BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον β´

 

Τῆς τοιαύτης οὖν σκοτομήνης τὴν τῶν Ἰνδῶν καταλαβούσης, καὶ τῶν μὲν πιστῶν πάντοθεν ἐλαυνομένων, τῶν δὲ τῆς ἀσεβείας ὑπασπιστῶν κρατυνομένων, αἵμασί τε καὶ κνίσαις τῶν θυσιῶν καὶ αὐτοῦ δὴ τοῦ ἀέρος μολυνομένου, εἷς τῶν τοῦ βασιλέως, ἀρχισατράπης τὴν ἀξίαν, ψυχῆς παραστήματι, μεγέθει τε καὶ κάλλει, καὶ πᾶσιν ἄλλοις, οἷς ὥρα σώματος καὶ γενναιότης ψυχῆς ἀνδρείας χαρακτηρίζεσθαι πέφυκε, τῶν ἄλλων ἐτύγχανε διαφέρων. τὸ ἀσεβὲς οὖν ἐκεῖνο πρόσταγμα ἀκούσας οὗτος, χαίρειν εἰπὼν τῆι ματαίαι ταύτηι καὶ κάτω συρομένηι δόξηι τε καὶ τρυφῆι, ταῖς τῶν μοναχῶν λογάσιν ἑαυτὸν ἐγκατέμιξεν, ὑπερόριος γενόμενος ἐν ἐρήμοις τόποις, νηστείαις τε καὶ ἀγρυπνίαις καὶ τῆι τῶν θείων λογίων ἐπιμελεῖ μελέτηι τὰς αἰσθήσεις ἄριστα ἐκκαθάρας, καὶ τὴν ψυχήν, πάσης ἀπαλλάξας ἐμπαθοῦς σχέσεως, τῶι τῆς ἀπαθείας φωτὶ κατελάμπρυνεν. ὁ δὲ βασιλεύς, πάνυ τοῦτον φιλῶν καὶ διὰ τιμῆς ἄγων, ὡς ἤκουσε ταῦτα, ἤλγησε μὲν τὴν ψυχὴν ἐπὶ τῆι τοῦ φίλου στερήσει, ἐξεκαύθη δὲ πλέον τῆι κατὰ τῶν μοναζόντων ὀργῆι. καὶ δὴ κατὰ ζήτησιν αὐτοῦ πανταχοῦ ἀποστείλας, καὶ πάντα λίθον κινήσας, τὸ τοῦ λόγου, ὥστε τοῦτον ἐφευρεῖν, μετὰ οὖν χρόνον ἱκανὸν οἱ εἰς ἐπιζήτησιν αὐτοῦ πεμφθέντες, ὡς ἤισθοντο ἐν ἐρήμοις αὐτὸν τὰς οἰκήσεις ἔχοντα, διερευνήσαντες καὶ συλλαβόμενοι, τῶι τοῦ βασιλέως παρέστησαν βήματι. ἰδὼν δὲ αὐτὸν ἐν οὕτω πενιχρᾶι καὶ τραχυτάτηι ἐσθῆτι τὸν λαμπροῖς ποτε ἱματίοις ἠμφιεσμένον, καὶ τὸν πολλῆι συζῶντα τρυφῆι τεταριχευμένον τῆι σκληρᾶι τῆς ἀσκήσεως ἀγωγῆι, καὶ τοῦ ἐρημικοῦ βίου ἐναργῶς περικείμενον τὰ γνωρίσματα, λύπης ὁμοῦ καὶ ὀργῆς ἐπεπλήρωτο, καί, ἐξ ἀμφοῖν τὸν λόγον κεράσας, ἔφη πρὸς αὐτόν·

Ὦ ἀνόητε καὶ φρενοβλαβές, τίνος χάριν ἀντηλλάξω τῆς τιμῆς αἰσχύνην, καὶ τῆς λαμπρᾶς δόξης τὴν ἀσχήμονα ταύτην ἰδέαν; ὁ πρόεδρος τῆς ἐμῆς βασιλείας καὶ ἀρχιστράτηγος τῆς ἐμῆς δυναστείας, παίγνιον μειρακίων σεαυτὸν καταστήσας, οὐ μόνον τῆς ἡμετέρας φιλίας καὶ παρρησίας μακρὰν λήθην πεποιηκώς, ἀλλὰ καὶ αὐτῆς κατεξαναστὰς τῆς φύσεως, καὶ μηδὲ τῶν ἰδίων τέκνων οἶκτον λαβών, πλοῦτόν τε καὶ πᾶσαν τὴν τοῦ βίου περιφάνειαν εἰς οὐδὲν λογισάμενος, τὴν τοσαύτην ἀδοξίαν τῆς περιβλέπτου προέκρινας δόξης, ἵνα τί σοι γένηται; καὶ τί ἐντεῦθεν κερδήσεις, ὅτι πάντων θεῶν τε καὶ ἀνθρώπων τὸν λεγόμενον προτετίμηκας Ἰησοῦν, καὶ τὴν σκληρὰν ταύτην καὶ δυσείμονα ἀγωγὴν τῶν ἡδέων καὶ ἀπολαυστικῶν τοῦ γλυκυτάτου βίου; 

Τούτων ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκεῖνος, χαριέντως ἅμα καὶ ὁμαλῶς ἀπεκρίνατο· Εἰ λόγον πρός με συνᾶραι θέλεις, ὦ βασιλεῦ, τοὺς ἐχθρούς σου ἐκ μέσου τοῦ δικαστηρίου ποίησον, καὶ τηνικαῦτα ἀποκρινοῦμαί σοι περὶ ὧν ἂν ζητήσηις μαθεῖν· ἐκείνων γὰρ συμπαρόντων σοι, οὐδεὶς ἐμοὶ πρός σε λόγος. ἐκτὸς δὲ λόγου τιμώρει, σφάττε, ποίει ὃ θέλεις· ἐμοὶ γὰρ ὁ κόσμος ἐσταύρωται, κἀγὼ τῶι κόσμωι, φησὶν ὁ θεῖος καὶ ἐμὸς διδάσκαλος. τοῦ δὲ βασιλέως εἰπόντος, Καὶ τίνες οἱ ἐχθροὶ οὗτοι, οὓς ἐκ μέσου ποιῆσαί με προστάσσεις; φησὶν ὁ θεῖος ἀνήρ· Ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· ταῦτα γὰρ ἐξ ἀρχῆς μὲν συνεργοὶ τῆς φύσεως ὑπὸ τοῦ δημιουργοῦ παρήχθησαν, καὶ νῦν ὡσαύτως ἔχουσι τοῖς μὴ κατὰ σάρκα πολιτευομένοις, ἀλλὰ κατὰ πνεῦμα· ἐν ὑμῖν δέ, οἵτινες τὸ ὅλον ἐστὲ σάρκες, μηδὲν ἔχοντες τοῦ πνεύματος, ἀντίδικοι γεγόνασι, καὶ τὰ τῶν ἐχθρῶν καὶ πολεμίων διαπράττονται. ἡ γὰρ ἐπιθυμία ἐν ὑμῖν, ἐνεργουμένη μέν, ἡδονὴν ἐγείρει, καταργουμένη δέ, θυμόν. ἀπέστω οὖν ταῦτα σήμερον ἀπὸ σοῦ, προκαθεζέσθωσαν δὲ εἰς ἀκρόασιν τῶν λεγομένων καὶ κρίσιν ἡ φρόνησις καὶ ἡ δικαιοσύνη. εἰ γὰρ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐκ μέσου ποιήσεις, ἀντεισάξεις δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην, φιλαλήθως πάντα λέξω σοι. πρὸς ταῦτα ὁ βασιλεὺς ἔφη· Ἰδού, εἴξας σου τῆι ἀξιώσει, ἐκβαλῶ τοῦ συνεδρίου τήν τε ἐπιθυμίαν καὶ τὸν θυμόν, μεσάζειν δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην ποιήσω. λέγε μοι λοιπὸν ἀδεῶς πόθεν σοι ἡ τοσαύτη ἐγένετο πλάνη, καὶ τὸ προτιμᾶν τὰ ἐν κεναῖς ἐλπίσι τῶν ἐν χερσὶ βλεπομένων. 

Ἀποκριθεὶς δὲ ὁ ἐρημίτης εἶπεν· Εἰ τὴν ἀρχὴν ζητεῖς, ὦ βασιλεῦ, πόθεν μοι γέγονε τῶν προσκαίρων μὲν ὑπεριδεῖν, ὅλον δὲ ἐμαυτὸν ταῖς αἰωνίοις ἐπιδοῦναι ἐλπίσιν, ἄκουσον. ἐν ἡμέραις ἀρχαίαις, ἔτι κομιδῆι νέος ὑπάρχων, ἤκουσά τι ῥῆμα ἀγαθὸν καὶ σωτήριον, καί με κατ᾽ ἄκρας ἡ τούτου δύναμις εἷλε, καί, ὥσπερ τις θεῖος σπόρος, ἡ τούτου μνήμη, τῆι ἐμῆι φυτευθεῖσα καρδίαι, ἀχώριστος εἰς ἀεὶ διετηρήθη ὡς καὶ ῥιζωθῆναι, καὶ ἐκβλαστῆσαι, καὶ ὃν ὁρᾶις καρπὸν ἐνεγκεῖν ἐν ἐμοί. ἡ δὲ τοῦ ῥήματος δύναμις τοιαύτη τις ἦν· Ἔδοξε, φησί, τοῖς ἀνοήτοις τῶν ὄντων μὲν καταφρονεῖν ὡς μὴ ὄντων, τῶν μὴ ὄντων δὲ ὡς ὄντων ἀντέχεσθαί τε καὶ περιέχεσθαι· ὁ μὴ γευσάμενος οὖν τῆς τῶν ὄντων γλυκύτητος, οὐ δυνήσεται τῶν μὴ ὄντων καταμαθεῖν τὴν φύσιν· μὴ καταμαθὼν δέ, πῶς αὐτῶν ὑπερόψεται; ὄντα μὲν οὖν ἐκάλεσεν ὁ λόγος τὰ αἰώνια καὶ μὴ σαλευόμενα μὴ ὄντα δὲ τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὴν ψευδομένην εὐημερίαν· οἷς, ὦ βασιλεῦ, κακῶς φεῦ, ἡ σὴ προσήλωται καρδία. κἀγὼ δέ ποτε τούτων ἀντειχόμην· ἀλλ᾽ ἡ τοῦ ῥήματος δύναμις, νύττουσά μου τὴν ψυχὴν ἀδιαλείπτως, ἐξήγειρε τὸν ἡγεμόνα νοῦν εἰς ἐκλογὴν τοῦ κρείττονος· ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἀντιστρατευόμενος τῶι νόμωι τοῦ νοός μου, καὶ ὥς τισι σιδηροπέδαις δεσμῶν με, τῆι προσπαθείαι τῶν παρόντων αἰχμάλωτον κατεῖχεν. 

Ὅτε δὲ εὐδόκησεν ἡ χρηστότης καὶ ἀγαθοσύνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐξελέσθαι με τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας, ἐνίσχυσέ μου τὸν νοῦν περιγενέσθαι τοῦ νόμου τῆς ἁμαρτίας, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς διακρίνειν τὸ φαῦλον ἀπὸ τοῦ κρείττονος. τότε δή, τότε κατενόησα καὶ εἶδον, καὶ ἰδοὺ πάντα τὰ παρόντα ματαιότης καὶ προαίρεσις πνεύματος, καθά που καὶ Σολομῶν ὁ σοφώτατος ἐν τοῖς αὐτοῦ ἔφη συγγράμμασι· τότε περιηιρέθη τῆς καρδίας μου τὸ κάλυμμα τῆς ἁμαρτίας, καὶ ἡ ἐκ σωματικῆς παχύτητος ἐπικειμένη τῆι ψυχῆι μου ἀμαύρωσις διεσκεδάσθη, καὶ ἔγνων εἰς ὃ γέγονα καὶ ὅτι δεῖ με πρὸς τὸν δημιουργὸν ἀναβῆναι, διὰ τῆς τῶν ἐντολῶν ἐργασίας. ὅθεν, πάντα καταλιπών, αὐτῶι ἠκολούθησα καὶ εὐχαριστῶ τῶι Θεῶι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅτι ἐρύσατό με τοῦ πηλοῦ καὶ τῆς πλινθείας, καὶ τοῦ ἀπηνοῦς καὶ ὀλεθρίου ἄρχοντος τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ ἔδειξέ μοι ὁδὸν σύντομον καὶ ῥαιδίαν, δι᾽ ἧς δυνήσομαι ἐν τῶι ὀστρακίνωι τούτωι σώματι τὴν ἀγγελικὴν ἀσπάσασθαι πολιτείαν, ἥνπερ φθάσαι ζητῶν, τὴν στενὴν καὶ τεθλιμμένην εἱλόμην βαδίζειν ὁδόν, πάνυ καταγνοὺς τῆς τῶν παρόντων ματαιότητος καὶ τῆς ἀστάτου φορᾶς τούτων καὶ περιφορᾶς, καὶ μὴ πειθόμενος ἄλλο τι καλὸν ὀνομάζειν πρὸ τοῦ ὄντος καλοῦ, οὗπερ σὺ ἐλεεινῶς, ὦ βασιλεῦ, διερράγης τε καὶ διέστης. ὅθεν καὶ ἡμεῖς διέστημέν σου καὶ διηιρέθημεν, διὰ τὸ εἰς σαφῆ καὶ ὡμολογημένην σέ τε καταπίπτειν ἀπώλειαν καὶ πρὸς ἴσον κατενεχθῆναι καὶ ἡμᾶς κίνδυνον ἀναγκάζειν. ἕως μὲν γὰρ περὶ μόνην τὴν κοσμικὴν στρατείαν ἐξηταζόμεθα, οὐδὲν τῶν δεόντων ἡμεῖς ἐνελίπομεν· μαρτυρήσεις μοι καὶ αὐτὸς ὅτιπερ οὐδὲ ῥαιθυμίαν τινὰ οὐδὲ ἀμέλειάν ποτε ἐνεκλήθημεν.

Ἐπεὶ δὲ καὶ αὐτὸ τῶν καλῶν τὸ κεφάλαιον ἀφελέσθαι ἐφιλονείκησας ἡμᾶς, τὴν εὐσέβειαν, καὶ τὸν Θεὸν ζημιῶσαι τὴν ἐσχάτην ταύτην ζημίαν, τιμῶν τε διὰ τοῦτο καὶ φιλοτιμίας ἀναμιμνήσκεις, πῶς οὐκ ἀμαθῶς ἔχειν σε τοῦ καλοῦ δικαίως ἂν εἴποιμι, ὅτι καὶ παραβάλλεις ὅλως αὐτὰ πρὸς ἄλληλα, εὐσέβειάν φημι πρὸς τὸν Θεὸν καὶ φιλίαν ἀνθρωπίνην καὶ δόξαν τὴν ἴσα παραρρέουσαν ὕδατι; πῶς δέ σοι καὶ κοινωνοὶ ἐσόμεθα ἐπὶ τούτωι, καὶ οὐχί, τοὐναντίον, καὶ φιλίαν, καὶ τιμήν, καὶ στοργὴν τέκνων καὶ εἴ τι ἄλλο μεῖζον ἦν, ἀρνησόμεθα; ὁρῶντές σε μᾶλλον, ὦ βασιλεῦ, ἀγνωμονοῦντα πρὸς τὸν Θεόν, τὸν καὶ αὐτό σοι τὸ εἶναι καὶ τὸ ἀναπνεῖν παρεχόμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ὁ Κύριος τῶν ἁπάντων, ὃς συνάναρχος ὢν καὶ συναΐδιος τῶι Πατρὶ καὶ τοὺς οὐρανοὺς τῶι λόγωι καὶ τὴν γῆν ὑποστήσας, τὸν ἄνθρωπόν τε χερσὶν οἰκείαις ἐδημιούργησε καὶ ἀθανασίαι τοῦτον ἐτίμησε, καὶ βασιλέα τῶν ἐπὶ γῆς κατεστήσατο, καθάπερ τινὰ βασίλεια τὸ κάλλιστον ἁπάντων ἀποτάξας αὐτῶι, τὸν παράδεισον. ὁ δέ, φθόνωι κλαπεὶς καὶ ἡδονῆι (φεῦ μοι) δελεασθείς, ἀθλίως τούτων ἐξέπεσε πάντων· καὶ ὁ πρὶν ζηλωτὸς ἐλεεινὸς ὡρᾶτο καὶ δακρύων διὰ τὴν συμφορὰν ἄξιος. ὁ πλάσας τοίνυν ἡμᾶς καὶ δημιουργήσας φιλανθρώποις πάλιν ἰδὼν ὀφθαλμοῖς τὸ τῶν οἰκείων χειρῶν ἔργον, τὸ Θεὸς εἶναι μὴ μεταβαλών, ὅπερ ἦν ἀπ᾽ ἀρχῆς, ἐγένετο δι᾽ ἡμᾶς ἀναμαρτήτως ὅπερ ἡμεῖς, καὶ σταυρὸν ἑκουσίως καὶ θάνατον ὑπομείνας, τὸν ἄνωθεν τῶι ἡμετέρωι γένει βασκαίνοντα κατέβαλε πολέμιον, καί, ἡμᾶς τῆς πικρᾶς ἐκείνης αἰχμαλωσίας ἀνασωσάμενος, τὴν προτέραν ἀπέδωκε φιλαγάθως ἐλευθερίαν, καί, ὅθεν διὰ τὴν παρακοὴν ἐκπεπτώκαμεν, ἐκεῖ πᾶλιν διὰ φιλανθρωπίαν ἡμᾶς ἐπανήγαγε, μείζονος ἡμᾶς ἢ πρότερον τιμῆς ἀξιώσας. 

Τὸν δὴ τοιαῦτα δι᾽ ἡμᾶς παθόντα καὶ τοιούτων ἡμᾶς πάλιν καταξιώσαντα, τοῦτον αὐτὸς ἀθετεῖς καὶ εἰς τὸν ἐκείνου σταυρὸν ἀποσκώπτεις; ὅλος δὲ τῆι τρυφῆι τοῦ σώματος καὶ τοῖς ὀλεθρίοις προσηλωμένος πάθεσι, θεοὺς ἀναγορεύεις τὰ τῆς ἀτιμίας καὶ αἰσχύνης εἴδωλα; οὐ μόνον σεαυτὸν τῆς τῶν οὐρανίων ἀγαθῶν συναφείας ἀλλότριον κατεσκεύασας, ἀλλὰ καὶ πάντας τοὺς πειθομένους τοῖς σοῖς προστάγμασι ταύτης ἤδη ἀπέρρηξας, καὶ ψυχικῶι κινδύνωι παρέδωκας. ἴσθι τοίνυν ὡς ἔγωγε οὐ πεισθήσομαί σοι, οὔτε μὴν κοινωνήσω σοι τῆς τοιαύτης εἰς τὸν Θεὸν ἀχαριστίας, οὐδὲ τὸν ἐμὸν εὐεργέτην καὶ Σωτῆρα ἀρνήσομαι, εἰ καὶ θηρίοις ἀναλώσεις, εἰ ξίφει καὶ πυρὶ παραδώσεις με, ἃ τῆς σῆς ἐξουσίας ἐστίν. οὔτε γὰρ θάνατον δέδοικα, οὔτε ποθῶ τὰ παρόντα, πολλὴν αὐτῶν καταγνοὺς τὴν ἀσθένειαν καὶ ματαιότητα. τί γὰρ αὐτῶν χρήσιμον, ἢ μόνιμον, ἢ διαρκές; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν αὐτῶι τῶι εἶναι πολλὴ συνυπάρχει αὐτοῖς ἡ ταλαιπωρία, πολλὴ ἡ λύπη, πολλὴ καὶ ἀδιάσπαστος ἡ μέριμνα. τῆι γὰρ εὐφροσύνηι αὐτῶν καὶ ἀπολαύσει πᾶσα συνέζευκται κατήφεια καὶ ὀδύνη· ὁ πλοῦτος αὐτῶν πτωχεία ἐστί, καὶ τὸ ὕψος αὐτῶν ταπείνωσις ἐσχάτη. καὶ τίς ἐξαριθμήσει τὰ τούτων κακά; ἅπερ δι᾽ ὀλίγων ῥημάτων ὑπέδειξέ μοι ὁ ἐμὸς θεολόγος. φησὶ γάρ· Ὁ κόσμος ὅλος ἐν τῶι πονηρῶι κεῖται· καί, Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῶι κόσμωι ὅτι πᾶν τὸ ἐν τῶι κόσμωι ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονία τοῦ βίου· καί, ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. τοῦτο ἐγὼ ζητῶν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν, ἀφῆκα πάντα, καὶ ἐκολλήθην τοῖς τὸν αὐτὸν κεκτημένοις πόθον καὶ τὸν αὐτὸν ἐκζητοῦσι Θεόν· ἐν οἷς οὐκ ἔστιν ἔρις ἢ φθόνος, λύπαι τε καὶ μέριμναι, ἀλλὰ πάντες τὸν ἴσον τρέχουσι δρόμον, ἵνα καταλάβωσι τὰς αἰωνίας μονάς, ἃς ἡτοίμασεν ὁ Πατὴρ τῶν φώτων τοῖς ἀγαπῶσιν αὐτόν. τούτους ἐγὼ γεννήτορας, τούτους ἀδελφούς, τούτους φίλους καὶ γνωστοὺς ἐκτησάμην· τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν Ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῆι ἐρήμωι προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. 

Τούτων εὐκαίρως οὕτω καὶ ἡδέως τῶι τοῦ Θεοῦ ἀνθρώπωι ὑπαγορευθέντων, ὁ βασιλεὺς ἐκινεῖτο μὲν ὑπὸ τοῦ θυμοῦ, καὶ πικρῶς αἰκίζειν τὸν ἅγιον ἠβούλετο, ὤκνει δὲ πάλιν καὶ ἀνεβάλλετο, τὸ αἰδέσιμον αὐτοῦ καὶ περιφανὲς εὐλαβούμενος. ὑπολαβὼν δὲ ἔφη πρὸς αὐτόν.

Πανταχόθεν, ἄθλιε, τὴν σεαυτοῦ ἐκμελετήσας ἀπώλειαν, πρὸς ταύτην, ὡς ἔοικεν, ὑπὸ τῆς τύχης συνελαυνόμενος, ἠκόνησας τὸν νοῦν ἅμα καὶ τὴν γλῶτταν· ὅθεν ἀσαφῆ τινα καὶ ματαίαν βαττολογίαν διεξῆλθες. καὶ εἰ μὴ κατ᾽ ἀρχὰς τοῦ λόγου ἐπηγγειλάμην σοι ἐκ μέσου τοῦ συνεδρίου τὸν θυμὸν ποιήσασθαι, νῦν ἂν πυρί σου τὰς σάρκας παρέδωκα. ἐπεὶ δὲ προλαβὼν τοιούτοις με κατησφαλίσω τοῖς ῥήμασιν, ἀνέχομαί σου τοῦ θράσους, τῆς προτέρας μου ἕνεκεν πρός σε φιλίας. ἀναστὰς οὖν, λοιπὸν φεῦγε ἐξ ὀφθαλμῶν μου, μηκέτι σε ὄψομαι καὶ κακῶς ἀπολέσω. 

Καὶ ἐξελθὼν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀνεχώρησεν εἰς τὴν ἔρημον, λυπούμενος μὲν ὅτι οὐ μεμαρτύρηκε, μαρτυρῶν δὲ καθ᾽ ἡμέραν τῆι συνειδήσει καὶ ἀντιπαλαίων πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὡς φησὶν ὁ μακάριος Παῦλος. ἐκείνου μὲν οὖν ἀποδημήσαντος, πλέον ὁ βασιλεὺς ὀργισθεὶς διωγμὸν σφοδρότερον κατὰ τοῦ μοναχικοῦ ἐκμελετᾶι τάγματος, πλείονος δὲ τιμῆς τοὺς τῶν εἰδώλων ἀξιοῖ θεραπευτάς τε καὶ νεωκόρους.

Ἐν τοιαύτηι δὲ ὄντος τοῦ βασιλέως πλάνηι δεινῆι καὶ ἀπάτηι, γεννᾶται αὐτῶι παιδίον, πάνυ εὐμορφότατον, καὶ ἐξ αὐτῆς τῆς ἐπανθούσης αὐτῶι ὡραιότητος τὸ μέλλον προσημαῖνον. ἐλέγετο γὰρ μηδαμοῦ ἐν τῆι γῆι ἐκείνηι τοιοῦτόν ποτε φανῆναι χαριέστατον καὶ περικαλλὲς παιδίον. χαρᾶς δὲ μεγίστης ἐπὶ τῆι γεννήσει τοῦ παιδὸς ὁ βασιλεὺς πλησθείς, τοῦτον μὲν Ἰωάσαφ ἐκάλεσεν, αὐτὸς δὲ πρὸς τοὺς εἰδωλικοὺς ναοὺς ἀνοήτως ἀπήιει τοῖς ἀνοητοτέροις αὐτῶν θεοῖς θύσων καὶ εὐχαριστηρίους ὕμνους ἀποδώσων, ἀγνοῶν τίς ὁ τῶν καλῶν ἁπάντων ἀληθῶς αἴτιος, πρὸς ὃν ἔδει τὴν πνευματικὴν ἀναφέρειν θυσίαν. ἐκεῖνος οὖν, τοῖς ἀψύχοις καὶ κωφοῖς τὴν αἰτίαν τῆς τοῦ παιδὸς γεννήσεως ἀνατιθείς, πανταχοῦ διέπεμπε συναγαγεῖν τὰ πλήθη εἰς τὰ τούτου γενέθλια· καὶ ἦν ἰδεῖν πάντας συρρέοντας τῶι φόβωι τοῦ βασιλέως, ἐπαγομένους τε τὰ πρὸς τὴν θυσίαν εὐτρεπισμένα, ὡς ἑκάστωι ἡ χεὶρ εὐπόρει καὶ ἡ πρὸς τὸν βασιλέα εὔνοια εἶχε. μάλιστα δὲ αὐτοὺς ἠρέθιζε πρὸς φιλοτιμίαν αὐτός, ταύρους καταθῦσαι φέρων ὅτι πλείστους καὶ εὐμεγέθεις, καὶ οὕτω πάνδημον ἑορτὴν τελέσας, πάντας ἐφιλοτιμεῖτο δώροις ὅσοι τε τῆς βουλῆς ἦσαν καὶ τῶν ἐν τέλει, καὶ ὅσοι περὶ τὸ στρατιωτικόν, ὅσοι τε τῶν εὐτελῶν καὶ ἀσήμων.