B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Agathias
ca. 530 - ca. 580
     
   



Κ ύ κ λ ο ς   τ ῶ ν   ν έ ω ν
ἐ π ι γ ρ α μ μ ά τ ω ν


Ἀ γ α θ ί ο υ
ἐ π ι γ ρ ά μ μ α τ α


__________________________________________________

 
 
      Σ υ μ π ο τ ι κ ά

      Anthologia Graeca 11, 57
      Ἀγαθίου σχολαστικοῦ

Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχωι
      Οἰνοπίων, ἔμπης δ' οὐκ ἀπέθηκε δέπας·
ἀλλ' ἔτι διψώων ἰδίηι κατεμέμφετο χειρὶ
      ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένη.
5
οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ' ἀπ' ἀριθμοῦ
      τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.
πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ' ἄρα θεῖος Ὅμηρος
      τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.

      Anthologia Graeca 11, 64
      Ἀγαθίου σχολαστικοῦ

Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου
      ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.
ἤδη δ' ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοι
      κισσύβια γλυκερῶν νήχεθ' ὑπὲρ ῥοθίων,
5
οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη,
      θερμῶν Νηϊάδων οὐ μάλα δευόμενοι.
ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη
      μαρμαρυγῆις κάλλους νᾶμα κατηγλάϊσεν.
πάντων δ' ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων
10
      ἦεν, ὃς οὐ Βάκχωι δάμνατο καὶ Παφίηι.
τλήμονες, ἀλλ' ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν·
      τῆς δ' ἄρ' ὑπ' ἐλπωρῆι μοῦνον ἐπαιζόμεθα.