BIBLIOTHECA AUGUSTANA

 

Gregorios Nazianzenos

ca. 330 - ca. 390

 

Λόγοι

 

Textus:

in: Die griechische Literatur in Text und Darstellung,

Kaiserzeit (graece et germanice)

ed. H. Görgemanns, Stuttgart: Reclam 1988

Iota subscriptum - conventio scribendi mediaevalis -

conversum est in iota adscriptum.

 

――――――――――――――――――――――――――――――――

 

 

 

Patrologicae cursus completus. Series graeca. PG 37:

Gregorii Theologi opera quae exstant omnia.

Pars 2. ed. J. P. Migne, Paris 1857: In novam Dominicam.

 

ΛΟΓΟΣ ΜΔʹ.

Εἰς τὴν καινὴν Κυριακήν.

 

Αʹ. γκαίνια τιμᾶσθαι, παλαιὸς νόμος, καὶ καλῶς ἔχων· μᾶλλον δὲ, τὰ νέα τιμᾶσθαι δι᾽ Ἐγκαινίων· καὶ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις, ἑκά στης τοῦ ἐνιαυτοῦ περιτροπῆς τὴν αὐτὴν ἡμέραν ἐπαγούσης, ἵνα μὴ ἐξίτηλα τῶι χρόνωι γένηται τὰ καλὰ, μηδὲ παραῤῥυῆι λήθης βυθοῖς ἀμαυρούμενα. Ἐγκαινίζονται μὲν πρὸς Θεὸν νῆσοι, τῶι Ἠσαΐαι ὥσπερ ἀνέγνωμεν, ἅστινας δὴ τὰς νήσους ταύ τας ὑποληπτέον· οἶμαι δὲ τὰς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας ἄρτι καθισταμένας, καὶ τῆς ἀλμυρᾶς ἀπιστίας ἀνακυπτούσας, καὶ πῆξιν λαμβανούσας, τῶι Θεῶι βάσιμον. Ἐγκαινίζεται δὲ τεῖχος χαλκοῦν, παρ᾽ ἄλλωι προφήτηι· οἶμαι δὲ, ψυχὴ στεῤῥὰ, καὶ χρυσοει δὴς, καὶ ἀριπαγὴς εἰς εὐσέβειαν. Ἄδειν δὲ τῶι Κυρίωι ἆισμα καινὸν κελευόμεθα, εἴτε οἱ εἰς Βαβυλῶνα καὶ τὴν πονηρὰν σύγχυσιν κατασυρέντες ὑπὸ τῆς ἁμαρτίας, ἔπειτα πρὸς τὴν Ἱερουσαλὴμ ἀνασωθέντες (κακεῖ μὲν οὐ δυνάμενοι τὴν θείαν ἄιδειν ὠιδὴν, ὡς ἐπὶ γῆς ἀλλοτρίας, ἐνταῦθα δὲ νέαν ὠιδὴν καὶ πολιτείαν ἱστάμενοι)· εἴτε οἱ μείναντες ἐν τῶι καλῶι, καὶ προκόπτοντες· καὶ τὸ μὲν κατωρθωκό τες ἤδη, τὸ δὲ κατορθοῦντες, παρὰ τοῦ ἁγίου καὶ καινοποιοῦ Πνεύματος.

Βʹ. γκαινίζεται δὲ ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ λίαν πολυτελῶς, ἣν Θεὸς παρέδειξε, καὶ Βεσελεὴλ ἐτελείωσε, καὶ Μωσῆς ἐπήξατο. Ἐγκαινίζεται δὲ ἡ βασιλεία Δαβὶδ, καὶ οὐχ ἅπαξ, ἀλλὰ χριομένου τὸ πρότερον, ἀναγορευομένου τὸ δεύτερον. Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν, ὁ τῆς ἀπιστίας, καὶ Ἰησοῦς παρῆν, ὁ Θεὸς καὶ ναὸς, Θεὸς αἰώνιος, ναὸς πρόσφατος, ὁ αὐθημερὸν λυόμενος, καὶ τριήμερος ἀνιστάμενος, καὶ μένων εἰς τοὺς αἰῶνας, ἵν᾽ ἐγὼ σωθῶ, καὶ τοῦ πα λαιοῦ πτώματος ἀνακληθῶ, καὶ γένωμαι και νὴ κτίσις, διὰ τῆς τοιαύτης φιλανθρωπίας ἀνα πλαττόμενος. Ἐπιζητεῖ δὲ ὁ θεῖος Δαβὶδ καρδίαν καθαρὰν ἐν ἑαυτῶι κτιζομένην, καὶ πνεῦμα εὐθὲς u964 τοῖς ἐγκάτοις ἐγκαινιζόμενον· οὐχ ὡς οὐκ ἔχων, (τίς γὰρ, εἰ μὴ Δαβὶδ ὁ τοσοῦτος;) ἀλλ᾽ ὡς καινὸν γινώ σκων τὸ νῦν ἀεὶ προστιθέμενον. Καὶ τί δεῖ μοι πλειόνων Ἐγκαινίων, ἐνὸν τὰ παρόντα γνωρίσαι, καὶ ἃ σήμερον πανηγυρίζομεν, τῆι ζωῆι μετὰ θάνατον πλησιάσαντες; Ἐγκαίνια, Ἐγκαίνια ἡ πανήγυρις, ἀδελφοί. Λεγέσθω γὰρ πολλάκις ὑφ᾽ ἡδονῆς. Καὶ τίνα ταῦτα; Οἱ μὲν εἰδότες, διδάξατε· οἱ δὲ ἀγνοοῦντες, τὴν ἀκοὴν ἐγκαινίζεσθε.

Γʹ. Φς ἦν ἀπρόσιτον, καὶ ἀδιάδοχον, ὁ Θεὸς, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, οὔτε μετρούμενον, ἀειλαμπὲς, τριλαμπὲς, ὀλίγοις ὅσον ἐστὶ θεωρούμε νον, οἶμαι δὲ, οὐδὲ ὀλίγοις. Καὶ φῶτα δεύτερα, τοῦ πρώτου Φωτὸς ἀπαυγάσματα, αἱ περὶ αὐτὸν δυνάμεις, καὶ τὰ λειτουργικὰ πνεύματα. Τὸ δὲ παρ᾽ ἡμῖν τοῦτο φῶς, οὐχ ὕστερον ἤρξατο μόνον, ἀλλὰ καὶ νυκτὶ τέ μνεται, καὶ τέμνει νύκτα ἰσομοιρίαι, ὄψει πι στευθὲν, καὶ ἀέρι χυθὲν, καὶ λαμβάνον ὃ δίδω σιν. Ὁρᾶιν τε γὰρ ὄψει παρέχει, καὶ πρῶτον ὁρᾶται παρὰ τῆς ὄψεως, καὶ τοῖς ὁρατοῖς περιῤῥέον, παῤῥησίαν χαρίζεται. Βουληθεὶς γὰρ ὁ Θεὸς τόνδε τὸν κόσμον συστήσασθαι, τὸν ἐξ ὁρατῶν τε καὶ ἀοράτων συνεστηκότα, τὸν μέγαν καὶ θαυμαστὸν τῆς μεγαλειότητος αὐτοῦ κήρυκα, τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς, καὶ οὐκ ἄλλο· (τί γὰρ ἔδει φω τὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι;) τοῖς κάτω δὲ καὶ περὶ ἡμᾶς πρώτην ἐκλάμπει τὴν τοῦ φωτὸς τούτου δύναμιν. Καὶ γὰρ ἔπρεπε τῶι μεγάλωι φωτὶ τῆς δημιουργίας ἐκ φωτὸς ἄρξασθαι, ὧι λύει τὸ σκότος, καὶ τὴν ἐπέχουσαν τέως ἀκοσμίαν καὶ ἀτα ξίαν.

Δʹ. Καὶ τοῦτο οὐκ ὀργανικὸν ἀπ᾽ ἀρχῆς ἀναδείξας, οὐδὲ ἡλιακὸν, ὡς ὁ ἐμὸς λόγος, ἀλλ᾽ ἀσώματον, καὶ ἀνήλιον· ἔπειτα δὲ καὶ ἡλίωι δοθὲν, καταφωτίζειν πᾶσαν τὴν οἰκουμένην. Ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην προϋποστήσας, εἰδοποίησεν ὕστερον, ἑκάστωι τάξιν, καὶ σχῆμα, καὶ μέγεθος περιθεὶς, ἵνα θαυμα τουργήσηι τι μεῖζον, ἐνταῦθα τὸ εἶδος τῆς ὕλης προϋπεστήσατο (εἶδος γὰρ ἡλίου τὸ φῶς)· μετὰ δὲ τοῦ το τὴν ὕλην ἐπάγει, τὸν ὀφθαλμὸν τῆς ἡμέρας δὴ μιουργήσας τοῦτον τὸν ἥλιον. Οὕτω τι πρῶτον ἐν ἡμέραις ἀριθμεῖται, καὶ δεύτερον, καὶ τρίτον, καὶ τὸ ἑξῆς, ἄχρι τῆς ἑβδόμης καὶ καταπαυσίμου τῶν ἔργων ἡμέρας, αἷς καταμερίζεται τὰ γινόμενα, λόγοις ἀῤῥήτοις τασσόμενα, καὶ οὐκ ἀθρόως ἀναδιδό μενα τῶι πάντα δυνατῶι Λόγωι, καὶ ὧι τὸ νοῆσαι μόνον, ἢ εἰπεῖν, ἔργον ἐστὶ παριστάμενον. Εἰ δὲ τε λευταῖος ὁ ἄνθρωπος ἀνεδείχθη, καὶ ταῦτα χειρὶ Θεοῦ καὶ εἰκόνι τετιμημένος, θαυμαστὸν οὐδέν. Ἔδει γὰρ, ὥσπερ βασιλεῖ, προϋποστῆναι τὰ βασίλεια, καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλέα πᾶσιν ἤδη δορυφορού μενον. Εἰ μὲν οὖν ἐμείναμεν, ὅπερ ἦμεν, καὶ τὴν ἐντολὴν ἐφυλάξαμεν, ἐγενόμεθα ἂν ὅπερ οὐκ ἦμεν, τῶι ξύλωι τῆς ζωῆς προσελθόντες, μετὰ τὸ ξύ λον τῆς γνώσεως. Καὶ τί γεγονότες; Ἀπαθανατι σθέντες, καὶ Θεῶι πλησιάσαντες. Ἐπεὶ δὲ τῶι φθό νωι τοῦ πονηροῦ θάνατος εἰς τὸν κόσμον εἰσῆλ θε, καὶ ὑφεῖλε διὰ τῆς ἀπάτης τὸν ἄνθρωπον, διὰ τοῦ το τῶι ἡμετέρωι πάθει πάσχει Θεὸς, γενόμενος ἄν θρωπος, καὶ πτωχεύει τῶι σὰρξ παγῆναι, ἵν᾽ ἡμεῖς τῆι ἐκείνου πτωχεία πλουτήσωμεν. Ἐντεῦθεν θάνατος, καὶ ταφὴ, καὶ ἀνάστασις. Ἐντεῦθεν ἡ καινὴ κτίσις, καὶ μεθέορτος ἑορτὴ, καὶ πάλιν ἐγὼ πανη γυριστὴς, ἐγκαινίζων τὴν ἐμαυτοῦ σωτηρίαν.

Εʹ. Τ οὖν, φησίν; Οὐχ ἡ πρώτη Κυριακὴ τὸ Ἐγκαίνιον ἦν, ἡ μετὰ τὴν ἱερὰν νύκτα καὶ δαιδουχίαν; Ἀλλὰ τῆι σήμερον τοῦτο δίδως, ὦ φιλέορτε σὺ, καὶ πολλὰς ἐπινοῶν φαιδρότητας; Ἐκείνη τὸ σωτήριον ἦν, αὕτη δὲ τὸ τῆς σωτηρίας γενέ θλιον· κἀκείνη μέν ἐστι μεθόριον τῆς ταφῆς καὶ τῆς ἀναστάσεως, αὕτη δὲ καθαρῶς τῆς δευτέρας γε νέσεως· ἵν᾽, ὥσπερ ἡ πρώτη κτίσις τὴν ἀρχὴν ἀπὸ Κυριακῆς λαμβάνει (δῆλον δέ· ἀπὸ γὰρ ταύτης ἑβδόμη τὸ Σάββατον γίνεται, κατάπαυσις οὖσα τῶν ἔργων), οὕτω καὶ ἡ δευτέρα πάλιν ἐκ τῆς αὐτῆς ἄρ χηται, πρώτη οὖσα τῶν μετ᾽ αὐτὴν, καὶ ὀγδοὰς ἀπὸ τῶν πρὸ αὐτῆς, ὑψηλῆς ὑψηλοτέρα, καὶ θαυμασίας θαυμασιωτέρα. Πρὸς γὰρ τὴν ἄνω φέρει κατάστασιν ἣν καὶ ὁ θεῖος Σολομὼν αἰνίττεσθαί μοι δοκεῖ, διδόναι μερίδα τοῖς ἑπτὰ, τῶι βίωι τούτωι, νομοθετῶν· καί γε τοῖς ὀκτὼ, τῶι μέλλοντι· ἐκ τῆς ἐντεῦθεν εὐ πραγίας καὶ τῆς ἐκεῖθεν ἀποκαταστάσεως. Ἀλλὰ καὶ ὁ μέγας Δαβὶδ τῆι αὐτῆι προσάιδειν ἔοικε τοὺς περὶ τῆς ὀγδόης ψαλμοὺς, ὥσπερ καὶ τῆι τῶν Ἐγκαι νίων ἡμέραι ταύτηι ψαλμὸν ἕτερον, οἴκου τινὰ ἐγκαινισμὸν ὀνομάζων· ὅστις ἐσμὲν ἡμεῖς, οἱ Θεοῦ ναὸς εἶναί τε καὶ ἀκούειν ἠξιωμένοι καὶ γίνε σθαι.

Ϛʹ. χετε τῶν Ἐγκαινίων τὸν λόγον. Ἀλλ᾽ ἐγκαινίζεσθε, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποῤῥίψαντες, ἐν καινότητι ζωῆς πολιτεύεσθε, πᾶσι χαλινὸν ἐπιθέντες, ἐξ ὧν ὁ θάνατος, πάντα τὰ μέλη παιδαγωγήσαντες, πᾶσαν τὴν πονηρὰν τοῦ ξύλου βρῶσιν μισήσαντες, ἢ ἐμέσαντες, καὶ διὰ τοῦτο μόνον μεμνημένοι τῶν παλαιῶν, ἵνα φύγωμεν. Ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· φεύγω μεν τὰς εὐχροίας, εἰς ἡμᾶς αὐτοὺς βλέπωμεν. Μή σε νικησάτω κάλλους ἐπιθυμία, μηδὲ συναρπασθῆις σοῖς βλεφάροις, εἰ δυνατὸν, μέχρι καὶ παροράματος, τὴν Εὖαν ἐνθυμηθεὶς, τὸ γλυκὺ δέλεαρ, τὸ τιμώμενον φάρμακον. Πῶς γὰρ σώσει ῥαιδίως ἡ ἀλλοτρία, ὃν ἀπ ώλεσεν ἡ ἰδία; Μὴ γλυκανθήτω σοι φάρυγξ, οὗ κατασύρεται πᾶν τὸ διδόμενον· καὶ πρὶν ληφθῆναι, τιμώμενον, μετὰ τὸ λαβεῖν ἀτιμάζεται. Ἡ ὄσφρησις ἐθήλυνέ σε; Φεῦγε τὰς εὐωδίας. Τῆι ἁφῆι κατεμαλακί σθης; Ἀπόταξαι ταῖς λειότησι, καὶ ταῖς ἁπαλότησιν. Ἡ ἀκοὴ παρέπεισε; Θὲς θύραν τοῖς ἀπατηλοῖς λό γοις καὶ περιέργοις. Ἄνοιγε σὸν στόμα λόγωι Θεοῦ, ἵν᾽ ἑλκύσηις Πνεῦμα, μὴ σπάσηις θάνατον. Ὅταν τί σε δε λεάζηι τῶν ἀπειρημένων, μνήσθητι ὅστις ἦς, καὶ ὅθεν ἀπόλωλας. Ἐὰν μικρόν τι τοῦ λόγου παρεκτραπῆις, πρὸς ἑαυτὸν ἐπανάγου, πρὶν παντελῶς ἔξω πεσεῖν, καὶ κατενεχθῆναι πρὸς θάνατον, καὶ γενοῦ καινὸς ἀντὶ παλαιοῦ, καὶ ψυχῆς ἑόρταζε τὰ Ἐγκαίνια.

Ζʹ. θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως, δι᾽ ὃν ἐξέπεσες. Τὸ ἐπιθυμητικὸν τετάσθω σοι πᾶν πρὸς Θεὸν, μὴ πρὸς ἄλλο τι τῶν ἐπιβούλων καὶ σφα λερῶν. Ὁ λογισμὸς πᾶσιν ἐπιστατείτω, καὶ μὴ καθ ελκέσθω τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος. Μὴ μισήσηις σου τὸν ἀδελφὸν, καὶ ταῦτα δωρεὰν, ὑπὲρ οὗ Χριστὸς ἀπέθα νε, καὶ σὸς ἀδελφὸς ἐγένετο, Θεὸς ὢν καὶ Δεσπότης. Μὴ φθονήσηις τῶι κατορθοῦντι, ὁ φθονηθεὶς, καὶ φθονεῖ σθαι πεισθεὶς, καὶ διὰ τοῦτο κατενεχθείς. Μὴ ἀτιμάσηις δάκρυον, ὁ πολλῶν ἄξια δακρύων πεπονθὼς, εἶτα ἠλεημένος. Μὴ ἀπώσηι πένητα, ὁ πλουτήσας θεότητα· εἰ δ᾽ οὖν, ἀλλὰ μὴ πλουτήσηις κατὰ τοῦ πένητος. Καὶ τοῦτο γὰρ πολὺ παρὰ τῶν ἀκορέστων. Μὴ ἀτιμάσηις ξένον, ὑπὲρ οὗ Χριστὸς ἐξενίτευσεν, οὗ πάντες ἡμεῖς ξένοι καὶ πάροικοι, μὴ ἀποξενωθῆις τοῦ παραδείσου καθὼς τὸ πρότερον. Μετάδος τῶι δεομένωι στέγης, σκέπης, τροφῆς, ὁ τούτοις ἐντρυφῶν, καὶ ὑπὲρ τὴν χρείαν. Μὴ ἀγαπήσηις τὸν πλοῦτον, εἰ μὴ βοη θῆι πένησιν. Ἄφες, ὁ ἀφεθείς· ἐλέησον, ὁ ἠλεη μένος· κτῆσαι τῶι φιλανθρώπωι τὸ φιλάνθρωπον, ἕως καιρός· πᾶς ὁ βίος ἐγκαινιζέσθω σοι, πᾶσα πολιτείας ὁδός.

Ηʹ. Α ὑπὸ ζυγὸν, δότε τι καὶ Θεῶι· προσείλη φθε γάρ. Αἱ παρθένοι, τὸ πᾶν Θεῶι· λέλυσθε γάρ. Μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, φυγοῦσαι τὴν ἐλευθε ρίαν, ἐκ τοῦ συνοικεῖν, οὐκ ἀνδράσι μὲν, ἀνδράσι δ᾽ ὅμως. Οὐ δέχομαι κάμνειν ἀεὶ τοῖς τῆς ἡδονῆς ὑπο μνήμασι· μισῶ καὶ τὴν δι᾽ ἀέρος συνήθειαν. Οἱ δυ νάσται, φοβεῖσθε τὸν δυνατώτερον· οἱ τῶν ὑψηλῶν u952 θρόνων, τὸν ὑψηλότερον. Μὴ θαυμάσηις μηδὲν, ὃ μὴ παραμένει· μὴ παρίδηις, ὃ μένει· μηδὲ περισφίγξηις μηδὲν, ὃ διαῤῥεῖ κρατούμενον· μὴ ζηλώσηις τι τῶν οὐ φθονουμένων, ἀλλὰ μισουμένων· μὴ ἐπαρθῆις μέγα, ἵνα μὴ μεῖζον κατενεχθῆις· μὴ φρό νει τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ, τῶν ἀγαθῶν ἡττώμενος· μὴ γελάσηις πτῶμα τοῦ πέ λας· διάβαινε δὲ ἀσφαλῶς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένωι. Μήτε ἀθυμῶν, ἀπελπίσηις εὐημερίαν· μήτε πράττων καλῶς, ἀθυ μίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ, πολλὰς πραγμάτων μεταβολάς. Ἐπι κοπτέτω σοι, μέριμνα μὲν ἡδονὴν, λύπην δὲ ἡ κρείτ των ἐλπίς. Οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτως τιμᾶται ἡ τῶν Ἐγκαινίων ἡμέρα, τοιαύτηι τρυφῆι, τοιούτοις ἐδέσμασιν. Οὐκ ὀφθήσηι, φησὶ, κενὸς ἐναντίον μου· ἀλλ᾽ εἴ τι καλὸν, μετὰ σεαυτοῦ φέ ρων. Νῦν δὲ ὄφθητι καινὸς, τρόπον ἕτερος, ὅλως ἠλλοιωμένος. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τοῦτο τῆι ἑορτῆι καρποφό ρησον, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιώθητι· καὶ μηδὲ οὕτω μέγα φρονήσηις, ἀλλὰ φθέγξαι τὸ τοῦ Δαβίδ. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, παρ᾽ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Οὐ βούλεταί σε ὁ λόγος ποτὲ ἐν ταυτῶι μένειν, ἀλλὰ ἀεικίνητον εἶναι, εὐκίνητον, πάντως νεόκτιστον· ἂν ἀμαρτάνηις, ἐπιστρέφοντα· εἰ κατορθοῖς, ἐπιτεί νοντα.

Θʹ Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον τὴν τοῦ Θεοῦ γνώρισον· μέχρι τίνος ἐπ᾽ ἀμφο τέραις χωλανεῖς ταῖς ἰγνύαις; μέχρι τίνος οἰκονομήσεις; Καὶ οἰκοδομῆσαί ποτε προθυμήθητι· χθὲς τὸ δοκεῖν τις ἐτίμας, σήμερον τὸ εἶναι προτίμησον· Μέχρι ποῦ τὰ ἐνύπνια; καὶ ἡ ἀλήθειά ποτε σπου δασθήτω σοι. Χθὲς ἦσθα θεατρικὸς, σήμερον φάνηθι θεωρητικός· χθὲς λοίδορος, ἰταμὸς, σήμερον εὔφημος, ἥμερος· χθὲς κωμαστὴς, σή μερον σωφρονιστής. Σήμερον οἰνοπότης, αὔριον ὑδροπότης. Σήμερον κατασπαταλῶν ἐπὶ κλινῶν ἐλε φαντίνων, καὶ τὰ πρῶτα μύρα χριόμενος, αὔριον χαμεύνης καὶ ἄγρυπνος· ἀντὶ γελοιαστοῦ, σύννους· ἀντὶ καλλωπιστοῦ, δυσείμων· ἀντὶ γαύρου καὶ ἀλα ζόνος, εὐτελὴς τὸ φαινόμενον· ἀντὶ χρυσορόφου, στενόχωρος· κάτω νεύων, ἀντὶ ὑψαύχενος. Ἐὰν οὕτω διανοῆι, καὶ οὕτω ποιῆις, ἔσται σοι ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, τά τε ἄλλα καὶ τὸν τούτων

Ιʹ. λλ᾽ ἀπίωμεν ἤδη, καὶ τῶι καιρῶι τὰ εἰκότα συν εορτάσοντες. Πάντα γὰρ εἰς καλὸν τῆι πανηγύρει συν τρέχει καὶ συναγάλλεται· ἴδε γὰρ οἷα τὰ ὁρώμενα. Ἡ βασίλισσα τῶν ὡρῶν τῆι βασιλίδι τῶν ἡμερῶν πομ πεύει, καὶ δωροφορεῖ παρ᾽ ἑαυτῆς πᾶν ὅ τι κάλλι στον καὶ τερπνότατον. Νῦν οὐρανὸς διαυγέστερος· νῦν ἥλιος ὑψηλότερος καὶ χρυσοειδέστερος· νῦν σελήνης κύκλος φανότερος, καὶ ἀστέρων χορὸς καθαρώτερος. Νῦν αἰγιαλοῖς μὲν κύματα σπένδεται, ἡλίωι δὲ νέφος, ἀέρι δὲ ἄνεμοι, γῆ δὲ φυτοῖς, φυτὰ δὲ ὄψεσι. Νῦν πηγαὶ διαυγέστερον νάουσι· νῦν δὲ ποταμοὶ δαψιλέστερον, τῶν χειμερίων δεσμῶν λυθέντες. Καὶ λειμὼν εὐωδεῖ, καὶ φυτὸν βρύει, καὶ κείρεται πόα, καὶ ἄρνες ἐπισκιρτῶσι χλοεραῖς ταῖς ἀρούραις. Ἄρτι μὲν ναῦς ἐκ λιμένων ἀνάγεται σὺν κελεύσμασι, καὶ τούτοις ὡς τὰ πολλὰ φιλοθέοις, καὶ τῶι ἰστίωι πτεροῦται· καὶ περισκιρτᾶι δελφὶς, ἀναφυσῶν ὡς ἥδιστον καὶ ἀναπεμπόμενος, καὶ παραπέμπει πλωτῆρας σὺν εὐθυμίαι. Ἄρτι δὲ γεωργὸς ἄροτρον πήγνυται, ἄνω βλέπων, καὶ τὸν καρποδότην ἐπικαλούμενος, καὶ ὑπὸ ζυγὸν ἄγει βοῦν ἀρότην, καὶ τέμνει γλυκεῖαν αὔλακα, καὶ ταῖς ἐλπίσιν εὐφραίνεται. Ἄρτι δὲ ποιμὴν καὶ βουκόλος ἀρμόζονται σύριγγας, καὶ νόμιον ἐμπνέουσι μέλος, καὶ φυτοῖς καὶ πέτραις ἐνεαρίζουσιν. Ἄρτι δὲ φυτὸν φυτουργὸς θεραπεύει, καὶ ἰξευτὴς καλάμους οἰκοδομεῖ, καὶ ὑποβλέπει πτόρθους, καὶ περιεργάζεται πτερὸν ὄρνιθος. Καὶ ἀλιεὺς βυθοὺς διορᾶι, καὶ δίκτυον ἀνακαθαίρει, καὶ πέτρας ὑπερκαθέζεται.

ΙΑʹ. ρτι μὲν ἡ φιλεργὸς μέλισσα, τὸ πτερὸν ἐκλύσασα, καὶ τῶν σίμβλων ἀπαναστᾶσα, τὴν ἑαυτῆς σοφίαν ἐπιδείκνυται, καὶ λειμῶνας ἐφίπταται, καὶ συλᾶι τὰ ἄνθη· καὶ ἡ μὲν φονεῖ τὰ κηρία, τὰς ἐξαγώνους καὶ ἀντιθέτους σύριγγας ἐξυφαίνουσα, καὶ τὰς εὐθείας ταῖς γωνίαις ἐπαλλάττουσα, ἔργον ὁμοῦ κάλλους καὶ ἀσφαλείας· ἡ δὲ τὸ μέλι ταῖς ἀποθήκαις ἐναποτίθεται, καὶ γεωργεῖ τῶι ξενίζοντι καρπὸν γλυκὺν καὶ ἀνήροτον. Ὡς ὄφελόν γε καὶ ἡμεῖς, ὁ Χριστοῦ μελισσὼν, καὶ τοιοῦτο λαβόντες σοφίας καὶ φιλοπονίας ὑπόδειγμα! Ἄρτι δὲ καλιὰν ὄρνις πήγνυται, καὶ ὁ μὲν ἐπανέρχεται, ὁ δὲ εἰσοικίζεται, ὁ δὲ περιίπταται, καὶ καταφωνεῖ τὸ ἄλσος, καὶ περιλαλεῖ τὸν ἄνθρωπον. Πάντα Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις· ἐπὶ πᾶσι γὰρ εὐχαριστεῖται δι᾽ ἐμοῦ Θεός· καὶ οὕτως ὁ ἀκείνων ὕμνος, ἡμέτερος γίνεται, παρ᾽ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω. Νῦν μὲν γελᾶι πᾶν ζώων γένος, καὶ πᾶσαν αἴσθησιν ἐστιώμεθα. Νῦν δὲ ὑψαύχην ἵππος καὶ ἀγέρωχος, τοῖς οἴκοις δυσχεραίνων, καὶ τὰ δεσμὰ τυραννήσας, κροαίνει κατὰ πεδίον, καὶ ποταμοῖς ὡραΐζεται.

ΙΒʹ Τ τἄλλα; Νῦν μάρτυρες αἰθριάζουσι, καὶ πομπεύουσι, καὶ λαμπροῖς τοῖς βήμασι συγκαλοῦσι λαὸν φιλόχριστον. καὶ τοὺς ἄθλους δημοσιεύουσι. Τούτων εἷς ἐστι καὶ ὁ ἐμὸς στεφανίτης (ἐμὸς γὰρ, εἰ καὶ μὴ παρ᾽ ἐμοὶ, πιπτέτω φθόνος, εἰδόσι λέγω), Μάμας ὁ περιβόητος, καὶ ποιμὴν, καὶ μάρτυς· ὁ πρότερον μὲν τὰς ἐλάφους ἀμέλγων κατεπειγομένας ἀλλήλων, ἵνα ξένωι γάλακτι τραφῆι δίκαιος· νῦν δὲ ποιμαίνων λαὸν μητροπόλεως, καὶ τὸ ἔαρ ἐγκαινίζων σήμερον ταῖς πολλαῖς χιλιάσι τῶν πανταχόθεν ἐπειγομένων, διάφορόν τε ἀρετῆς κάλλεσι, καὶ ποιμέσιν ἄξιον, καὶ λόγοις ἐπινικίοις. Ἔτι δὲ συντομώτερον εἰπεῖν, νῦν ἔαρ κοσμικὸν, ἔαρ πνευματικὸν, ἔαρ ψυχαῖς, ἔαρ σώμασιν, ἕαρ ὁρώμενον, ἔαρ ἀόρατον· οὗ κἀκεῖθεν μεταλάβοιμεν ἐνταῦθα καλῶς ἀμειφθέντες, καὶ καινοὶ πρὸς τὸν καινὸν βίον παραπεμφθείημεν, ἐν Χριστῶι Ἰησοῦ τῶι Κυρίωι ἡμῶν, ὧι πᾶσα δόξα, τιμὴ, καὶ κράτος σὺν ἁγίωι Πνεύματι, εἰς δόξαν Θεοῦ Πατρός.

 

Ἀμήν.