέδωκεν ἡμῖν καὶ τὰ ὑπὸ τοὺς αὐτοὺς κείμενα παραλλήλους, ἔνιοι δὲ τῶν μετ᾽ αὐτὸν καί τινας τῶν ἀντικειμένων τόπων, οὐ τοὺς ἴσον ἀπέχοντας τοῦ ἰσημερινοῦ, ἀλλ᾽ ἁπλῶς τοὺς ὑπὸ τοὺς αὐτοὺς ὄντας μεσημβρινοὺς ἐκ τοῦ τοὺς πρὸς ἀλλήλους αὐτῶν διάπλους οὐρίοις ἀπαρκτίαις ἢ νότοις διανύεσθαι, τὰ δὲ πλεῖστα τῶν διαστημάτων, καὶ μάλιστα τῶν πρὸς ἀνατολὰς ἢ δυσμὰς ὁλοσχερεστέρας ἔτυχε παραδόσεως, οὐ ῥαιθυμίαι τῶν ἐπιβαλόντων ταῖς ἱστορίαις, ἀλλ᾽ ἴσως τῶι μηδέπω τὸ πρόχειρον κατειλῆφθαι τῆς μαθηματικωτέρας ἐπισκέψεως, καὶ διὰ τὸ μὴ πλείους τῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἐν διαφόροις τόποις τετηρημένων σεληνιακῶν ἐκλείψεων, – ὡς τὴν ἐν μὲν Ἀρβήλοις πέμπτης ὥρας φανεῖσαν, ἐν δὲ Καρχηδόνι δευτέρας, – ἀναγραφῆς ἠξιῶσθαι, ἐξ ὧν ἐφαίνετ᾽ ἄν, πόσους ἀπέχουσιν ἀλλήλων οἱ τόποι χρόνους ἰσημερινοὺς πρὸς ἀνατολὰς ἢ δυσμάς· εὔλογον ἂν εἴη, καὶ τὸν τούτοις ἀκολούθως γεωγραφήσοντα τὰ μὲν διὰ τῶν ἀκριβεστέρων τηρήσεων εἰλημμένα προϋποτίθεσθαι τῆι καταγραφῆι, καθάπερ θεμελίους, τὰ δ᾽ ἀπὸ τῶν ἄλλων ἐφαρμόζειν τούτοις, ἕως ἂν αἱ πρὸς ἄλληλα θέσεις αὐτῶν μετὰ τῶν πρὸς τὰ πρῶτα τηρῶσιν ὡς ἔνι μάλιστα συμφώνως τὰς ἀδιστακτοτέρας τῶν παραδόσεων.