BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. ιʹ.

Ὅτι οὐ δεῖ τοὺς Αἰθίοπας μεσημβρινωτέρους ὑποτίθεσθαι

τοῦ ἀντικειμένου παραλλήλου τῶι διὰ Μερόης.

 

§ 1. Διὸ καλῶς ἂν ἔχοι μέχρι τοῦ δεῦρο, τουτέστιν ἕως ἂν Αἰθίοπας ἡμῖν ἡ παράδοσις τῶν ἐκεῖσε διαπεραιουμένων ἱστορῆι, καὶ τὴν Ἀγίσυμβα χώραν καὶ τὸ Πράσον ἀκρωτήριον μετὰ τῶν κατὰ τὸν αὐτὸν παράλληλον κειμένων ὑπὸ τὸν ὁμοταγῆ τῶι διὰ Μερόης ἔγγιστα {22} γράφειν, τουτέστι τὸν ἀπέχοντα τοῦ ἰσημερινοῦ πρὸς μεσημβρίαν τὰς ἴσας μοίρας ις° γ' ιβ', σταδίους δὲ ὀκτακισχιλίους διακοσίους ἔγγιστα, ὥστε συνάγεσθαι τὸ πᾶν πλάτος ὁλοσχερέστερον μοιρῶν μὲν οθ° γ' ιβ' ἢ ὅλων ὀγδοήκοντα, σταδίων δὲ τετρακισμυρίων. § 2. Τὴν μέντοι μεταξὺ διάστασιν τῆς μεγάλης Λέπτεως καὶ τῆς Γαράμης τηρητέον, ὡς ὅ τε Φλάκκος καὶ ὁ Μάτερνος ὑπέθεντο, σταδίων πεντακισχιλίων τετρακοσίων· αἵ τε γὰρ εἴκοσιν ἡμέραι δευτέρας εἰσὶν ὁδοῦ παρὰ τὴν πρώτην ἐπιτετμημένης, ὡς πρὸς τὴν μεσημβρίαν ἢ τὰς ἄρκτους, ἐκείνης διὰ τὰς ἐκτροπὰς ἡμερῶν οὔσης τριάκοντα· καὶ τὸν ἑκάστης ἡμέρας σταδιασμὸν αὐτούς φησιν ἐκτεθεῖσθαι τοὺς ὁδεύσαντας πλεονάκις οὐκ ἐνδεχόμενον ὄντα μόνον, ἀλλὰ καὶ ἀναγκαῖον διὰ τὰς τῶν ὑδρευμάτων ἀποχάς· ὥσπερ δὲ διστάζειν δεῖ περὶ τῶν μεγάλων καὶ σπανίως ἢ μὴ ὁμολογουμένως ἐφοδευθεισῶν ἀποστάσεων, οὕτως περὶ τῶν μήτε μεγάλων, ἀλλὰ καὶ πολλάκις καὶ ὑπὸ πολλῶν ὁμολογουμένως διηνυσμένων πιστεύειν.