BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον γ´

 

ν αὐτῆι δὲ τῆι τῶν γενεθλίων τοῦ παιδὸς ἑορτῆι συνῆλθον πρὸς τὸν βασιλέα ἐξ ἐπιλογῆς ἄνδρες ὡσεὶ πεντηκονταπέντε, περὶ τὴν ἀστροθεάμονα τῶν Χαλδαίων ἐσχολακότες σοφίαν. καὶ τούτους ἐγγυτάτω παραστησάμενος ὁ βασιλεὺς ἀνηρώτα ἐξειπεῖν ἕκαστον τί μέλλει ἔσεσθαι τὸ γεννηθὲν αὐτῶι παιδίον. οἱ δέ, πολλὰ διασκεψάμενοι, ἔλεγον μέγαν αὐτὸν ἔσεσθαι ἔν τε πλούτωι καὶ δυναστείαι, καὶ ὑπερβάλλειν πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας. εἷς δὲ τῶν ἀστρολόγων, ὁ τῶν σὺν αὐτῶι πάντων διαφορώτατος, εἶπεν ὡς, Ἐξ ὧν με διδάσκουσιν ὁ τῶν ἀστέρων δρόμοι, ὦ βασιλεῦ, ἡ προκοπὴ τοῦ νυνὶ γεννηθέντος σοι παιδὸς οὐκ ἐν τῆι σῆι ἔσται βασιλείαι, ἀλλ᾽ ἐν ἑτέραι κρείττονι καὶ ἀσυγκρίτως ὑπερβαλλούσηι. δοκῶ δὲ καὶ τῆς παρὰ σοῦ διωκομένης αὐτὸν ἐπιλαβέσθαι τῶν Χριστιανῶν θρησκείας, καὶ οὐκ ἔγωγε οἶμαι τοῦ σκοποῦ ἐκεῖνον καὶ τῆς ἐλπίδος ψευσθήσεσθαι. ταῦτα μὲν εἶπεν ὁ ἀστρολόγος, ὥσπερ ὁ πάλαι Βαλαάμ, οὐ τῆς ἀστρολογίας ἀληθευούσης, ἀλλὰ τοῦ Θεοῦ διὰ τῶν ἐναντίων τὰ τῆς ἀληθείας παραδεικνύντος, ὥστε πᾶσαν τοῖς ἀσεβέσι πρόφασιν περιαιρεθῆναι. 

Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, βαρέως τὴν ἀγγελίαν ἐδέξατο, λύπη δὲ τὴν εὐφροσύνην αὐτῶι διέκοπτεν. ἐν πόλει δὲ ὅμως ἰδιαζούσηι παλάτιον δειμάμενος περικαλλὲς καὶ λαμπρὰς οἰκίας φιλοτεχνήσας, ἐκεῖ τὸν παῖδα ἔθετο κατοικεῖν, μετὰ τὴν συμπλήρωσιν τῆς πρώτης αὐτῶι ἡλικίας, ἀπρόϊτόν τε εἶναι παρεκελεύσατο, παιδαγωγοὺς αὐτῶι καὶ ὑπηρέτας καταστήσας, νέους τῆι ἡλικίαι καὶ τῆι ὁράσει ὡραιοτάτους, ἐπισκήψας αὐτοῖς μηδὲν τῶν τοῦ βίου ἀνιαρῶν κατάδηλον αὐτῶι ποιήσασθαι, μὴ θάνατον, μὴ γῆρας, μὴ νόσον, μὴ πενίαν, μὴ ἄλλο τι λυπηρὸν καὶ δυνάμενον τὴν εὐφροσύνην αὐτῶι διακόπτειν, ἀλλὰ πάντα τὰ τερπνὰ καὶ ἀπολαυστικὰ προτιθέναι, ἵνα τούτοις ὁ νοῦς αὐτοῦ τερπόμενος καὶ ἐντρυφῶν μηδὲν ὅλως περὶ τῶν μελλόντων διαλογίζεσθαι ἰσχύσειε, μήτε μέχρι ψιλοῦ ῥήματος τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δογμάτων ἀκούσειεν. τοῦτο γὰρ μάλιστα πάντων ἀποκρύψαι αὐτῶι διενοεῖτο, τὴν τοῦ ἀστρολόγου προαγόρευσιν ὑφορώμενος. εἴ τινα δὲ τῶν ὑπηρετούντων αὐτῶι νοσῆσαι συνέβη, τοῦτον μὲν θᾶττον ἐκβαλεῖν ἐκεῖθεν παρεκελεύετο, ἕτερον δὲ ἀντ᾽ αὐτοῦ σφριγῶντα καὶ εὐεκτοῦντα ἐδίδου, ἵνα μηδὲν ὅλως ἀνώμαλον οἱ τοῦ παιδὸς ὀφθαλμοὶ θεάσαιντο. ὁ μὲν οὖν βασιλεὺς οὕτω ταῦτα διενοεῖτό τε καὶ ἐποίει· βλέπων γὰρ οὐχ ἑώρα, καὶ ἀκούων οὐ συνίει.

Μαθὼν δέ τινας τῶν μοναζόντων ἔτι περισώζεσθαι, ὧν μηδὲ ἴχνος ὑπολελεῖφθαι ἐδόκει, θυμοῦ ὑπερεπίμπλατο καὶ ὀξύτατα κατ᾽ αὐτῶν ἐκινεῖτο, κήρυκάς τε ἀνὰ πᾶσαν τὴν πόλιν καὶ τὴν χώραν ἐκέλευε διαθέειν, ἐκβοῶντας μηδαμοῦ τινὰ τὸ παράπαν μετὰ τρεῖς ἡμέρας τοῦ τῶν μοναζόντων τάγματος εὑρεθῆναι. εἰ δέ τινες εὑρεθεῖεν μετὰ τὰς διωρισμένας ἡμέρας, τῶι διὰ πυρὸς καὶ ξίφους ὀλέθρωι παραδοθήτωσαν· Οὗτοι γὰρ (φησίν) ἀναπείθουσι τὸν λαὸν ὡς Θεῶι προσέχειν τῶι ἐσταυρωμένωι. ἐν δὲ τῶι μεταξὺ συνέβη καί τι τοιοῦτον, ἐφ᾽ ὧι ἐπὶ πλέον χαλεπαίνων ἦν ὁ βασιλεὺς καὶ κατὰ τῶν μοναζόντων ὀργιζόμενος.