B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Parthenios
floruit ca. 50 a. Chr. n.
     
   



ἐ ρ ω τ ι κ ὰ
π α θ ή μ α τ α


δ´
περὶ Οἰνώνης.
[ἱστορεῖ Νίκανδρος ἐν τῶι
περὶ ποιητῶν καὶ Κεφάλων
ὁ Γεργίδιος ἐν Τρωικοῖς.]


__________________________________________________


[1]
Ἀλέξανδρος ὁ Πριάμου βουκολῶν κατὰ τὴν Ἴδην ἠράσθη τῆς Κεβρῆνος θυγατρὸς Οἰνώνης· λέγεται δὲ ταύτην ἔκ του θεῶν κατεχομένην θεσπίζειν περὶ τῶν μελλόντων, καὶ ἄλλως δὲ ἐπὶ συνέσει φρενῶν ἐπὶ μέγα διαβεβοῆσθαι. 
[2]
ὁ οὖν Ἀλέξανδρος αὐτὴν ἀγαγόμενος παρὰ τοῦ πατρὸς εἰς τὴν Ἴδην, ὅπου αὐτοῦ οἱ σταθμοὶ ἦσαν, εἶχε γυναῖκα, καὶ αὐτῆι φιλοφρονούμενος μηδαμὰ ὑπέσχετο προλείψειν, ἐν περισσοτέραι δὲ τιμῆι ἄξειν· 
[3]
ἡ δὲ συνιέναι μὲν ἔφασκεν, εἰς τὸ παρὸν ὡς δὴ πάνυ αὐτῆς ἐρώιη, χρόνον μέντοι τινὰ γενήσεσθαι, ἐν ὧι ἀπαλλάξας αὐτὴν εἰς τὴν Εὐρώπην περαιωθήσεται κἀκεῖ πτοηθεὶς ἐπὶ γυναικὶ ξένηι πόλεμον ἐπάξεται τοῖς οἰκείοις. 
[4]
ἐξηγεῖτο δέ, ὡς δεῖ αὐτὸν ἐν τῶι πολέμωι τρωθῆναι, καὶ ὅτι οὐδεὶς οἷός τε ἔσται ὑγιῆ ποιῆσαι ἢ αὐτή· ἐκάστοτε δὲ ἐπιλεγομένης αὐτῆς ἐκεῖνος οὐκ εἴα μεμνῆσθαι. χρόνου δὲ προϊόντος ἐπειδὴ Ἑλένην ἔγημεν, ἡ μὲν Οἰνώνη μεμφομένη τῶν πραχθέντων τὸν Ἀλέξανδρον εἰς Κεβρῆνα ὅθεν περ ἦν γένος ἀπεχώρησεν, ὁ δὲ παρήκοντος ἤδη τοῦ πολέμου διατοξευόμενος Φιλοκτήτηι τιτρώσκεται. 
[5]
ἐν νῶι δὲ λαβὼν τὸ τῆς Οἰνώνης ἔπος, ὅτε ἔφατο αὐτὸν πρὸς αὐτῆς μόνης οἷόν τε εἶναι ἰαθῆναι, κήρυκα πέμπει δεησόμενον, ὅπως ἐπειχθεῖσα ἀκέσηταί τ αὐτὸν καὶ τῶν παροιχομένων λήθην ποιήσηται, ἅτε δὴ κατὰ θεῶν βούλησίν τε ἀφικόμενον· 
[6]
ἡ δὲ αὐθαδέστερον ἀπεκρίνατο, ὡς χρὴ παρ᾽ Ἑλένην αὐτὸν ἰέναι κἀκείνης δεῖσθαι, ἐν αὑτῆι δὲ μάλιστα ἠπείγετο, ἔνθα [δὴ] ἐπέπυστο κεῖσθαι αὐτόν. τοῦ δὲ κήρυκος τὰ λεχθέντα παρὰ τῆς Οἰνώνης θᾶττον ἀπαγγείλαντος ἀθυμήσας ὁ Ἀλέξανδρος ἐξέπνευσεν· 
[7]
Οἰνώνη δὲ, ἐπεὶ νέκυν ἤδη κατὰ γῆς κείμενον ἐλθοῦσα ἴδεν, ἀνώιμωξέν τε καὶ πολλὰ κατολοφυραμένη διεχρήσατο ἑαυτήν.