B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Kassia
ca. 800 - post 840
     
   



π ο ι ή μ α τ α

__________________________________________________


[εἰς Μαρίαν Μαγδαληνήν.]

Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
τὴν σὴν αἰσθομένη θεότητα,
μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη μύρον σοι πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει·
5
«οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει,
οἶστρος ἀκολασίας ζοφώδης τε καὶ ἀσέληνος,
ἔρως τῆς ἁμαρτίας·
δέξαι μου τὰς πηγὰς τῶν δακρύων
ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ·
10
κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας
ὁ κλίνας τοὺς οὐρανοὺς τῆι ἀφράστωι σου κενώσει·
καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
ἀποσμήξω τούτους δὲ πάλιν
τοῖς τῆς κεφαλῆς μου βοστρύχοις·
15
ὧν ἐν τῶι παραδείσωι Εὔα τὸ δειλινὸν
κρότον τοῖς ὠσὶν ἠχηθεῖσα τῶι φόβωι ἐκρύβη·
ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους
τίς ἐξιχνιάσει, ψυχοσῶστα σωτήρ μου;
μή με τὴν σὴν δούλην παρίδηις
20
ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.»