BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον ε´

 

δὲ τοῦ βασιλέως υἱός, περὶ οὗ ὁ λόγος ἀπ᾽ ἀρχῆς εἰπεῖν ὥρμηται, ἐν τῶι κατασκευασθέντι αὐτῶι παλατίωι ἀπρόϊτος ὤν, τῆς ἐφήβου ἥψατο ἡλικίας, πᾶσαν τὴν Αἰθιόπων καὶ Περσῶν μετελθὼν παιδείαν, οὐκ ἔλαττον τὴν ψυχὴν ἢ τὸ σῶμα εὐφυὴς ὢν καὶ ὡραῖος, νουνεχής τε καὶ φρόνιμος καὶ πᾶσι διαλάμπων ἀγαθοῖς πλεονεκτήμασι, ζητήματά τε φυσικὰ πρὸς τοὺς διδάσκοντας αὐτὸν προβαλλόμενος, ὡς κἀκείνους θαυμάζειν ἐπὶ τῆι τοῦ παιδὸς ἀγχινοίαι καὶ συνέσει, ἐκπλήττεσθαι δὲ καὶ τὸν βασιλέα τό τε χαριέστατον τοῦ προσώπου καὶ τὸ τῆς ψυχῆς κατάστημα. ἐντολάς τε ἐδίδου τοῖς συνοῦσιν αὐτῶι, μηδὲν τὸ παράπαν τῶν τοῦ βίου ἀνιαρῶν αὐτῶι γνώριμον θεῖναι, μηδ᾽ ὅτι ὅλως θάνατος τὰ παρόντα τερπνὰ διαδέχεται. κεναῖς δὲ ἐπηρείδετο ἐλπίσι, καί, τοῦτο δὴ τὸ τοῦ λόγου, εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν. πῶς γὰρ ἂν καὶ διέλαθεν ἀνθρωπίνηι φύσει ὁ θάνατος; οὐ μέντοι οὐδὲ τῶι παιδὶ διέλαθε. πάσηι γὰρ συνέσει κατάκομον ἔχων ἐκεῖνος τὸν λογισμόν, ἐσκόπει καθ᾽ ἑαυτὸν τίνι λόγωι αὐτόν τε ἀπρόϊτον εἶναι ὁ πατὴρ κατεδίκασε καὶ παντὶ τῶι βουλομένωι τὴν εἰς αὐτὸν οὐ συγχωρεῖ εἴσοδον. ἔγνω γὰρ καθ᾽ ἑαυτὸν μὴ ἄνευ τῆς τοῦ πατρὸς προσταγῆς τοῦτο εἶναι. ὅμως ἠιδεῖτο ἐρωτῆσαι αὐτόν· τοῦτο μὲν ἀπίθανον εἶναι λέγων, μὴ τὰ συμφέροντα αὐτῶι τὸν πατέρα διανοεῖσθαι, τοῦτο δὲ σκοπῶν, ὡς, εἰ κατὰ γνώμην τοῦ πατρός ἐστι τὸ πρᾶγμα, κἂν ἐρωτήσηι, οὐκ ἂν αὐτῶι τὰ τῆς ἀληθείας γνωριεῖ. ὅθεν παρ᾽ ἄλλων, καὶ μὴ παρὰ τοῦ πατρός, ταῦτα μαθεῖν διέγνω. ἕνα δὲ τῶν παιδαγωγῶν προσφιλέστατον καὶ οἰκειότατον τῶν λοιπῶν κεκτημένος, ἐπὶ πλεῖον οἰκειωσάμενος καὶ δωρεαῖς φιλοτίμοις δεξιωσάμενος, ἐπυνθάνετο παρ᾽ αὐτοῦ τί ἂν βούλοιτο τῶι βασιλεῖ ἡ ἐν τῶι περιτειχίσματι ἐκείνωι τούτου κάθειρξις, καὶ ὡς Εἰ τοῦτο, φησί, σαφῶς διδάξεις με, πρόκριτος πάντων ἔσηι μοι, καὶ διαθήκην φιλίας διηνεκοῦς διαθήσομαί σοι. ὁ δὲ παιδαγωγός, ἐχέφρων καὶ αὐτὸς ὑπάρχων, καὶ εἰδὼς τὴν τοῦ παιδὸς συνετὴν καὶ τελείαν φρόνησιν, καὶ ὡς οὐκ ἂν αὐτῶι γένοιτο κινδύνου πρόξενος, πάντα αὐτῶι κατὰ μέρος διηγήσατο, τὸν κατὰ τῶν Χριστιανῶν τεθέντα παρὰ τοῦ βασιλέως διωγμὸν καὶ ἐξαιρέτως κατὰ τῶν ἀσκητῶν ὅπως τε ἀπηλάθησαν καὶ ἐξεβλήθησαν τῆς περιχώρου ἐκείνης, οἷά τε γεννηθέντος αὐτοῦ οἱ ἀστρολόγοι προηγόρευσαν. 

Ἵν᾽ οὖν, φησί, μή, ἀκούσας τῆς ἐκείνων διδαχῆς, ταύτην προκρίνηις τῆς ἡμετέρας θρησκείας, μὴ προσομιλεῖν σοι πολλούς, ἀλλ᾽ εὐαριθμήτους, ὁ βασιλεὺς ἐπετηδεύσατο, ἐντολὰς ἡμῖν δοὺς μηδέν σοι τῶν τοῦ βίου ἀνιαρῶν γνωρίσαι. Ταῦτα ὡς ἤκουσεν ὁ νεανίας οὐδὲν ἕτερον προσέθετο λαλῆσαι· ἥψατο δὲ τῆς καρδίας αὐτοῦ λόγος σωτήριος, καὶ ἡ τοῦ Παρακλήτου χάρις τοὺς νοητοὺς αὐτοῦ ὀφθαλμοὺς διανοίγειν ἐπεχείρησε, πρὸς τὸν ἀψευδῆ χειραγωγοῦσα Θεόν, ὡς προϊὼν ὁ λόγος δηλώσειε.

Συχνῶς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως κατὰ θέαν τοῦ παιδὸς ἐρχομένου (ἀγάπηι γὰρ ὑπερβαλλούσηι ἐφίλει αὐτόν), ἐν μιᾶι λέγει αὐτῶι ὁ υἱός· Μαθεῖν τι ἐπεθύμησα παρὰ σοῦ, ὦ δέσποτα καὶ βασιλεῦ, ἐφ᾽ ὧι λύπη διηνεκὴς καὶ μέριμνα ἀδιάπαυστος κατεσθίει μου τὴν ψυχήν. ὁ δὲ πατήρ, ἐξ αὐτῶν τῶν ῥημάτων ἀλγήσας τὰ σπλάγχνα, ἔφη· Λέγε μοι, τέκνον ποθεινότατον, τίς ἡ συνέχουσά σε λύπη, καὶ θᾶττον αὐτὴν εἰς χαρὰν μεταμεῖψαι σπουδάσω. καὶ φησὶν ὁ παῖς· Τίς ὁ τρόπος τῆς ἐμῆς ἐνθάδε καθείρξεως, ὅτι ἐντὸς τειχέων καὶ πυλῶν συνέκλεισάς με, ἀπρόϊτον πάντη καὶ ἀθέατον πᾶσί με καταστήσας; καὶ ὁ πατὴρ ἔφη· Οὐ βούλομαι, ὦ τέκνον, ἰδεῖν σέ τι τῶν ἀηδιζόντων τὴν καρδίαν σου καὶ ἐγκοπτόντων σοι τὴν εὐφροσύνην. ἐν τρυφῆι γὰρ διηνεκεῖ καὶ χαρᾶι πάσηι καὶ θυμηδίαι ζῆσαί σε τὸν ἅπαντα διανοοῦμαι αἰῶνα. Ἀλλ᾽ εὖ ἴσθι, ὦ δέσποτα, φησὶν ὁ υἱὸς τῶι πατρί, τῶι τρόπωι τούτωι οὐκ ἐν χαρᾶι καὶ θυμηδίαι ζῶ, ἐν θλίψει δὲ μᾶλλον καὶ στενοχωρίαι πολλῆι, ὡς καὶ αὐτὴν τὴν βρῶσίν τε καὶ πόσιν ἀηδῆ μοι καταφαίνεσθαι καὶ πικράν. ποθῶ γὰρ ὁρᾶν πάντα τὰ ἔξω τῶν πυλῶν τούτων. εἰ οὖν βούλει ἐν ὀδύνηι μὴ ζῆν με, κέλευσον προέρχεσθαι καθὼς βούλομαι, καὶ τέρπεσθαι τὴν ψυχὴν τῆι θέαι τῶν γενομένων τέως ἀθεάτων μοι. 

Ἐλυπήθη ὁ βασιλεὺς ὡς ἤκουσε ταῦτα, καὶ διεσκόπει ὡς, εἰ κωλύσει τῆς αἰτήσεως, πλείονος αὐτῶι ἀνίας καὶ μερίμνης πρόξενος ἔσται. καὶ Ἐγώ σου, τέκνον, εἰπών, τὰ καταθύμια ποιήσω. ἵππους αὐτίκα ἐκλεκτοὺς καὶ δορυφορίαν τὴν βασιλεῖ πρέπουσαν εὐτρεπισθῆναι κελεύσας, προέρχεσθαι αὐτὸν ὅτε βούλοιτο διωρίσατο, ἐπισκήψας τοῖς συνοῦσιν αὐτῶι μηδὲν ἀηδὲς εἰς συνάντησιν αὐτῶι ἄγειν, ἀλλὰ πᾶν ὅ τι καλὸν καὶ τέρψιν ἐμποιοῦν, τοῦτο ὑποδεικνύειν τῶι παιδί, χορούς τε συγκροτεῖν ἐν ταῖς ὁδοῖς παναρμονίους κροτούντων ὠιδὰς καὶ ποικίλα θέατρα συνιστώντων, ὥστε τούτοις τὸν νοῦν αὐτοῦ ἀπασχολεῖσθαι καὶ ἐνηδύνεσθαι.

Ἀμέλει οὑτωσὶ συχνάζων ἐν ταῖς προόδοις ὁ τοῦ βασιλέως υἱὸς εἶδεν ἐν μιᾶι τῶν ἡμερῶν, κατὰ λήθην τῶν ὑπηρετῶν, ἄνδρας δύο, ὧν ὁ μὲν λελωβημένος, τυφλὸς δὲ ὁ ἕτερος ἦν· οὓς ἰδών, καὶ ἀηδισθεὶς τὴν ψυχήν, λέγει τοῖς μετ᾽ αὐτοῦ· Τίνες οὗτοι, καὶ ποταπὴ ἡ δυσχερὴς αὐτῶν θέα; οἱ δέ, μὴ δυνάμενοι τὸ εἰς ὅρασιν αὐτοῦ ἐλθὸν ἀποκρύψαι, ἔφησαν· Πάθη ταῦτά εἰσιν ἀνθρώπινα, ἅτινα ἐξ ὕλης διεφθαρμένης καὶ σώματος κακοχύμου τοῖς βροτοῖς συμβαίνειν εἴωθε. καί φησιν ὁ παῖς· Πᾶσι τοῖς ἀνθρώποις ταῦτα εἴθισται συμβαίνειν; λέγουσιν ἐκεῖνοι· Οὐ πᾶσιν, ἀλλ᾽ οἷς ἂν ἐκτραπείη τὸ ὑγιεινὸν ἐκ τῆς τῶν χυμῶν μοχθηρίας. αὖθις οὖν ἐπυνθάνετο ὁ παῖς Εἰ οὐ πᾶσι, φησί, τοῦτο τοῖς ἀνθρώποις συμβαίνειν εἴωθεν, ἀλλά τισιν, ἆρα γνωστοὶ καθεστήκασιν, οὓς μέλλει ταῦτα καταλήψεσθαι τὰ δεινά; ἢ ἀδιορίστως καὶ ἀπροόπτως ὑφίσταται; λέγουσιν ἐκεῖνοι· Καὶ τίς τῶν ἀνθρώπων τὰ μέλλοντα συνιδεῖν δύναται καὶ ἀκριβῶς ἐπιγνῶναι; κρεῖττον γὰρ ἀνθρωπίνης φύσεως τοῦτο, καὶ μόνοις ἀποκληρωθὲν τοῖς ἀθανάτοις θεοῖς. καὶ ἐπαύσατο μὲν ὁ τοῦ βασιλέως υἱὸς ἐπερωτῶν, ὠδυνήθη δὲ τὴν καρδίαν ἐπὶ τῶι ὁραθέντι, καὶ ἠλλοιώθη ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ τῶι ἀσυνήθει τοῦ πράγματος.

Μετ᾽ οὐ πολλὰς δὲ ἡμέρας αὖθις διερχόμενος ἐντυγχάνει γέροντι πεπαλαιωμένωι ἐν ἡμέραις πολλαῖς, ἐρρικνωμένωι μὲν τὸ πρόσωπον, παρειμένωι δὲ τὰς κνήμας, συγκεκυφότι, καὶ ὅλως πεπολιωμένωι, ἐστερημένωι τοὺς ὀδόντας, καὶ ἐγκεκομμένα λαλοῦντι. ἔκπληξις οὖν αὐτὸν λαμβάνει· καὶ δὴ πλησίον τοῦτον ἀγαγὼν ἐπηρώτα μαθεῖν τὸ τῆς θέας παράδοξον. οἱ δὲ συμπαρόντες εἶπον· Οὗτος χρόνων ἤδη πλείστων ὑπάρχει, καὶ κατὰ μικρὸν μειουμένης αὐτῶι τῆς ἰσχύος, ἐξασθενούντων δὲ τῶν μελῶν, εἰς ἣν ὁρᾶις ἔφθασε ταλαιπωρίαν. Καὶ τί, φησί, τούτου τὸ τέλος; οἱ δὲ εἶπον αὐτῶι· Οὐδὲν ἄλλο ἢ θάνατος αὐτὸν διαδέξεται. 

Ἀλλὰ καὶ πᾶσιν, ἔφη, τοῖς ἀνθρώποις τοῦτο πρόκειται; ἢ καὶ τοῦτο ἐνίοις αὐτῶν συμβαίνει; ἀπεκρίθησαν ἐκεῖνοι· Εἰ μὴ προλαβὼν ὁ θάνατος μεταστήσει τινὰ τῶν ἐντεῦθεν, ἀδύνατον, τῶν χρόνων προβαινόντων, μὴ εἰς ταύτης ἐλθεῖν τὴν πεῖραν τῆς τάξεως. καί φησιν ὁ παῖς· ἐν πόσοις οὖν ἔτεσι τοῦτο ἐπέρχεταί τινι; καὶ εἰ πάντως πρόκειται ὁ θάνατος, καὶ οὐκ ἔστι μέθοδος τοῦτον παραδραμεῖν, καὶ μηδὲ εἰς ταύτην ἐλθεῖν τὴν ταλαιπωρίαν; λέγουσιν αὐτῶι· Ἐν ὀγδοήκοντα μὲν ἢ καὶ ἑκατὸν ἔτεσιν εἰς τοῦτο τὸ γῆρας καταντῶσιν οἱ ἄνθρωποι, εἶτα ἀποθνήσκουσι, μὴ ἄλλως ἐνδεχομένου. χρέος γὰρ φυσικὸν ὁ θάνατός ἐστιν, ἐξ ἀρχῆς ἐπιτεθὲν τοῖς ἀνθρώποις, καὶ ἀπαραίτητος ἡ τούτου ἐπέλευσις.

Ταῦτα πάντα ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ συνετὸς ἐκεῖνος καὶ φρόνιμος νεανίας, στενάξας ἐκ βάθους καρδίας, ἔφη· Πικρὸς ὁ βίος οὗτος καὶ πάσης ὀδύνης καὶ ἀηδίας ἀνάπλεως, εἰ ταῦτα οὕτως ἔχει. καὶ πῶς ἀμεριμνήσει τις τῆι προσδοκίαι τοῦ ἀδήλου θανάτου, οὗ ἡ ἔλευσις οὐ μόνον ἀπαραίτητος, ἀλλὰ καὶ ἄδηλος, καθὼς εἴπατε, ὑπάρχει; καὶ ἀπῆλθε ταῦτα στρέφων ἐν ἑαυτῶι, καὶ ἀπαύστως διαλογιζόμενος, καὶ πυκνὰς ποιούμενος περὶ τοῦ θανάτου τὰς ὑπομνήσεις, πόνοις τε καὶ ἀθυμίαις ἐκ τούτου συζῶν καὶ ἄπαυστον ἔχων τὴν λύπην. ἔλεγε γὰρ ἐν ἑαυτῶι· Ἆρά ποτέ με ὁ θάνατος καταλήψεται; καὶ τίς ἔσται ὁ μνήμην μου ποιούμενος μετὰ θάνατον, τοῦ χρόνου πάντα τῆι λήθηι παραδιδόντος; καὶ εἰ ἀποθανὼν εἰς τὸ μὴ ὂν διαλυθήσομαι; ἢ ἔστι τις ἄλλη βιοτὴ καὶ ἕτερος κόσμος; ταῦτα καὶ τὰ τούτοις ὅμοια ἀπαύστως διενθυμούμενος ὠχριῶν κατετήκετο, κατ᾽ ὄψιν δὲ τοῦ πατρός, ὅτε συνέβη τοῦτον ἀφικέσθαι, προσεποιεῖτο τὸ ἱλαρὸν καὶ ἄλυπον, μὴ βουλόμενος εἰς γνῶσιν τῶι πατρὶ τὰ αὐτῶι μελετώμενα ἐλθεῖν. ἐπόθει δὲ ἀκατασχέτωι τινὶ πόθωι καὶ ἐγλίχετο ἐντυχεῖν τινι τῶι δυναμένωι τὴν αὐτοῦ πληροφορῆσαι καρδίαν, καὶ λόγον ἀγαθὸν ταῖς αὐτοῦ ἀκοαῖς ἐνηχῆσαι.

Τὸν προμνημονευθέντα δὲ παιδαγωγὸν αὖθις ἐπηρώτα, εἴ πού τινα γινώσκει τὸν δυνάμενον αὐτῶι συμβαλέσθαι πρὸς τὸ ποθούμενον, καὶ τὸν νοῦν αὐτοῦ βεβαιῶσαι, δεινῶς ἰλιγγιῶντα ἐν τοῖς λογισμοῖς, καὶ μὴ δυνάμενον ἀποβαλέσθαι τὴν περὶ τούτων φροντίδα. ὁ δέ, τῶν προειρημένων πάλιν ἐπιμνησθείς, ἔλεγεν· Εἶπόν σοι καὶ πρότερον ὅπως ὁ πατήρ σου τοὺς σοφοὺς ἐκείνους καὶ ἀσκητὰς ἀεὶ περὶ τῶν τοιούτων φιλοσοφοῦντας, οὓς μὲν ἀνεῖλεν, οὓς δὲ μετ᾽ ὀργῆς ἐδίωξε, καὶ οὐ γινώσκω νυνί τινα τοιοῦτον ἐν τῆι περιχώρωι ταύτηι. πολλοῦ δὲ ἐπὶ τούτοις ἄχθους ἐκεῖνος πληρωθείς, καὶ τὴν ψυχὴν δεινῶς κατατρωθείς, ἐώικει ἀνδρὶ θησαυρὸν ἀπολέσαντι μέγαν καὶ εἰς τὴν αὐτοῦ ζήτησιν ὅλον αὐτοῦ τὸν νοῦν ἀσχολουμένωι. ἐντεῦθεν ἀγῶνι διηνεκεῖ καὶ μερίμνηι συνέζη, καὶ πάντα τὰ ἡδέα καὶ τερπνὰ τοῦ κόσμου ἦν ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς ἄγος τι καὶ βδέλυγμα. οὕτως οὖν ἔχοντι τῶι νέωι καὶ ποτνιωμένωι κατὰ ψυχὴν τὸ ἀγαθὸν εὑρεῖν, εἶδεν αὐτὸν ὁ πάντα βλέπων ὀφθαλμός, καὶ οὐ παρεῖδεν ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀλλά, τὴν συνήθη αὐτῶι φιλανθρωπίαν καὶ ἐπὶ τούτωι δείξας, ἐγνώρισεν ὁδὸν ἣν ἔδει πορεύεσθαι τρόπωι τοιῶιδε·