B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Theodoros Prodromos
ca. 1100 - ca. 1160
     
   



Κ α τ ο μ υ ο μ α χ ί α

__________________________________________________


Κ ρ ε ί λ λ ο ς
Τί τὸν τοσοῦτον ἀνδρικώτατοι χρόνον
μένοντες εἴσω τῶν ὀπῶν ἀεννάως
δείμωι σύνεσμεν καὶ φρίκηι καὶ δειλίαι
καὶ δυσμόρως δίμεν οἰκεῖον βίον,
5
μηδὲ προκύψαι τῆς ὀπῆς ἡιρημένοι,
ἀλλ᾽ οἰκτρότατοι καὶ φόβου πεπλησμένοι
βίον σκοτεινὸν ἀθλίως μυωξίαις
ζῶμεν, καθώσπερ οἱ πεφυλακισμένοι,
καὶ νύκτα τὸν σύμπαντα τοῦ χρόνου δρόμον
10
μακρὰν δοκοῦνεν καὶ σκιὰν τοῦ θανάτου,
ὡς οἱ ζοφώδεις Κιμμέριοι τοῦ λόγου,
οἳ Ποντικῶν ἔχοντες ἀμβλυωπίαν
ζόφωσιν ἑξάμηνον εἷλκον τοῦ βίου;

Τ υ ρ ο κ λ έ π τ η ς
κἂν μὴ θέλωμεν, ἐσμὲν ἐν μυωξίαις.
15
εἰ γὰρ προελθεῖν, ὡς λέγεις, θαρραλέως
τολμήσομεν βαίνοντες ἀσχέτωι δρόμωι,
τάχιστ᾽ ἂν ἐμπέσοιμεν αἰπεῖ κινδύνωι,
καὶ προὐμμάτων ἴδοιμεν οἰκείων μόρον,
καὶ τὸν σκοτεινὸν Ἀιδωνέως τόπον
20
λάβωμεν ἀντίποινον ἀκρατωσύνης.

Κ ρ ε ί λ λ ο ς
πῶς γοῦν παρεμπέσοιμεν ὡς φὴς κινδύνωι,
καὶ τὸν βίον λίποιμεν ἀθλίωι μόρωι;

Τ υ ρ ο κ λ έ π τ η ς
ληφθέντες εἴσω τῶν φρικωδῶν χειλέων
τῆς ἅρπαγος, Κρείλλε, τῆς δολοπλόκου.

Κ ρ ε ί λ λ ο ς
25
τίς ἔστιν αὕτη; μὴ φθονήσηις τοῦ λέγειν·
οὐ γὰρ προχείρως τῶι σκόπωι περιστρέφω.

Τ υ ρ ο κ λ έ π τ η ς
ἣν κάταν ὠνόμασεν ἀνθρώπων γένος.
αὕτη γὰρ ἀεὶ χηραμοὺς περιβλέπει,
καὶ μῦς ἐρευνᾶι καὶ καθώσπερ οἱ κύνες
30
ἰχνηλατοῦσι τοὺς λαγωοὺς ποικίλως,
τὸν αὐτὸν αὕτη σκανδαλοπλόκως τρόπον
ἡμᾶς διιχνεῖ λυγγικὸν βλέπουσά τι.

Κ ρ ε ί λ λ ο ς
οἶδ᾽ ἥνπερ ἡρμήνευσας ἠκριβωμένως.
καὶ γὰρ πρὸ καιροῦ τὴν ἐμὴν θυγατέρα
35
(Λυχνογλύφον δέ φημι τὴν πεφιλμένην)
οἰκτρῶς κατημάλαψε φεῦ μοι προὐμμάτων.

Τ υ ρ ο κ λ έ π τ η ς
κἀμοῦ τὸ τέκνον τὴν φίλην Λαρδοκόπον
καὶ τὸν ποθεινὸν Σιτοδάπτην καὶ φίλον
εἰς ἐκδίκησιν τῆς ἀδελφῆς ἡκότα.

Κ ρ ε ί λ λ ο ς
40
τί γοῦν; κατοκνήσωμεν ὡς θηλυδρίαι
καὶ παρίδωμεν τὸν φόνον τῶν φιλτάτων;

Τ υ ρ ο κ λ έ π τ η ς
καὶ τί προσῆκον ἐργάσασθαι τυγχάνει;

Κ ρ ε ί λ λ ο ς
εἰς ἀντάμυναν ἀπιδεῖν τῆς παμφάγου
καὶ τῶν θανόντων ἐκδικῆσαι τὸν μόρον.

Τ υ ρ ο κ λ έ π τ η ς
45
ποίωι τρόπωι; κάτειπε σὺν σαφηνίσει.

Κ ρ ε ί λ λ ο ς
μόθον πρὸς αὐτὴν ἀτρόμως τετευχότες.

Τ υ ρ ο κ λ έ π τ η ς
δέδοικα ναὶ δέδοικα μὴ πεφασμένοι
χἠμεῖς φανῶμεν καὶ κακῶς βεβρωμένοι,
καὶ κύρμα κάτης φεὺ γενώμεθα ξένον.

Κ ρ ε ί λ λ ο ς
50
καὶ τοῦτο δεῖν ἕκητι τῶν τεθνηκότων·
καὶ γὰρ γινώσκεις τοὺς γραφαῖς αἰνουμένους
τῶν συγγενῶν ἕκητι καὶ τῶν γνωρίμων,
παίδων ἀδελφῶν συζύγων φυτοσπόρων,
θανόντας ἀπλήρωτον ἕλκοντας κλέος.

Τ υ ρ ο κ λ έ π τ η ς
55
ἴσημαι πάντως· ἀλλὰ δεινὸν τυγχάνει
λιπεῖν τὸ λαμπρὸν στάδιον τῆς ἡμέρας
καὶ τῶι σκοτεινῶι συγκαλυφθῆναι τάφωι.

Κ ρ ε ί λ λ ο ς
οὐκ οἶδας; ἢν μέγιστον ἄρωμεν κράτος
καὶ πικροτάτωι τήνδε δώσομεν μόρωι.

Τ υ ρ ο κ λ έ π τ η ς
60
ὅτωι τρόπωι σύναιμε σαφήνιζέ μοι.

Κ ρ ε ί λ λ ο ς
αὐτῆι μαχησμὸν συστάδην δεδρακότες.

Τ υ ρ ο κ λ έ π τ η ς
κρεῖττον δοκεῖ μοι συμβαλεῖν λαθριδίως.

Κ ρ ε ί λ λ ο ς
ποία δ᾽ ὄνησις λάθρα τοῦ προσιέναι;

Τ υ ρ ο κ λ έ π τ η ς
εἰ γὰρ προγνώσηι τῶι δόλοις προσανέχειν
65
ὡς εἰς μαχησμὸν αἱρετὸν συνεστάναι,
καὶ συμμάχων ὅμιλον εἰς αὐτὴν λάβοι,
καὶ συμβαλοῦσα τηνικαῦτα τὸ στέφος
ἀρεῖ πριππεύσασα τὴν ἡμῶν ἴλην.

Κ ρ ε ί λ λ ο ς
χἠμεῖς κατ᾽ ἶσον συμμάχων ὁμηγύρεις
70
λάβωμεν εἰς ἄρηξιν ὡς εἰθισμένον.

Τ υ ρ ο κ λ έ π τ η ς
οὐκ οἶσθα πῶς πρὶν συνιστῶντες τὸν μόθον
πρὸς τὸ στράτευμα τῶν γαλῶν καὶ βατράχων,
καὶ συμμάχων κράτιστον εἴχομεν νέφος;

Κ ρ ε ί λ λ ο ς
ἴσημι πῶς κάκιστον εἴδομεν μόρον
75
παίδων ὁμεύνων γνωρίμων φυτοσπόρων·
μικροῦ δ᾽ ἀπωλώλειμεν ἡμεῖς τῶι τότε.

Τ υ ρ ο κ λ έ π τ η ς
δέδοικα καὶ νῦν μὴ θάνωμεν τῶι μόθωι.

Κ ρ ε ί λ λ ο ς
οὔ, νὴ θεῶν πλήρωμα τῶν οὐρανίων.
εὔελπίς εἰμι καὶ γὰρ ἐξ ὀνειράτων.

Τ υ ρ ο κ λ έ π τ η ς
80
τί γοῦν; ὄνειρον ἐμφανῶς ἑωράκεις;

Κ ρ ε ί λ λ ο ς
ὁ Ζεὺς γὰρ ὤφθη κατ᾽ ὄναρ κνώσσοντί μοι,
καὶ θάρσος ἐντέθεικε τἠμῆι καρδίαι,
καὶ προσπεφώνηκε .

Τ υ ρ ο κ λ έ π τ η ς
τίνι προσωμοίωτο; καὶ τοῦτο φράσον.

Κ ρ ε ί λ λ ο ς
85
τῶι Τυρολείχωι τῶι φρονίμωι πρεσβύτηι.

Τ υ ρ ο κ λ έ π τ η ς
πῶς δ᾽ οὐκ ἐπ᾽ ἄλλων ὡράθη σοι τῶν χρόνων;

Κ ρ ε ί λ λ ο ς
ἐμαῖς ἀπειλαῖς ὡράθη πτοιαλέος.

Τ υ ρ ο κ λ έ π τ η ς
τί γοῦν; ἐπηπείληκας αὐτῶι τῶι πόλον
οἰκοῦντι καὶ λέγοντι τοῖς ἀθανάτοις
90
σειρὰν μεγίστην ἐξανάψειν τοῦ πόλου
καὶ πάντας ἕλξειν χειρὶ πανσθενεστάτηι;

Κ ρ ε ί λ λ ο ς
ναὶ τῆτες ἠπείληκα τούτωι μυρία.
καὶ γὰρ καθ᾽ αὐτὸν ἱστορῶν μου τὸν βίον,
ὅπως μένων ἔσωθεν οἰκτρῶς γωνίας
95
ὅλος σκοτεινός εἰμι καὶ ζόφου γέμων
καὶ δεῖμα δεινὸν ἐνδέδειγμαι καὶ τρέμω
ζῶιον πενιχρὸν ἔμπλεων ἀηδίας,
ὤιμωζον ὠλόλυζον ἠθύμουν μέγα,
ἔκοπτον ἐσπάραττον οἰκείαν γένυν,
100
καὶ τὸν θεῶν ὕπατον ὕβριζον Δία,
καὶ προστέθεικα τοῖς στεναγμοῖς σὺν χόλωι
δεινὰς ἀπειλὰς παντελῶς δειμαλέας.

Τ υ ρ ο κ λ έ π τ η ς
τί γοῦν; ἐπηπείληκας; εἰπὲ καὶ τόδε.

Κ ρ ε ί λ λ ο ς
ὡς εἴπερ οὐ θήσει με νικητὴν μέγαν
105
καὶ παγκράτιστον τῆι μάχηι στεφανίτην,
τάχυ προσελθὼν εἰς ναὸν τῶν θυμάτων
ἅπαντα θήσω πρὸς τροφὴν τῆς κοιλίας.

Τ υ ρ ο κ λ έ π τ η ς
κἀγὼ συνέλθω σὺν συνεύνωι καὶ τέκνοις.
ἀλλ᾽ ὡς ἔοικε τὸν μόθον καθιστόρει.

Κ ρ ε ί λ λ ο ς
110
ναὶ δῆτα, καὶ σύμπαντας ἀρτίως μύας
κεκληκέναι προύμελλον εἰς ἐκκλησίαν.

Τ υ ρ ο κ λ έ π τ η ς
οὐκοῦν ἐπεὶ δέδοκτο τῶι φυταλμίωι
ἀπαλλαγῆναι τοῦ σκοτοκρύπτου βίου
ἐλευθερωθῆναί τε κατῶν τοῦ φόβου,
115
τοὺς μῦς ἅπαντας ἀρτίως συγκλητέον.
καὶ πρῶτον εἰς κάταρξιν ἰτέον λόγων
ἐπιτρεπόντων προσφέρειν εὐτολμίαν.
εἶτα στρατηγοὺς τῶν στρατῶν εἰργακότες
καὶ ταξιάρχας καὶ λοχαγούς, ὡς θέμις,
120
λογχηφόρους τε καὶ κραταιοὺς ὁπλίτας
ἀντεξίωμεν εἰς μόθον τεταγμένοι.

Κ ρ ε ί λ λ ο ς
καλῶς ἔφησας καὶ σοφῶς καὶ κοσμίως
(καὶ γὰρ τὸ γῆρας νουθετεῖ) καὶ σωφρόνως.
κήρυξ ἴτω δὲ καὶ καλείτω τοὺς μύας.

κ ῆ ρ υ ξ
125
ἰδοὺ πάρεισι μύαρχοι ξυνηγμένοι
καὶ σῶι παρεστήκασιν βουλευτηρίωι.

Κ ρ ε ί λ λ ο ς
ἐγὼ μέν, ὦ σύνταγμα γενναίων φίλων
εὔεικτον εὐόμιλον, ἐκ πολλοῦ χρόνου
πολλὴν καταγνοὺς τῶν πάλαι πεφυκότων
130
τὴν ἀσθένειαν καὶ κακίστην δειλίαν
ἀνθ᾽ ὧνπερ εἴσω φωλεῶν μυχαιτάτων
μένοντες οὐκ εὔτολμον εἶχον καρδίαν
ἀλλ᾽ ὡς κλινήρεις καὶ μέλη παρειμένοι
ἔπτησσον ἐλθεῖν εἰς μάχην ἐναντίων.
135
ἤδη στρατεύειν ἱστορῶ θαρραλέως.
οὐ γὰρ προσῆκόν μοι δέδοκτο καὶ φίλον
σθένος φέροντι καὶ κρατοῦντι μυρίων,
πομπὰς τελοῦντι καὶ κρότοις ἠινημένωι
τρέμειν προελθεῖν τῆς ἐμῆς μυωξίας.
140
ὑμεῖς δ᾽ ἑτοίμως τὸν λόγον δεδεγμένοι,
ὡς εὐγενῶν πέλοντες ἐκ φυτοσπόρων
καὶ πανσθενῶς ἔχοντες αὐτῶν τοῦ τόνου,
μὴ νωχελεῖς γένησθε πρὸς τὰ πρακτέα,
μηδ᾽ ὀκλάσητε μηδαμῶς, ὦ γεννάδαι,
145
ἀλλ᾽ ὡς ἐνόν ἅπαντες, ὦ θεῖοι μύες,
ἴτε προθύμως πρὸ νέαν στρατηγίαν,
ζῆλον λαβόντες τῆς ἐμῆς ἐξουσίας.
ἐγὼ γὰρ οὐκ ὤκνησα πώποτ᾽ εἰς μόθον,
ἀλλ᾽ ὡς ἀληθῶς ἐκ νέας ἡλικίας
150
εἰς τὸ στρατηγεῖν ἀνδρικῶς ἐτραπόμην,
πάσαις δὲ πάντη προσβολαῖς ἐπεκράτουν.
γένος γὰρ ἐκφὺς εὐγενοῦς ἐξ ὀσφύος
(ὡς ἴστε πάντες τοὺς πάλαι θρυλλουμένους
ἐπὶ δυνάμει καὶ φρενῶν γερουσίαι
155
ἐμοὺς γονεῖς ἕλκοντας ἄπλετον κλέος·
τοὺς Χαρτοδάπτας ὠνομασμένους λέγω)
οὐκ ἠθέλησα ζῆν τὸν ἄπονον βίον,
ἀλλ᾽ εἰς μάθησιν τῶν στρατηγικωτάτων
ἀπεῖδον εὐθὺς ἐκ νέου μειρακίου.
160
ἤσκησα κόντον καὶ σπάθην σὺν ἀσπίδι,
βαίνειν ἐφ᾽ ἵππους καὶ στρέφεσθαι ποικίλως,
βάλλειν τὸν ἐχθρὸν εὐστόχως καὶ καιρίως,
τείνειν τὸ τόξον καὶ τὸν ἰὸν ἱέναι,
καὶ πᾶσαν ἁπλῶς τῆς στρατηγίας τέχνην
165
μεθῆλθον ὡς ἅπαντες οἱ στρατηλάται.
μόθων δὲ πολλῶν ἐγκρατὴς δεδειγμένος
καὶ πλεῖστα δοῦλα τῆς ἐμῆς ἐμπειρίας
ἔθνη δεδειχὼς ἦλθον εἰς μυαρχίαν,
πάντων ἄριστος καὶ μέγας κεκριμένος.
170
καὶ νῦν δὲ παγκάκιστον ἔγνων τυγχάνειν
τὸν ἀνθάμιλλον τοῦ Διὸς τοῦ τῆς Ῥέας
ζῶιον τρέμειν τι μικρὸν ἠθλιωμένον.
τοίνυν κελεύω τοὺς ἐμοὶ πεφιλμένους
ἅπαντας εἰς σύνταξιν ἐλθεῖν τῆς μάχης
175
στερρῶς κραταιῶς εὐσθενῶς εὐκαρδίως
σοφῶς ἐνεργῶς εὐφυῶς ὡπλισμένους.
τὰ νῦν δὲ λοιπὸν ἴτε πρὸς τὰς οἰκίας.
τὴν αὔριον δ᾽ ἕωθεν, ὦ στρατηλάται,
πάντας κινῆσαι βούλομαι θαρραλέως·
180
δοκεῖ γὰρ οὕτω συμφέρειν πρὸς τὸ πράγος.

Τ υ ρ ο κ λ έ π τ η ς
ἐπείπερ ἤδη πάντες εἰς τὰς οἰκίας
ἀπῆλθον ὥραι τοῦ καθευδῆσαι κλίνηι,
ἄπειμι κἀγὼ πρὸς κλίνην τὴν ἰδίαν.

Κ ρ ε ί λ λ ο ς
εἴρηκας ὀρθῶς· τοιγαροῦν πειρατέον.

χ ο ρ ό ς
185
ὢ ποῖον ἄλγος νῦν κρατεῖ με καὶ θλίβει.
ὦ Ζεῦ, τί τοῦτο τῆς παρούσης ἡμέρας.
δεινὸς λογισμὸς ἔσχε μου τὸν δεσπότην
κάτηι προσάψαι μῶλον οὐ λαθριδίως.
δοκῶ γὰρ αὐτὸν σὺν πάσηι στρατηγίαι
190
θανεῖν, λιπόντα τὸνφαεσφόρον λύχνον.
Ἄπολλον, ἁγνόμαντι, Φοῖβε Λοξία,
τί τοῦτο τοῦτο; φεῦ παπαῖ φεῦ μοι πάλιν.
ἰαταταιάξ, ὢ πόνων ἰαλέμων.
αἶ αἶ ἰοὺ ἰοὺ κακῶν πονημάτων.

ἡ μ ί χ ο ρ ο ς
195
ἴσως κρατήσει τὴν μάχην κατὰ κράτος.

ἡ μ ί χ ο ρ ο ς
ἄπιστ᾽ ἄπιστα καινὰ καινά μοι λέγεις.
τὸ τοῦ Διὸς θέλημα νῦν ὑπαρξάτω.

Τ υ ρ ο κ λ έ π τ η ς
ὁρῶ θέουσαν ἐξ ὑέλλων ἡμέραν.

Κ ρ ε ί λ λ ο ς
καὶ μὴν κἀγὼ δέδορκα τὴν λαμπηδόνα.

Τ υ ρ ο κ λ έ π τ η ς
200
καὶ τοιγαροῦν λίπωμεν ὕπνον καὶ κλίνην,
ὄις δὲ καὶ βοῦς τοῖς θεοῖς τεθυκότες
πρὸς τὸν μαχησμὸν ἐξίωμεν ἀτρόμως·
δεῖ γὰρ πρὸ πάντων ἱλεοῦν τοῦς ἐν πόλωι.

Κ ρ ε ί λ λ ο ς
ἰδοὺ θύσαντες ἐκκαλοῦμεν τὸν Δία
205
καὶ τὴν Ἀθηνᾶν καὶ τὸν Ἑρμῆν καὶ Πάνα
καὶ τὸν Ποσειδῶ καὶ τὸν ἁγνὸν Λοξίαν,
Ἥραν σὺν αὐτοῖς Ἄρτεμίν τ᾽ ὀρειβάτιν,
Πλούτονα Λητώ, σὺν Ἄιδηι Περσεφόνην
καὶ πάντας ἄλλους, καὶ πτεροῦμεν τὸν πόδα.

χ ο ρ ό ς
210
ὦ πάντες ὦ σύμπαντες ὦ θεοὶ μόνοι,
ὅσοι τ᾽ ἄνωθεν καὶ κάτω κληρουχίαν
ἔχοντές ἐστε, τῶν καλῶν χορηγέται,
πρόστητε ναὶ πρόστητε καρτερωτάτως
τῶν δεσπότων μου τῶν νέαν στρατηγίαν
215
κατῶν τελούντων πρὸς τὸ πάμφαγον γένος.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ὡς εἴθε νικήσειεν, ὦ Ζεῦ, τῶι μόθωι
οὑμοὶ στρατηγοὶ καὶ σύνευνος καὶ τέκνον.

χ ο ρ ό ς
καλὸν τὸ νικᾶν, ἀλλὰ δειλία μ᾽ ἔχει.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
κἀγὼ δέδοικα καὶ τρέμω κατὰ κράτος.

χ ο ρ ό ς
220
δεινὸν γάρ ἐστι δυσμενῶν εὐανδρία.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ὦ Ζεῦ βασιλεῦ, χρηστὸν ἔργασαι μόθον.

χ ο ρ ό ς
ἀεὶ τὸ θεῖον τῶν καλῶν ἅπαν νέμει.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
εἰ μὲν κρατήσει τῶν μυῶν αἱ πληθύες
ἐξισχύσουσι τῆς ἐναντιουμένης,
225
εὖ ἂν τὸ λοιπὸν ἀνύσαιμεν τοῦ βίου
καὶ τὸν φόβον ῥίψαιμεν ὡς πορρωτάτω.

χ ο ρ ό ς
ναὶ δὴ γένοιτο τοῦτο, σὺν θεῶι λέγω.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
εἰ δ᾽ ἥττονες γένοιτο τῆς ἐναντίας
καὶ πρὸς φυγὴν βλέψωσιν ὡς τετραμμένοι,
230
ἅπαντα φροῦδα προσγενήσεται τάχα.

χ ο ρ ό ς
ὡς εἴθε μὴ γένοιτο μηδ᾽ ἔσοιτό μοι.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
καὶ πᾶς γένηται δοῦλος αἰχμαλωσίαι.

χ ο ρ ό ς
οὔκ, ἀλλὰ δεινὸν βρῶμα τῆς ἐναντίας.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
κἀγὼ δὲ δούλη παισὶ σὺν τοῖς φιλτάτοις
235
ἡ πρὶν κυρία προσφανήσομαι τάχα.

χ ο ρ ό ς
ἥκιστα δούλη σὺ γενήσηι σὺν τέκνοις,
ἀλλ᾽ ὡς ἀληθῶς βρῶμα τῆς ἀδηφάγου.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
τί γοῦν; προλίπω τὸ γλυκύτατον φάος
καὶ συγκαλυφθῶ τῆι κόνει καὶ τῶι τάφωι;

χ ο ρ ό ς
240
σίγα σίγα, δέσποινα, δεινόν τι βλέπω.
καὶ μὴν ὁρῶ θέοντά τιν᾽ ἐψευσμένον
καὶ πυκνὸν ἀσθμαίνοντα καὶ πεπληγμένον.

ἄ γ γ ε λ ο ς
κυρία ποῦ πάρεστί τις δηλωσάτω.

χ ο ρ ό ς
ἔξεστί σοι θέλοντι ταύτην εἰσβλέπειν.

ἄ γ γ ε λ ο ς
245
τάλαινα παντάλαινα καὶ τρισαθλία,
πέπτωκε τρωθεὶς ὁ Ψιχάρπαξ ἐν βέλει.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ὢ τοῦ ποθεινοῦ καὶ πεφιλμένου τέκνου.
πέπτωκεν ἡμὴ τοῦ γήρως βακτηρία.
ὢ τῶν πόνων, ὢ τῶν πόνων ἰαλέμων.
250
παπαῖ, τὰ πάντα δεινὰ τῶν ἀγγελμάτων.
ἰοὺ θανοῦμαι. τίς γενωμαι; ποῦ φύγω;
πᾶι βῶ; παρεῖμαι τῶν μελῶν εὐρωστίας.
ὦ παῖ παπαῖ παῖ, φιλτάτη θεωρία.

χ ο ρ ό ς
τέτλαθί μοι τέτλαθι, παῦσαι τῶν γόων.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
255
ὦ Ζεῦ ταναώδιφρε τιτανοτρέπον.

χ ο ρ ό ς
αἶ αἶ τάλαινα μῆτερ ἠθλιωμένη,
ἐπίσχες ἄρτι τοὺς ἀπειρίτους στόνους.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ἄπιστ᾽ ἄπιστα δεινὰ δεινά μοι λέγεις.

χ ο ρ ό ς
κατάσχε μικρὸν τοὺς ἀπειρίτους γόους.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
260
ὦ φιλτάτη πρόσοψις, ὦ παῖ μοι φίλε.

χ ο ρ ό ς
φέρειν πρέπον σε τὴν ἄπειρον ἀνίαν,
μαθεῖν δὲ λοιπὸν τἀπίλοιπα τοῦ μόθου.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ἀλλ᾽ οὐ σθένω σχεῖν τοῦ πόνου τὴν πικρίαν.

χ ο ρ ό ς
τίς γοῦν ὄνησις ἐκ γόων ἀμετρίας;

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
265
αὐτὴν διαχρήσαιμι καὶ τάχει θάνω.

χ ο ρ ό ς
μὴ δῆτα τοῦτο, μηδὲ σὺ στρέφειν θέλε.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
καὶ πῶς ἀνεκτὸν μὴ πεφύρθαι καὶ στένειν;

χ ο ρ ό ς
τί δὲ στένουσα τοὺς λογισμοὺς κουφίζεις;
οὐδεὶς θανόντας ἐξεγείρει τοῦ τάφου.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
270
παυσθεῖσα τί πράξαιμι τῶν στεναγμάτων;

χ ο ρ ό ς
μαθεῖν θέλησον τἀπίλοιπα τοῦ μόθου.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
καὶ τίς κατείπηι ταῦτα καὶ σαφηνίσει;

χ ο ρ ό ς
ὁ τῶν παρόντων ἄγγελος ἀγγελμάτων.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
καὶ ποῦ πάρεστιν;

χ ο ρ ό ς
εἰσορᾶν ἔξεστί σοι.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
275
ἐκ τοῦ πάθους ὄλωλα καὶ συνετρίβην,
καὶ τὰς κόρας ἤμβλυνα τὰς τῶν ὀμμάτων.

χ ο ρ ό ς
ἅπαν διευκρίνησον, ἀγγεληφόρε,
ὅπως μὲν ἔστι τῆς μάχης ἡ τραχύτης,
καὶ πῶς ὁ παῖς πέπτωκε καὶ παρερρύη.

ἄ γ γ ε λ ο ς
280
εἴπω καθεζῆς ἢ τέμω τὰς ἐμφάσεις;

χ ο ρ ό ς
ἑξῆς ἅπαν ἔξειπε συμβὰν τῆι μάχηι,
αὐτῆς ἀπ᾽ ἀρχῆς τὸν λόγον διεννέπων.

ἄ γ γ ε λ ο ς
εἴπω τὰ πάντα· τοιγαροῦν ἀκουστέον.
ἐπεὶ γὰρ εἰς σύμμιξιν ἦλθον τῆς μάχης,
285
πρῶτον μὲν ὁ κράτιστος ἐθνοσατράπης,
ὁ Ψιχολείχης, συμβαλὼν τῆι παμφάγωι
ἥττητο καὶ πέπτωκεν, οἰκτρά τις θέα,
καὶ πᾶσα τούτου στρατιὰ διεφθάρη.
ἔπειτ᾽ ἐπῆλθεν ἄλλος ἀρχισατράπης,
290
ὃς πᾶσιν ὠνόμαστο Κωλυκοκλόπος,
καὶ ταὐτὸν αὐτῶι πτῶμα πέπτωκε ξένον,
οὐδ᾽ ὑπομείνας προσβολὴν βραχυτάτην.
ὡς γοῦν ἑώρα τοὺς κραταιοὺς σατράπας
ἤδη πεσόντας ὁ Ψιχάρπαξ καὶ βόσιν
295
οἰκτρὰν φανέντας σὺν στρατῶι τῆι παμφάγωι,
ὀργῆς ἐπλήσθη καὶ χόλου βαρυτάτου
(θυμοῦ γὰρ οὐδέν ἐστιν ἄλλο πικρία,
εἰ μὴ ζέσις τις αἵματος πρὸς καρδίαν),
λαβὼν δὲ κοντὸν χερσὶν ἐστομωμένον
300
ἐπῆλθεν αὐτῆι τοῦ τεθανατωκέναι.
ἣ δ᾽ εἰσιδοῦσα τοῦτον ἡτοιμασμένον
ἐκ τοῦ σύνεγγυς πρὸς σφαγὴν ἑστηκότα
καὶ κοντὸν ἐκτείνοντα καρτερωτάτως,
ὥρμησεν αὐτὸν συλλαβεῖν παραυτίκα,
305
καὶ δὴ κατέσχε τοῖς ὄνυξιν ἀγρίως,
καὶ σὺν τάχει βέβρωκε τὸν νεανίαν.

χ ο ρ ό ς
καὶ ταῦτ᾽ ἐπ᾽ ὄψει τοῦ φίλου φυτοσπόρου;

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
τὸ μεῖζον αὐτὸ τυγχάνει μοι τοῦ πάθους.

ἄ γ γ ε λ ο ς
ἐγὼ δ᾽ ἐπεὶ δέδορκα τοῦτο τὸ πράγος,
310
προσῆλθον ὦ πότνιά σοι πεφρακέναι.

χ ο ρ ό ς
ὡς εἴθε μηδ᾽ ἐπῆλθες, ἀγγεληφόρε.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
μέγιστον ἦν μοι μηδ᾽ ὅλως προσιέναι·
οὐκ ἂν γὰρ ἀκμὴν τῶι πάθει συνεσχέθην.

ἄ γ γ ε λ ο ς
ἐγὼ μὲν οὖν ἄπειμι τὴν ὀπισθίαν.

χ ο ρ ό ς
315
ἔλθοις κακῶν ἥκιστα μηνυτὴς πάλιν.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
κακὸς κακῶς ὄλοιτο νῦν ὁ πυρφόρος.

χ ο ρ ό ς
δέδοικεν ἡμᾶς δυσφορούσας τῶι λόγωι.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ὢ ποῖον ἄνθος τῶν μυῶν ἀπεκρύβη.

χ ο ρ ό ς
ἐμοὶ δοκεῖ κάλλιστον εἶναι καὶ πρέπον
320
σύνθρηνον ἆισαι παιδὶ τῶι πεπτωκότι.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
καλῶς ἔφησας· τοιγαροῦν θρηνητέον.

χ ο ρ ό ς
πρώτιστα σὺ κρότησον ἀρχὴν τοῦ πάθους.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ἆ ἆ παπαῖ, παῖ παῖ, παπαῖ παῖ πολλάκις.

χ ο ρ ό ς
παῖ παῖ Κρείλλε, παῖ παπαῖ παῖ δέσποτα.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
325
ἆ ἆ πόθι, παῖ, ποῦ ποτ᾽ ἀπέβης, τέκνον;

χ ο ρ ό ς
ποῖ ποῖ καλυφθεὶς ἐξαπέπτης τοῦ βίου;

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ὢ ὢ πόθι, παῖ τῶν πόνων ἰαλέμων.

χ ο ρ ό ς
ἰαλέμων, ὢ καὶ πάλιν ἰαλέμων.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ἆ ἆ λέλοιπας τὸν λύχνον τῆς ἡμέρας.

χ ο ρ ό ς
330
ἅπανθ᾽ ἅπαντα τοῦ βίου τέφρα κόνις,
ἁπαξάπαντα τοῦ βίου σκιὰ μόνον.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
οἶ οἶ, παρῆλθες, ὦ Ψιχάρπαξ, ὦ τέκνον.

χ ο ρ ό ς
ἀρκεῖ. τὸ λοιπὸν βαῖνε μὴ περαιτέρω·
ἤδη βλέπω γὰρ ἄγγελον ταχυδρόμον.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
335
δέδοικα μὴ πάλιν τι δεινόν μοι φράσηι.

χ ο ρ ό ς
οὔκ, ὦ σεβαστή.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
πῶς ἄρ᾽ οἶδας, πῶς ἄρα;

χ ο ρ ό ς
φαιδρῶι προσώπωι τὸν δρόμον διατρέχει.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ὡς εἴθε χρηστὸν ἄγγελον Ζεῦ μοι πρόες.

ἄ γ γ ε λ ο ς
ἡ δεσπότις πέφυκε ποῦ τις εἰπάτω.

χ ο ρ ό ς
340
ἰδοὺ πάρεστι, καὶ θέλεις εἴπερ βλέπε.

ἄ γ γ ε λ ο ς
πάγχρυσε, φαιδρὰ μὴ τεθλιμμένη γίνου,
κἀμοὶ βράβευε δῶρα τῶν ἀγγελμάτων.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ἔξειπε, μὴ χλεύαζε κομπορρημόνως.

ἄ γ γ ε λ ο ς
ἤν μοι νέμηις πρωτίστα δῶρα τοῦ λόγου.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
345
εἰπόντι δώσω καὶ παράσχω συντόμως.

ἄ γ γ ε λ ο ς
τέθνηκεν ἡ τάλαινα κάτα τῶι μόθωι.

χ ο ρ ό ς
ἆ ἆ κροτήσω καὶ χαρήσομαι πλέον·
νικησάτο γὰρ ἡ χαρὰ τὴν ἀνίαν.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ὑφ᾽ ἡδονῆς μέγιστον ὀρχοῦμαι πάνυ.

χ ο ρ ό ς
350
τὰ τοῦ μόθου πρῶτόν σε μαθεῖν νῦν θέον,
καὶ πῶς τέθνηκε δυσμενὴς ἡ παμφάγος.

ὁ μ ε υ ν έ τ ι ς   Κ ρ ε ί λ λ ο υ
ἐξειπάτω δὴ πᾶσαν ἀγγεληφόρος
τὴν συγκρότησιν τῆς μάχης καὶ τὸν μόρον
τῆς ἀγριωποῦ καὶ κακῆς μυοκτόνου.

χ ο ρ ό ς
355
ἡ δεσπότις λέλακε· τὴν γλῶτταν κρότει.

ἄ γ γ ε λ ο ς
ἰδοὺ τὸν εἱρμὸν εὐτρεπίζω τοῦ λόγου.
ὑμεῖς δ᾽ ἐτοίμως ὠσὶν οὖσιν ὀρθίοις
ἐνωτίσασθε τῶν ἐφηρμηνευμένων.
ὡς γοῦν ὁ δεινὸς σωματοφθόρος μόθος
360
ἔσχηκεν ἀρχὴν προσβολῆς εὐκοσμίαι
καὶ πρῶτα μὲν πέπτωκεν ἐθνοσατράπης
ὁ Ψιχολείχης, εἶθ᾽ ὁ Κωλυκοκλόπος,
ἔπειθ᾽ ὁ παῖς τοῦ καλοῦ μου δεσπότου,
ἤλγησεν οὗτος τῶι πάθει τὴν καρδίαν,
365
ἰδὼν τὸν υἱὸν τὸν φίλον τεθνηκότα.
καὶ τὴν ὑπ᾽ αὐτὸν στρατιὰν παροτρύνας
ἐπῆλθεν ἀπτὼς τῆι φθόρωι καὶ παμφάγωι,
καὶ πρὸς ἅμιλλαν ἀτρόμως συνεπλάκη.
πλεῖστον δὲ καιρὸν ἀνθυπηγωνισμένων
370
καὶ μηδενὸς φεύγοντος ἀλλ᾽ ἑστηκότος,
ξύλον κατελθὸν τῆς ὑπερτάτης στέγης
ἔτει παλαιὸν καὶ χρόνωι τεθραυσμένον
ἔπληξεν αὐτὴν ἐν μέσωι μεταφρένωι,
καὶ νεῦρα συντέθλακεν αὐτῆς αὐτίκα,
375
καὶ πρὸς βάθη πέπτωκεν Ἀιδωνέως.
καὶ τὴν πρὶν ἡμῖν δυσμενῆ κατὰ κράτος
ἄσπονδον ἀμείλικτον ἠγριωμένην
ἔδειξεν ἄπνουν ἐκτάδην ἡπλωμένην.

χ ο ρ ό ς
ζώοις ἀλύπως εὐθαλέως εὐκαρδίως
380
εἰς λυκάβαντας μήποτε πληρουμένους
ἀνθ᾽ ὧνπερ ἦλθες ἄγγελος ποθουμένων
καὶ τὸν φόνον προύφηνας ἡμῖν τῆς φθόνου.
ἤδη γὰρ εἶδον πᾶν ποθουμένον τέλος
εἰληφὸς ἄρτι καὶ καλῶς ἠνυσμένον.