BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. ιβʹ.

Διόρθωσις ἀπὸ τῶν ὁδοιποριῶν

τοῦ μήκους τῆς ἐγνωσμένης γῆς.

 

§ 1. Διά τε δὴ ταῦτα, καὶ διὰ τὸ μὴ εἶναι τὴν ὁδὸν ὑφ᾽ ἕνα παράλληλον, ἀλλὰ τὸν μὲν Λίθινον Πύργον περὶ τὸν διὰ Βυζαντίου, τὴν δὲ Σήραν τοῦ δι᾽ Ἑλλησπόντου νοτιωτέραν, εὔλογον μὲν ἂν δόξειε κἀνταῦθα τὸ πλῆθος τῶν ἐκ τῆς ἑπταμήνου σταδιασμοῦ συναγομένων σταδίων τρισμυρίων ἑξακισχιλίων διακοσίων μὴ εἰς ἔλαττον μειοῦν τοῦ ἡμίσεως· ἀλλ᾽ εἰς τὸ ἥμισυ συνηιρήσθω μόνον, ὡς ἐν ὁλοσχερεῖ διαλήψει· ὥστε λογίζεσθαι τὴν ἐκκειμένην διάστασιν σταδίων μὲν [δισμυρίων δισχιλίων εἰκοσιπέντε] μοιρῶν δὲ τεσσαράκοντα πέντε τετάρτου. § 2. Καὶ γὰρ ἄτοπον ἂν εἴη καὶ ἄγνωμον, τοῦ λόγου καθ᾽ ἑκατέραν τῶν ὁδῶν τὴν τοσαύτην μείωσιν ὑποβάλλοντος, ἐπὶ μὲν τῆς ἀπὸ τῶν Γαραμάντων ἀκολουθεῖν αὐτῶι διὰ τὸ παρὰ πόδας εἶναι τὸν ἔλεγχον, τουτέστι τὰς τῶν κατὰ τὴν Ἀγίσυμβα χώραν ζώων διαφορὰς μὴ δυναμένων ὑπερενεχθῆναι τῶν κατὰ φύσιν τόπων, ἐπὶ δὲ τῆς ἀπὸ τοῦ Λιθίνου Πύργου μὴ παραλαμβάνειν τοῦ λόγου τὸ ἀκόλουθον, ὅτι μὴ κἀκεῖ τοιοῦτον ἔλεγχον ἐπακολουθεῖν συμβέβηκεν, ἀλλὰ καθ᾽ ὅλην τὴν διάστασιν ὅμοιον εἶναι τὸ περιέχον, ἄν τε μείζων, ἄν τε ἐλάττων ἦι· ὡσπερ ἂν εἴ τις, εἰ μὴ κατάφωρος ἔσοιτο, μὴ δικαιοπραγοίη {26} κατὰ τὸν οἰκεῖον τῆι φιλοσοφίαι τρόπον. § 3. Καὶ τῆς προτέρας δὲ διαστάσεως λέγω τῆς ἀπὸ τοῦ Εὐφράτου ἐπὶ τὸν Λίθινον Πύργον, τὰς ὀκτακοσίας ἑβδομήκοντα ἓξ σχοίνους καθαιρετέον, διὰ τὰς τῶν ὁδῶν ἐκτροπάς, εἰς μόνας τὰς ὀκτακοσίας σχοίνους, σταδίους δὲ δισμυρίους τετρακισχιλίους. § 4. Πεπιστεύσθω γὰρ αὐτῶι τὸ συνεχὲς, ὅτι καὶ κατὰ σύμμετρα μέρη καὶ τετριμμένα ἤδη τῆς ἀναμετρήσεως ἔτυχεν. Ὅτι μέντοι πλείους ἐκτροπὰς ἔχει, δῆλόν ἐστιν ἐξ ὧν καὶ ὁ Μαρῖνος ὑποτίθεται. § 5. Τὴν μὲν γὰρ ἀπὸ τῆς κατὰ Ἱεράπολιν τοῦ Εὐφράτου διαβάσεως διὰ τῆς Μεσοποταμίας ἐπὶ τὸν Τίγριν ὁδὸν καὶ τὴν ἐντεῦθεν διὰ Γαραμαίων τῆς Ἀσσυρίας καὶ Μηδίας εἰς Ἐκβάτανα καὶ Κασπίας πύλας καὶ τῆς Παρθίας εἰς Ἑκατόμπυλον ἐνδέχεται περὶ τὸν διὰ τῆς Ῥοδίας πίπτειν παράλληλον· οὗτος γὰρ καὶ κατ᾽ αὐτὸν γράφεται διὰ τῶν εἰρημένων χωρῶν. § 6. Τὴν δὲ εἰς Ὑρκανίαν πόλιν ἀπὸ τὴς Ἑκατομπύλου πρὸς ἄρκτους ἀποκλίνειν ἀναγκαῖον, τῆς Ὑρκανίας πόλεως μεταξύ πως κειμένης τοῦ τε διὰ Σμύρνης παραλλήλου καὶ τοῦ δι᾽ Ἑλλησπόντου, διὰ τὸ τὸν μὲν διὰ Σμύρνης γράφεσθαι ὑπ᾽ αὐτὴν τὴν Ὑρκανίαν χώραν, τὸν δὲ δι᾽ Ἑλλησπόντου διὰ τῶν νοτίων μερῶν τῆς Ὑρκανίας θαλάσσης ἀπὸ τῆς ὁμωνύμου πόλεως, ἥ ἐστιν ὀλίγωι βορειότερα. § 7. Πάλιν δὲ ἡ ἀπὸ ταύτης ὁδὸς εἰς τὴν Μαργιανὴν Ἀντιόχειαν διὰ τῆς Ἀρείας τὰ μὲν πρῶτα πρὸς μεσημβρίαν ἀποκλίνει, τῆς Ἀρείας ὑπὸ τὸν αὐτὸν ταῖς Κασπίαις πύλαις κειμένης παράλληλον, ἔπειτα πρὸς ἄρκτους, τῆς Ἀντιοχείας περὶ τὸν δι᾽ Ἑλλησπόντου παράλληλον ἱδρυμένης· ἀφ᾽ ἧς ἡ μὲν ἐπὶ τὰ Βάκτρα ὁδὸς ἐκτείνεται {27} πρὸς ἀνατολὰς· ἡ δ᾽ ἐντεῦθεν ἐπὶ τὴν ἀνάβασιν τῆς τῶν Κωμηδῶν ὀρεινῆς πρὸς ἄρκτους· ἡ δὲ τῆς ὀρεινῆς αὐτῆς μέχρι τῆς ἐκδεχομένης τὰ πεδία φάραγγος πρὸς μεσημβρίαν. § 8. Τὰ μὲν γὰρ βόρεια καὶ δυσμικώτατα τῆς ὀρεινῆς, ἔνθα ἔστιν ἡ ἀνάβασις, τίθησιν ὑπὸ τὸν διὰ Βυζαντίου παράλληλον, τὰ δὲ νότια καὶ πρὸς ἀνατολὰς ὑπὸ τὸν δι᾽ Ἑλλησπόντου. Διότι φησὶν αὐτὴν ἀντικρὺ προσιοῦσαν ὡς πρὸς ἀνατολὰς ἐνδιδόναι πρὸς νότον· καὶ τὴν ἐντεῦθεν δὲ πεντηκοντάσχοινον ἐπὶ τοῦ Λιθίνου Πύργου πρὸς ἄρκτους εἰκός ἐστιν ἀποκλίνειν. § 9. «;Ἀναβάντων γάρ φησι τὴν φάραγγα διαδέχεται ὁ Λίθινος Πύργος, ἀφ᾽ οὗ εἰς τὰς ἀνατολὰς τὰ ὄρη χωροῦντα συνάπτει τῶι Ἰμάωι, ἀνιόντι ἀπὸ Παλιμβόθρων πρὸς ἄρκτους»; § 10. Συντιθεμένων οὖν τῶν ἐπιβαλλουσῶν τοῖς δισμυρίοις τετρακισχιλίοις σταδίοις μοιρῶν ξ° ταῖς ἀπὸ τοῦ Λιθίνου Πύργου μέχρι τῆς Σήρας μοίραις με° δ', εἴη ἂν τὸ ἀπὸ τοῦ Εὐφράτου μέχρι τῆς Σήρας διάστημα κατὰ τὸν διὰ τῆς Ῥοδίας παράλληλον μοιρῶν ρε° δ'. § 11. Συνάγεται δὲ κατ᾽ αὐτὸν ἐξ ὧν ὑποτίθεται κατὰ μέρος σταδιασμῶν, ὡς ὑπὸ τὸν αὐτὸν παράλληλον, καὶ τὸ μὲν ἀπὸ τοῦ διὰ τῶν Μακάρων νήσων μεσημβρινοῦ ἕως τοῦ Ἱεροῦ ἀκρωτηρίου τῆς Ἱσπανίας διάστημα μοιρῶν δύο ἡμίσους· τὸ δ᾽ ἐντεῦθεν ἐπὶ τὰς τοῦ Βαίτιος ἐκβολὰς, ὁμοίως δὲ καὶ τὸ ἀπὸ τοῦ Βαίτιος ἐπὶ τὸν πορθμὸν καὶ τὴν Κάλπην, ἑκάτερον τῶν ἴσων β° ἡμίσους· τῶν δ᾽ ἐφεξῆς τὸ μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Καράλλεως τῆς Σαρδόνος μοιρῶν κε°, τὸ δ᾽ ἀπὸ Καράλλεως εἰς Λιλύβαιον τῆς Σικελίας μοιρῶν δ° καὶ ἡμίσους· τὸ δ᾽ ἐντεῦθεν εἰς Πάχυνον μοιρῶν γ°· καὶ πάλιν τὸ μὲν εἰς Ταίναρον τῆς Λακωνικῆς {28} ἀπὸ Παχύνου μοιρῶν ι°· τὸ δ᾽ ἐντεῦθεν εἰς Ῥόδον η° δ', τὸ δ᾽ ἀπὸ Ῥόδου πρὸς τὴν Ἰσσὸν ια° δ'· τὸ δ᾽ εἰς Εὐφράτην ἀπὸ τῆς Ἰσσοῦ δύο ἡμίσους· § 12. ὥστε συνάγεσθαι καὶ ταύτης μὲν τῆς διαστάσεως μοίρας οβ°, τοῦ δ᾽ ὅλου τῆς ἐγνωσμένης γῆς μήκους ἀπὸ τοῦ διὰ τῶν Μακάρων νήσων μεσημβρινοῦ μέχρι τῆς Σήρας τὰς ἐπὶ τὸ αὐτὸ μοίρας ροζ° δ'.