B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Anyte
floruit ca. 290
     
   


Ἐ π ι γ ρ ά μ μ α τ α

_________________________________________




ἵζευ τᾶσδ᾽ ὑπὸ καλὰ δάφνας εὐαλέα φύλλα
      ὡραίνου τ᾽ ἄρυσαι νάματος ἁδὺ πόμα,
ὄφρα το ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα
      ἀμπαύσηις πνοιᾶι τυπτόμενα Ζεφύρου.

(Anthologia Graeca, IX, 313)


Ἑρμᾶς τᾶιδ᾽ ἕστακα παρ᾽ ὄρχατον ἠνεμόεντα
      ἐν τριόδοις πολιᾶς ἐγγύθεν ἀιόνος,
ἀνράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο·
      ψυχρὸν δ᾽ ἀχραὲς κράνα ὑποπροχέει.

(Anthologia Graeca, IX, 314)


τίπτε κατ᾽ οἰόβατον, Πὰν ἀγρότα, δάσκων ὕλαν
      ἥμενος ἁδρυβόαι τῶιδε κρέκεις δόνακι;
ὄφρα μοι ἑρσήεντα κατ᾽ οὔρεα ταῦτα νέμοιντο
      πόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων.

(Anthologia Graeca, XVI, 231)


ξεῖν, ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖ᾽ ἀνάπαυσον·
      ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις·
πίδακά τ᾽ ἐκ παγᾶς ψυχρὰν πίε· δὴ γὰρ ὁδίταις
      ἄμπαυμ᾽ ἐν θερμῶι καύματι τοῦτο φίλον.

(Anthologia Graeca, XVI, 228)


θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως
      ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων
κυδιόων, ὅτι οἱ θάμ ἐν οὔρεσιν ἀμφὶ παρῆιδα
      βόστρυχον εἰς ῥοδέαν Ναὶς ἔδεκτο χέρα.

(Anthologia Graeca, IX, 745)


ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα
      θέντες καὶ λασίωι φιμὰ περὶ στόματι,
ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα,
      ὄφρ᾽ αὐτοὺς φορέηις ἤπια τερπομένους.

(Anthologia Graeca, VI, 312)


φριξοκόμαι τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις
      δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰνόμος·
οὕνεχ᾽ ὑπ᾽ ἀζαλέου θέρεος μέγα κεκμηῶτα
      παῦσαν ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.

(Anthologia Graeca, XVI, 291)


Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήναι
      αἰὲν ἀπ᾽ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος,
ὄφρα φίλον ναύτηισι τελῆι πλόον· ἀμφὶ δὲ πόντος
      δειμαίνει λιπαρὸν δερκόμενος ζόανον.

(Anthologia Graeca, IX, 144)


βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς Ἐριασπίδα υἱός
      Κλεύβοτος· ἁ πάτρα δ᾽ εὐρύχορος Τεγέα·
τἀθάναι δὲ τὸ δῶρον· Ἀριστοτέλης δ᾽ ἐπόησεν
      Κλειτόριος, γενέται ταὐτὸ λαχὼν ὄνομα.

(Anthologia Graeca, VI, 153)


ἕσταθι τᾶιδε, κράνεια βροτοκτόνε, μηδ᾽ ἔτι λυγρὸν
      χάλκεον ἀμφ᾽ ὄνυχα στάζε φόνον δαίων·
ἀλλ᾽ ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθάνας,
      ἄγγελλ᾽ ἀνορέαν Κρητὸς Ἐχεκρατίδα.

(Anthologia Graeca, VI, 123)


ἥβαι μέν σε, Πρόαρχ᾽, ἔνεσαν, πάι, δῶμά τε πατρὸς
      Φειδία ἐν δνορερῶι πένθει ἔθου φθίμενος·
ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει,
      ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος.

(Anthologia Graeca, VII, 724)


πολλάκι τῶιδ᾽ ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλεινὼ
      μάτηρ ὠκύμορον παῖδ᾽ ἐβόασε φίλαν,
ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο
      χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ᾽ Ἀχέροντος ἔβα.

(Anthologia Graeca, VII, 486)


παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ
      νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον,
κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλ᾽ ἐπὶ πάντων
      ἐλπίδας οὐλομένα Μοῖρ᾽ ἐκύλισε πρόσω.

(Anthologia Graeca, VII, 490)


λοίσθια δὴ τάδε πατρὶ φίλωι περὶ χεῖρε βαλοῦσα
      εἶπ᾽ Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα·
«ὦ πάτερ, οὔ τοι ἔτ᾽ εἰμί, μέλας δ᾽ ἐμὸν ὄμμα καλύπτει
      ἤδη ἀποφθιμένης κυάνεον θάνατος.»

(Anthologia Graeca, VII, 646)


ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θ᾽ ὑμεναίων
      μάτηρ στῆσε τάφωι τῶιδ᾽ ἐπὶ μαρμαρίνωι
παρθενικὰν μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν,
      Θέρσι· ποτιφθεγκτὰ δ᾽ ἔπλεο καὶ φθιμένα.

(Anthologia Graeca, VII, 649)


οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι
      Ἑλλήνων φθονερῆς σῆμα κακοκρισίης.

(Anthologia Graeca, VII, 236)


Λύδιον οὖδας ἔχει τόδ᾽ Ἀμύντορα, παῖδα Φιλίππου,
      πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης·
οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός,
      ἀλλ᾽ ὄλετ᾽ ἀμφ᾽ ἑτάρωι σχὼν κυκλόεσσαν ἴτυν.

(Anthologia Graeca, VII, 232)


οἰχόμεθ᾽, ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων
      τὰν ἄνομον Γαλατᾶν ὕβριν ἀναινόμεναι,
παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς
      Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης.
5
οὐ γὰρ ἐμείναμεν αἷμα τὸ δυσσεβὲς οὐδ᾽ Ὑμέναιον,
      νυμφίον ἀλλ᾽ Ἀίδην κηδεμόν᾽ εὑρόμεθα.

(Anthologia Graeca, VII, 492)


Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς
      ἶσον Δαρείωι τῶι μεγάλωι δύναται.

(Anthologia Graeca, VII, 538)


μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις
      ἵππου. ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης
τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς
      ζέσσ᾽, ἐπὶ δ᾽ ἀργαλέαι βῶλον ἔδευσε φονᾶι.

(Anthologia Graeca, VII, 208)




ὤλεο δή ποτε καὶ σὺ πολύρριζον παρὰ θάμνον,
      Λόκρι, φιλοφθόγγων ὠκυτάτη σκυλάκων·
τοῖον ἐλαφρίζοντι τεῶι ἐγκάτθετο κώλωι
      ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.

(Pollux, V, 48)


οὐκέτι μ᾽ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων
      ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος·
ἦ γάρ σ᾽ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν
      ἔκτεινεν λαιμῶι ῥίμφα καθεὶς ὄνυχα.

(Anthologia Graeca, VII, 202)


οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν
      αὐχέν᾽ ἀναρρίψω βυσσόθεν ὀρνύμενος,
οὐδὲ παρ᾽ εὐσκάλμοιο νεὼς περικαλλέα χείλη
      ποιφυξῶ τἀμᾶι τερπόμενος προτομᾶι·
5
ἀλλά με πορφυρέα πόντου νοτὶς ὦσ᾽ ἐπὶ χέρσον,
      κεῖμαι δὲ +ῥαδινὰν+ τάνδε παρ᾽ ἠιόνα.

(Anthologia Graeca, VII, 215)


ἀκρίδι, τᾶι κατ᾽ ἄρουραν ἀηδόνι, καὶ δρυοκοίται
      τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ,
παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς
      παίγνι᾽ ὁ δυσπειθὴς ὤιετ᾽ ἔχων Ἀίδας.

(Anthologia Graeca, VII, 190)