B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Agathias
ca. 530 - ca. 580
     
   



Κ ύ κ λ ο ς   τ ῶ ν   ν έ ω ν
ἐ π ι γ ρ α μ μ ά τ ω ν


Ἀ γ α θ ί ο υ
ἐ π ι γ ρ ά μ μ α τ α


__________________________________________________

 
 
      Ἐ ρ ω τ ι κ ά

      Anthologia Graeca 5, 216 (215)
      Ἀγαθίου σχολαστικοῦ

Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσηις
      θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης·
ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι
      ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένωι.
5
ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν
      καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.
κεῖνος δ' ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει
      οἶκτον ἔχων ὀλίγηι ξυνὸν ἀγηνορίηι.

      Anthologia Graeca 5, 218 (217)
      Ἀγαθίου σχολαστικοῦ

Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέληισι Μενάνδρου
      κείραντα Γλυκέρας τῆς ἀλόχου πλοκάμους,
ὁπλότερος Πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης
      βόστρυχα παντόλμοις χερσὶν ἐληΐσατο,
5
καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας,
      μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.
ζηλομανὲς τὸ κόλασμα· τί γὰρ τόσον ἤλιτε κούρη,
      εἴ με κατοικτείρειν ἤθελε τειρόμενον;
σχέτλιος· ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοῦ
10
      βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.
ἀλλ' ἔμπης τελέθει «Μισούμενος»· αὐτὰρ ἔγωγε
      «Δύσκολος», οὐχ ὁρόων τὴν «Περικειρομένην».

      Anthologia Graeca 5, 220 (219)
      Ἀγαθίου σχολαστικοῦ

Εἰ καὶ νῦν πολιή σε κατεύνασε καὶ τὸ θαλυκρὸν
      κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,
ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνοὺς
      νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,
5
μηδ' ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα μηδὲ κομάων
      τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι.
«Ἀντίπατρος» τῆι παιδὶ πάρος μεμέλησο ταλαίνηι,
      καὶ νῦν ἐξαπίνης «Ἀντίπαλος» γέγονας.

      Anthologia Graeca 5, 222 (221)
      Ἀγαθίου

Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα
      κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·
εἴ ποτε δὲ τραγικῶι ῥοιζήματι ῥήξατο φωνήν,
      αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο.
5
εἰ δέ καὶ ἀγλαΐς κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ
      Κύπρις ἐνικήθη κἂν ἐδίκαζε Πάρις.
σιγῆι ἐφ' ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας
      τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.

      Anthologia Graeca 5, 237 (236)
      Ἀγαθίου Μυριναίου σχολαστικοῦ

Πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ' ἐπέλθηι
      ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος,
ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ
      βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.
5
ὄμματα δ' οὔ <τι> λάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης
      αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.
ὦ φθονεραὶ παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε
      τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην·
ἀλλ' Ἴτυλον κλαίοιτε κατ' οὔρεα καὶ γοάοιτε
10
      εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,
βαιὸν ἵνα κνώσσοιμην· ἴσως δέ τις ἥξει ὄνειρος,
      ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.

      Anthologia Graeca 5, 261 (260)
      Ἀγαθίου σχολαστικοῦ

Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ' ἐθέληις με μεθύσσαι,
      πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.
εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν
      εὐμαρὲς οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον·
5
πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα
      καί μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.

      Anthologia Graeca 5, 263 (262)
      Ἀγαθίου σχολαστικοῦ

Μήποτε, λύχνε, μύκητα φέροις μηδ' ὄμβρον ἐγείροις,
      μὴ τὸν ἐμὸν παύσηις νυμφίον ἐρχόμενον.
αἰεὶ σὺ φθονέεις τῆι Κύπριδι; καὶ γὰρ ὅθ' Ἡρὼ
      ἥρμοσε Λειάνδρωι ... θυμέ, τὸ λοιπὸν ἔα.
5
Ἡφαίστου τελέθεις, καὶ πείθομαι ὅττι χαλέπτων
      Κύπριδα θωπεύεις δεσποτικὴν ὀδύνην.

      Anthologia Graeca 5, 267 (266)
      Ἀγαθίου σχολαστικοῦ

Τί στενάχεις; - Φιλέο. - Τίνα; - Παρθένον. - Ἦ ῥά γε καλήν; -
      Καλὴν ἡμετέροις ὄμμασι φαινομένην. -
Ποῦ δέ μιν εἰσενόησας; - Ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν
      ξυνῆι κεκλιμένην ἔδρακον ἐν στιβάδι. -
5
Ἐλπίζεις δὲ τυχεῖν; - Ναὶ ναί, φίλος· ἀμφαδίην δὲ
      οὐ ζητῶ φιλίην, ἀλλ' ὑποκλεπτομένην. -
Τὸν νόμιμον μᾶλλον φεύγεις γάμον; - Ἀτρεκὲς ἔγνων,
      ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον. -
Ἔγνως; οὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ
10
      ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;

      Anthologia Graeca 5, 269 (268)
      Ἀγαθίου σχολαστικοῦ

Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην,
      τῆς μὲν ἐφιμείρων, τῆι δὲ χαριζόμενος.
εἷλκε δέ μ' ἡ φιλέουσα· πάλιν δ' ἐγώ, οἷά τέ τις φώρ,
      χείλεϊ φειδομένωι τὴν ἑτέρην ἐφίλουν,
5
ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον
      καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.
ὀχθήσας δ' ἄρ' ἔειπον· «ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι
      ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένωι.»

      Anthologia Graeca 5, 273 (272)
      Ἀγαθίου σχολαστικοῦ

Ἡ πάρος ἀγλαΐηισι μετάρσιος, ἡ πλοκαμῖδας
      σειομένη πλεκτὰς καὶ σοβαρευομένη,
ἡ μεγαλαυχήσασα καθ' ἡμετέρης μελεδώνης
      γήραϊ ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν.
5
μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται,
      χείλεα βαμβαίνει φθέματι γηραλέωι.
τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει
      ἔννομα ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη.

      Anthologia Graeca 5, 276 (275)
      Ἀγαθίου σχολαστικοῦ

Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω,
      χρυσεοπηνήτωι λαμπόμενον γραφίδι·
βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ' ὑπὲρ ὤμων
      στήθεϊ παλλεύκωι τήνδε δὸς ἀμπεχόνην.
5
ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη
      ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.
καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν
      λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,
ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην
10
      καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.

      Anthologia Graeca 5, 278 (277)
      Ἀγαθίου σχολαστικοῦ

Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες
      τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην,
ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ, μήτε τυχήσω
      μήτ' ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.
5
ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω,
      καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκωι.

      Anthologia Graeca 5, 280 (279)
      Ἀγαθίου σχολαστικοῦ

Ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόθον; ἦ ῥὰ καὶ αὐτὴ
      κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;
ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ
      φροντίδος οὔτε λόγος γίνεται οὔτ' ἀριθμός;
5
εὑρήσεις τά<χ'> ὅμοια, τεὴν δ', ἀμέγαρτε, παρειὴν
      ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.
Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος, ἓν δέ τι καλὸν
      ἔλλαχεν, ἐχθαίρει τὰς σοβαρευομένας.

      Anthologia Graeca 5, 282 (281)
      Ἀγαθίου σχολαστικοῦ

Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῶι
      τὴν ἀπὸ τῆς ἥβης ὀυκ ἀπέθηκε χάριν,
ἀλλ' ἔτι μαρμαίρουσι παρηΐδες, ὄμμα δὲ θέλγειν
      οὐ λάθε· τῶν δ' ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.
5
μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ' ἔγνων,
      ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.

      Anthologia Graeca 5, 285 (284)
      Ἀγαθίου σχολαστικοῦ

Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη
      ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην
καὶ κείνην φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς
      ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,
5
αὖ ἐρύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης
      μάστακι ποππύζων τηλόθεν ἀντεφίλουν.
ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ
      ζώνη πορθμὸς ἔην χεῖλεος ἀμφοτέρου.

      Anthologia Graeca 5, 287 (286)
      Ἀγαθίου σχολαστικοῦ

Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ,
      πείραζον κραδίην πλάσματι κερδαλέωι·
«Βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη,
      ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.»
5
ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο καὶ τὸ πρόσωπον
      πλῆξε καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,
καί με μένειν ἱκέτευεν· ἐγὼ δέ τις ὡς βραδυπειθὴς
      ὄμματι θρυπτομένωι συγκατένευσα μόνον.
ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι
10
      πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.

      Anthologia Graeca 5, 289 (288)
      Ἀγαθίου σχολαστικοῦ

Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους
      μοίρης ἀμβολίην πολλάκι δεξαμένη,
ἄγριον ἦτορ ἔχει καὶ θέλγεται οὔτ' ἐπὶ χρυσῶι
      οὔτε ζωροτέρωι μείζονι κισσυβίωι.
5
τὴν κούρην δ' αἰεὶ περιδέρκεται· εἰ δέ ποτ' αὐτὴν
      ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,
ἆ μέγα τολμήεσσα, ῥαπίσμασιν ἀμφὶ πρόσωπα
      πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.
εἰ δ' ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια,
10
      οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.
ἔστω δ' ἀμφοτέροισι χάρις μία, τῆς δὲ γεραιῆς
      ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.

      Anthologia Graeca 5, 292 (291)
      Ἀγαθίου σχολαστικοῦ
      Πέραν τῆς πόλεως διάγοντος
      διὰ τὰ λύσιμα τῶν νόμων ὑπομνηστικὸν
      πεμφθὲν πρὸς Παῦλον Σιλεντιάριον.


Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνωι
      φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν·
ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις
      ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων,
5
καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δ' ὀλολυγὼν
      τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν
      ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;
καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ
10
      καὶ σέ, μάκαρ, ποθέω καὶ γλυκερὴν δάμαλιν,
ἧς με περισμύχουσι μεληδόνες. ἀλλά με θεσμοὶ
      εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.

      Anthologia Graeca 5, 294 (293)
      Ἀγαθίου σχολαστικοῦ

Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρηι,
      δόχμιον ἐν λέκτρωι νῶτον ἐρεισαμένη
προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δ' ἐπ' ἦρι
      ἔσκεπε τὴν κούρην ἁπλοὶς ἐκταδίη.
5
καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου
      κεῖτο χαλικρήτωι νάματι βριθομένη.
ἔμπης οὔ μ' ἐφόβησαν· ἐπεῖ στρεπτῆρα θυρέτρου
      χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος
φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης
10
      ἔσβεσα, καὶ διαδὺς λέχριος ἐν θαλάμωι
τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου
      νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,
ὠρθούμην κατὰ βαιόν, ὅπηι βατὸν ἔπλετο τεῖχος·
      ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος
15
μαζοὺς μὲν κρατέεσκον, ὑπεθρύφθην δὲ προσώπωι
      μάστακα πιαίνων χείλεος εὐαφίηι.
ἦν δ' ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα
      σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.
οὔπω δ' ἐξαλάπαξα φίλης πύργωμα κορείης,
20
      ἀλλ' ἔτ' ἀδηρίτωι σφίγγεται ἀμβολίηι.
ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα,
      ναὶ τάχα πορθήσω τείχεα παρθενίης,
οὐδ' ἔτι με σχήσουσιν ἐπάλξιες· ἢν δὲ τυχήσω,
      στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.

      Anthologia Graeca 5, 296 (295)
      Ἀγαθίου σχολαστικοῦ

Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος
      γαστέρα μαντώιου μάξατο κισσυβίου,
ἔγνων, ὡς φιλέεις με· τὸ δ' ἀτρεκὲς αὐτίκα πείσεις
      εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.
5
τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς
      καλλείψω λατάγων πλήγμασι τερπομένους.

      Anthologia Graeca 5, 297 (296)
      Ἀγαθίου σχολαστικοῦ

«Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος ὁππόσος ἡμῖν
      ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.
τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνης
      ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέωι,
5
παίγνιά τ' ἀμφιέπουσι παρήγορα καὶ κατ' ἀγυιὰς
      πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι·
ἡμῖν δ' οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις
      κρυπτόμεθα ζοφεραῖς φροντίσι τηκόμεναι.»

      Anthologia Graeca 5, 299 (298)
      Ἀγαθίου σχολαστικοῦ

«Μηδὲν ἄγαν» σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ἐπέραστος,
      ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις,
καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο
      κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης·
5
ἡ δ' ὑπερηέρθη, σοβαρήν θ' ὑπερέσχεθεν ὀφρὺν,
      ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.
καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής,
      ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης·
πάντα δ' ἔναλλα γένοντο· πεσὼν δ' ἐπὶ γούνασι κούρης
10
      ἴαχον· «Ἱλήκοις, ἤλιτεν ἡ νεότης.»

      Anthologia Graeca 5, 302 (301)
      Ἀγαθίου σχολαστικοῦ

Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς
      μαχλάδος οἰμώξεις χρυσομανῆ σπαλάτην.
εἰ δ' ἐπὶ παρθενικῆς πελάσοις λέχος, ἐς γάμον ἥξεις
      ἔννομον ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.
5
κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν
      τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος;
μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων,
      ὧν μέτα παιδομανὴς κείσθω ἀλυτροσύνη.
χήρη δ' ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν
10
      καὶ πάντα φρονέει δήνεα μαχλοσύνης.
ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα
      δέχνυται ἀστόργου κέντρα παλιμβολίης
καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς
      ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας.
15
εἰ δὲ μιγῆις ἰδίηι θεραπαινίδι, τλῆθι καὶ αὐτὸς
      δοῦλος ἐναλλάγδην δμωΐδι γινόμενος.
εἰ δὲ καὶ ὀθνείηι, τότε σοι νόμος αἶσχος ἀνάψει,
      ὕβριν ἀνιχνεύων σώματος ἀλλοτρίου.
πάντ' ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ' ὑμέναιον
20
      ἤειδεν παλάμηι Λαΐδος οὐ χατέων.