BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. ιγʹ.

Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν κατὰ

πλοῦν διανύσεων.

 

§ 1. Στοχάσαιτο δ᾽ ἄν τις τηλικοῦτον εἶναι τὸ μῆκος, καὶ δι᾽ ὧν ἐκτίθεται διαστημάτων κατὰ τὸν πλοῦν, τὸν ἀπὸ τῆς Ἰνδικῆς, μέχρι τοῦ τῶν Σινῶν κόλπου καὶ τῶν Καττιγάρων, ἐὰν τὸ παρὰ τὰς κολπώσεις καὶ τὰς ἀνωμαλίας τῶν πλῶν, καὶ ἔτι τὰς θέσεις ἐπιλογίζηται κατὰ συνεγγισμὸν τῶν ἐπιβολῶν· ἀπὸ γὰρ τοῦ μετὰ τὸν Κολχικὸν κόλπον ἀκρωτηρίου, ὃ καλεῖται Κῶρυ, τὸν Ἀργαρικὸν κόλπον φησὶ διαδέχεσθαι, σταδίων ὄντα μέχρι Κούρουλα πόλεως τρισχιλίων τεσσαράκοντα, καὶ κεῖσθαι τοῦ Κῶρυ τὴν Κούρουλα πόλιν ὡς ἀπὸ βορέου. § 2. Συνάγοιτ᾽ ἂν οὖν ἡ διαπεραίωσις ὑφαιρουμένου τοῦ τρίτου, κατὰ τὸ ἀκόλουθον τῶι Ἀργαρικῶι κόλπωι, δισχιλίων τριάκοντα ἔγγιστα σταδίων μετὰ τῆς ἀνωμαλίας τῶν δρόμων. § 3. Ἐξ ὧν εἰς τὴν συνέχειαν ὑπολογισθέντος ἔτι τοῦ τρίτου καταλειφθήσονται στάδιοι χίλιοι τριακόσιοι πεντήκοντα ἔγγιστα κατὰ τὴν πρὸς βοῤῥᾶν θέσιν. § 4. Ἧς μεταφερομένης ἐπὶ τὴν τῶι ἰσημερινῶι παράλληλον, καὶ ὡς πρὸς ἀπηλιώτην μειώσει τοῦ ἡμίσεως ἀκολούθως τῆι μεταλαμβανομένηι {29} γωνίαι, ἕξομεν τὴν μεταξὺ τῶν δύο μεσημβρινῶν διάστασιν, τοῦ τε διὰ τοῦ Κῶρυ ἀκρωτηρίου καὶ τοῦ διὰ τῆς Κούρουλα πόλεως, σταδίων μὲν ἑξακοσίων οεʹ, μοίρας δὲ μιᾶς ἔγγιστα καὶ τρίτου, διὰ τὸ τοὺς κατὰ τούτων τῶν τόπων παφαλλήλους μηδενὶ ἀξιολόγωι διαφέρειν τοῦ μεγίστου κύκλου. § 5. Πάλιν ἀπὸ Κούρουλα πόλεως ὁ πλοῦς, φησὶν, ἐστὶ πρὸς χειμερινὰς ἀνατολὰς ἕως Παλούρων σταδίων ἐννακισχιλίων τετρακοσίων πεντήκοντα· ὧν καὶ αὐτῶν τὸ τρίτον ὁμοίως ἀφελόντες ὑπὲρ τῆς ἀνωμαλίας τῶν δρόμων, ἕξομεν τὴν ἐκ τῆς συνεχείας ἐσομένην διάστασιν, τὴν ὡς πρὸς εὖρον, σταδίων ἑξακισχιλίων τριακοσίων ἔγγιστα. § 6. Καὶ τούτων δὲ τὸ ἕκτον ἀφελόντες, ὑπὲρ τοῦ τὴν παράλληλον τῶι ἰσημερινῶι ποιήσασθαι διάστασιν, εὑρήσομεν καὶ τὴν τούτων τῶν μεσημβρινῶν ἀποχὴν σταδίων εσνʹ, μοιρῶν δὲ δέκα ἡμίσους. § 7. Ἐντεῦθεν δὲ τὸν μὲν κόλπον τὸν Γαγγητικὸν ἐκτίθεται σταδίων μυρίων ἐννακισχιλίων, τὸν δὲ διάπλουν αὐτοῦ τὸν ἀπὸ Παλούρων ἐπὶ Σάδαν πόλιν σταδίων μυρίων τρισχιλίων ὡς πρὸς ἰσημερινὴν ἀνατολήν. Διὸ μόνον τὸ τρίτον τούτων ὑπολογιστέον ὑπὲρ τῆς ἀνωμαλίας τοῦ πλοῦ· ὡς καταλείπεσθαι καὶ τὴν τούτων τῶν μεσημβρινῶν διάστασιν σταδίων ωχοʹ, μοιρῶν δὲ ιζ° γ'. § 8. Ἐφεξῆς δὲ τὸν ἀπὸ Σάδας πλοῦν ἕως Ταμάλας πόλεως ποιεῖται σταδίων γφʹ ὡς πρὸς χειμερινὰς ἀνατολάς· ὑπὲρ μὲν οὖν τῆς ἀνωμαλίας πάλιν τὸ τρίτον αὐτῶν ἀφελόντες, ἕξομεν τοῦ συνεχοῦς δρόμου σταδίους βτλʹ· διὰ δὲ τὴν πρὸς εὖρον νεῦσιν τὸ ἕκτον ἔτι τούτων προσυπολογίσαντες, εὑρήσομεν καὶ τὴν τῶν ἐκκειμένων μεσημβρινῶν διάστασιν σταδίων μὲν χιλίων ἐννακοσίων τεσσαράκοντα, {30} μοιρῶν δὲ ἔγγιστα τριῶν ἡμίσους τρίτου. § 9. Μετὰ δὲ ταῦτα τὸ ἀπὸ Ταμάλας ἐπὶ τὴν Χρυσῆν Χερσόνησον διαπέραμα σταδίων ἐκτίθεται χιλίων ἑξακοσίων ὡς πρὸς χειμερινὰς πάλιν ἀνατολάς· ὥστε κἀνταῦθα τῶν ὁμοίων μερῶν ὑφαιρεθέντων καταλείπεσθαι τὴν τῶν μεσημβρινῶν διάστασιν σταδίων μὲν ἐννακοσίων, μοίρας δὲ μιᾶς καὶ τεσσάρων πέμπτων, συνάγεσθαί τε τὴν ἀπὸ τοῦ Κῶρυ ἀκρωτηρίου μέχρι τῆς Χρυσῆς Χερσονήσου διάστασιν μοιρῶν λδ° καὶ τεσσάρων πέμπτων.