<<< operis indicem   <<< retro



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Aratos
ca. 310 - ca. 250 a. Chr. n.

 
 
   
   



Φ α ι ν ό μ ε ν α

[γ'   Προγνώσεις κατὰ σημείων]

________________________________________________



Οὐχ ὁράαις; Ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη
ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει
735
μηνός, ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγὴ
ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·
ὀκτὼ δ' ἐν διχάσει, διχόμηνα δὲ παντὶ προσώπωι,
αἰεὶ δ' ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα
εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.

740
Ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι
ἄρκιαι ἐξειπεῖν, τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,
ὥρη μέν τ' ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,
ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.
Καὶ μέν τις καὶ νηὶ πολυκλύστου χειμῶνος
745
ἐφράσατ' ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο
ἠέ τεων ἄλλων οἵ τ' ὠκεανοῦ ἀρύονται
ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.

Ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν
ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δ' ἄλλωι
750
ἐμπλήσσει, τοτὲ μέν τ' ἀνιών, τοτὲ δ' αὐτίκα δύνων,
ἄλλος δ' ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.

Γινώσκεις τάδε καὶ σύ· τὰ γὰρ συναείδεται ἤδη
ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,
ὅσσα τ' ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα
755
νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος,
οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ
ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσι.

Τῶι κείνων πεπόνησο, μέλοι δέ τοι, εἴ ποτε νηὶ
πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται
760
σήματα χειμερίοις ἀνέμοις ἤ λαίλαπι πόντου.
Μόχθος μέν τ' ὀλίγος, τὸ δὲ μυρίον αὐτίκ' ὄνειαρ
γίνετ' ἐπιφροσύνης αἰεὶ πεφυλαγμένωι ἀνδρί.
Αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλωι
παρειπὼν ὤνησεν, ὅτ' ἐγγύθεν ὤρορε χειμών.
765
Πολλάκι γὰρ καί τίς τε γαληναίηι ὑπὸ νυκτὶ
νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης,
ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε πέμπτον,
ἄλλοτε δ' ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω
ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλ' ἔτι πολλὰ
770
κέκρυπται, τῶν αἴ κ' ἐθέληι καὶ ἐς αὐτίκα δώσει
Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει
πάντοθεν εἰδόμενος, πάντη δ' ὅ γε σήματα φαίνων.

Ἄλλα δέ τοι ἐρέει ἤ που διχόωσα σελήνη
πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα,
775
ἄλλα δ' ἀνερχόμενος, τοτὲ δ' ἄκρηι νυκτὶ κελεύει
ἠέλιος· τὰ δέ που καὶ ἀπ' ἄλλων ἔσσεται ἄλλα
σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.

Σκέπτεο δὲ πρῶτον κεράων ἑκάτερθε σελήνην.
Ἄλλοτε γάρ τ' ἄλληι μιν ἐπιγράφει ἕσπερος αἴγληι,
780
ἄλλοτε δ' ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην
εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτηι, αἱ δὲ τετάρτηι·
τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο.

Λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα
εὔδιός κ' εἴη· λεπτὴ δὲ καὶ εὖ μάλ' ἐρευθὴς
785
πνευματίη· παχίων δὲ καὶ ἀμβλείηισι κεραίαις
τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα
ἠὲ νότῶι ἀμβλύνετ' ἤ ὕδατος ἐγγὺς ἐόντος.
Εἰ δέ κ' ἀπ' ἀμφοτέρων κεράων τρίτον ἦμαρ ἄγουσα
μήτ' ἐπινευστ"άζηι μήθ ὑπτιόωσα φαείνηι,
790
ἀλλ' ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι,
ἑσπέριοί κ' ἄνεμοι κείνην μέτα νύκτα φέροιντο.
Εἰ δ' αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ,
ἦ τ' ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι.
Εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύηι,
795
δειδέχθαι βορέω, ὅτε δ' ὑπτιάηισι, νότοιο.
Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσηι
πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·
μείζονι δ' ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.

Σκέπτεο δ' ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν,
800
ἠμὲν ἀεξομένην ἠδ' ἐς κέρας αὖθις ἰοῦσαν.
Καί οἱ ἐπὶ χροιῆι τεκμαίρεο μηνὸς ἑκάστου·
πάντη γὰρ καθαρῆι κε μάλ' εὔδια τεκμήραιο,
πάντα δ' ἐρευθομένῆι δοκέειν ἀνέμοιο κελεύθους,
ἄλλοθι δ' ἄλλο μελαινομένηι δοκέειν ὑετοῖο.

805
Σήματα δ' οὐ μάλα πᾶσιν ἐπ' ἤμασι πάντα τέτυκται,
ἀλλ' ὅσα μὲν τριτάτηι τε τεταρταίηι τε πέλονται
μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ' αὐτὴν
σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου
ἐς διχάδα φθιμένην, ἔχεται δέ οἱ αὐτίκα τετρὰς
810
μηνὸς ἀποιχομένου, τῆι δὲ τριτάτη ἐπιόντος.

Εἰ δέ κέ μιν περὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται
ἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μί' οἴη,
τῆι μὲν ἰῆι ἀνέμοιο γαληναίης τε δοκεύειν,
ῥηγνυμένηι ἀνέμοιο, μαραινομένηι δὲ γαλήνης,
815
ταὶ δύο δ' ἂν χειμῶνι περιτροχάοιντο σελήνην,
μείζονα δ' ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,
καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.

Καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.

Ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος·
820
ἠελίωι καὶ μᾶλλον ἐοικότα σήματα κεῖται
ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.

Μή οἱ ποικίλλοιτο, νέον βάλλοντος ἀρούρας,
κύκλος, ὅτ' εὐδίου κεχρημένος ἤματος εἴης,
μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.
825
Εἰ δ' αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη,
δύνοι δ' ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,
καί κεν ἐπερχομένης ἠοῦς ἔθ' ὑπεύδιος εἴη,
ἀλλ' οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλληι,
οὐδ' ὁπότ' ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα
830
σχιζόμεναι βάλλωσι, τὰ δ' αὖ περὶ μέσσα φαείνηι,
ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.

Σκέπτεο δ', εἴ κέ τοι αὐγαὶ ὑπείκωσ' ἠελίοιο,
αὐτὸν ἐς ἠέλιον, τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται,
εἴ τί που ἤ οἱ ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ
835
ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα,
ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω
σήματα μέλλοντος, τὰ δ' ἐρεύθεα πάντ' ἀνέμοιο.
Εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρωσμένος εἴη,
καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.

840
Εἰ δέ οἱ ἢ ἀνιόντος ἤ αὐτίκα δυομένοιο
ἀκτῖνες συνίωσι καὶ ἀμφ' ἑνὶ πεπλήθωσιν,
ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γ' ἐς ἠῶ
ἔρχηται παρὰ νυκτὸς ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα,
ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.

845
Μηδ' ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλληισι,
τὴν δὲ μέτ' ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῆι,
ἀμνηστεῖν ὑετοῖο. Πολὺς δ' ὅτε οἱ περὶ κύκλος
οἷον τηκομένωι ἐναλίγκιος εὐρύνηται
πρῶτον ἀνερχομένοιο καὶ ἂψ ἐπὶ μεῖον ἴηισιν,
850
εὔδιός κε φέροιτο, καὶ εἴ ποτε χείματος ὥρηι
ὠχρήσηι κατιών. Ἀτὰρ ὕδατος ἡμερίοιο
γινομένου, κατόπισθε περὶ νέφεα σκοπέεσθαι·
καὶ δὴ δυομένου τετραμμένος ἠελίοιο,
ἢν μὲν ὑποσκιάηισι μελαινομένηι εἰκυῖα
855
ἠέλιον νεφέλη, ταὶ δ' ἀμφί μιν ἔνθα καὶ ἔνθα
ἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται,
ἦ τ' ἂν ἔτ' εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.

Εἰ δ' ὁ μὲν ἀνέφελος βάπτηι ῥόου ἑσπερίοιο,
ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτ' οἰχομένοιο
860
πλησίαι ἑστήκωσιν ἐρευθέες, οὔ σε μάλα χρὴ
αὔριον οὐδ' ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο,
ἀλλ' ὁπότ' ἠελίοιο μαραινομένηισιν ὁμοῖαι
ἐξαπίνης ἀκτῖνες ἀπ' οὐρανόθεν τανύωνται,
οἷον ἀμαλδύνονται ὅτε σκιάηισι κατ' ἰθὺ
865
ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη.

Οὐδ' ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ
φαίνωνται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,
ἄρραντοι γίνονται ἐπ' ἤματι κείνωι ἄρουραι.
Μηδ' αὕτως, ἔτ' ἐόντι πέρην ὁπότε προταθεῖσαι
870
ἀκτῖνες φαίνωνται ἐπίσκιοι ἠῶθι πρό,
ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι.
Ἀλλ' εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο
ἀκτῖνες, μᾶλλόν κεν ἐφ' ὕδατι σημαίνοιεν·
εἰ δ' ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν,
875
οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα,
ἦ τ' ἂν ἐπερχομένοιο περιδνοφέοιντ' ἀνέμοιο.
ουδε μὲν ηελιου σχεδοθεν μελανευσαι αλωαι

Οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ
εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι
μᾶλλον χειμέριαι, δύο δ' ἂν χαλεπώτεραι εἶεν.

880
Σκέπτεο δ' ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο
εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται
ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτρθεν,
μηδ' αὕτως σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.
Οὐ γάρ, ὅτ' ἀμφοτέρωθεν ὁμοῦ περὶ μέσσον ἔχωσιν
885
ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο,
γίνεται ἀμβολίη Διόθεν χειμῶνος ἰόντος.
Εἴ γε μὲν ἐκ βορέαο μί' οἴη φοινίσσοιτο,
ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο·
ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσ' ὑετοῖο.

890
Ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις·
ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.

Σκέπτεο καὶ Φάτνην. Ἡ μέν τ' ὀλίγηι εἰκυῖα
ἀχλύι βορραίη ὑπὸ Καρκίνωι ἡγηλάζει,
ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται
895
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ' ἐγγύς,
ἀλλ' ὅσσον τε μάλιστα πυγούσιον ὠίσασθαι,
εἷς μὲν πὰρ βορέαο, νότωι δ' ἐπικέκλιται ἄλλος.
Καὶ τοὶ μὲν καλέονται Ὄνοι, μέσση δέ τε Φάτνη,
Ἥ τε κεἰ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος
900
γίνετ' ἄφαντος ὅλη, τοὶ δ' ἀμφοτέρωθεν ἰόντες
ἀστέρες ἀλλήλων ἀυτοσχεδὸν ἰνδάλλονται,
οὐκ ὀλίγωι χειμῶνι τότε κλύζονται ἄρουραι.
Εἰ δὲ μελαίνηται, τοὶ δ' αὐτίκ' ἐοικότες ὦσιν
ἀστέρες ἀμφότεροι, ἐπί χ' ὕδατι σημαίνοιεν.
905
Εἰ δ' ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι
λεπτὸν ἐπαχλύων, νότιος δ' Ὄνος ἀγλαὸς εἴη,
δειδέχθαι ἀνέμοιο νότου, βορέω δὲ μάλα χρὴ
ἔμπαλιν ἀχλυόεντι φαεινομένωι τε δοκεύειν.

Σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα
910
γινέσθω καὶ μακρὸν ἔπ' αἰγιαλοὶ βοόωντες,
ἀκταί τ' εἰνάλιαι ὁπότ' εὔδιοι ἠχήεσσαι
γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.

Καὶ δ' ἂν ἐπὶ ξηρὴν ὅτ' ἐρωδιὸς οὐ κατὰ κόσμον
ἐξ ἁλὸς ἔρχηται φωνῆι περιπολλὰ λεληκώς,
915
κινυμένου κε θάλασσαν ὕπερ φορέοιτ' ἀνέμοιο.

Καί ποτε καὶ κέπφοι, ὁπότ' εὔδιοι ποτέωνται,
ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.

Πολλάκι δ' ἀγριάδες νῆσσαι ἢ εἰναλιδῖναι
αἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν,
920
ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῆισιν.

Ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,
σῆμ' ἐγένοντ' ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλο'ὶ
ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δ' ὀπίσσω.

Καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν,
925
ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο.

Καὶ διὰ νύκτα μέλαιναν ὅτ' ἀστέρες ἀίσσωσι
ταρφέα, τοὶ δ' ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,
δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο
πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀίσσωσιν,
930
ἄλλοι δ' ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο
παντοίων ἀνέμων, οἵ τ' ἄκριτοί εἰσι μάλιστα,
ἄκριτα δὲ πνείουσιν ἐπ' ἀνδράσι τεκμήρασθαι.

Αὐτὰρ ὅτ' ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτηισιν,
ἄλλοτε δ' ἐκ ζεφύροιο καὶ ἄλλοτε πὰρ βορέαο,
935
δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνὴρ
μή μιν τῆι μὲν ἔχηι πέλαγος, τῆι δ' ἐκ Διὸς ὕδωρ.
Ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται.

Πολλάκι δ' ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν
οἷα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται,
940
ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις,
ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστ`ήρ.

Πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθες
ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,
ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀίσσονται
945
γαστέρι τύπτουσαι αὔτως εἰλυμένον ὕδωρ,
ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,
αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,
ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,
ἤ που καὶ λακέρυζα παρ' ἠϊόνι προυχούσηι
950
χείματος ἐρχομένου χέρσωι ὑπέτυψε κορώνη,
ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρ' ἄκρους
ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα χολυμβᾶι,
ἢ πολλὴ στρέφεται παρ' ὕδωρ παχέα κρώζουσα.

Καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο
955
οὐρανὸν εἰσανιδόντες ἀπ' αἰθέρος ὀσφρήσαντο,
καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
θᾶσσον ἀνηνέγκαντο, καὶ ἀθρόοι ὦφθεν ἴουλοι
τείχε' ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες
κεῖνοι τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.
960
καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο,
εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῆι,
οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.#

Δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν
ὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμ' ἐγένοντο
965
φαινόμενοι ἀγεληδὰ καὶ ἰρήκεσσιν ὁμοῖα
φθεγξάμενοι· καί που κόρακες δίους σταλαγμοὺς
φωνῆι ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο,
ἤ ποτε καὶ κρώξαντε βαρείηι δισσάκι φωνῆι
μακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά,
970
καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶ
ἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν,
ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.

Τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένωι ὕδωρ
γινέσθω, μηδ' εἴ κεν ἐπιπλέον ἠὲ πάροιθεν
975
δάκνωσιν μυῖαι καὶ ἐφ' αἵματος ἱμείρωνται,
ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν
νύκτα κατὰ νοτίην, μηδ' ἢν ὑπὸ χείματος ὥρην
λύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρηι,
ἄλλοτε δ' ἀίσσωσιν ἄπο φλόγες ἠύτε κοῦφαι
980
πομφόλυγες, μηδ' εἴ κεν ἐπ' αὐτόφι μαρμαίρωσιν
ἀκτῖνες, μηδ' ἢν θέρεος μέγα πεπταμένοιο
νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.

Μηδὲ σύ γ' ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω
σπινθῆρες ὅτ' ἔωσι πέρι πλέονες, λελαθέσθαι,
985
μηδὲ κατὰ σποδιὴν ὁπότ' ἄνθρακος αἰθομένοιο
λάμπηται πέρι σήματ' ἐοικότα κεγχρείοισιν.
Ἀλλ' ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.

Εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο
πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι
990
φαίνωνται καθαραί, μάλα κεν τόθ' ὑπεύδιος εἴης.
Εὔδιος κ' εἴης καὶ ὅτε πλατέος παρὰ πόντου
φαίνηται χθαμαλὴ νεφέλη, μηδ' ὑψόθι κύρηι,
ἀλλ' αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.
Σκέπτεο δ' εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,
995
ἐς δὲ γαληναίην χειμωνόθεν. Εὖ δὲ μάλα χρὴ
ἐς Φάτνην ὁράαν, τὴν Καρκίνος ἀμφιελίσσει,
πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὀμίχλης·
κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.

Καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ
1000
ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος
γινέσθω τοι σῆμα, καὶ ἥσυχα ποικίλλουσα
ὥρηι ἐν ἑσπερίηι κρώζηι πολύφωνα κορώνη,
καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖον βοόωντες
δισσάκις, αὐτὰρ ἔπειτα μέγ' ἀθρόα κεκλήγοντες,
1005
πλειότεροι δ' ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται,
φωνῆς ἔμπλειοι· χαίρειν κέ τις ὠίσαιτο,
οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,
πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτ' ἐπ' αὐτοῦ
ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.

1010
Καὶ δ' ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης
ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,
οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.

Ἦμος δ' ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται,
οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν,
1015
οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχηι οὐδὲ σελήνη,
ἀλλὰ τά γ' ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,
μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,
ἀλλ' ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιν
αὐτῆι ἐνὶ χώρηι νεφέλαι, ταὶ δ' ἄλλαι ἐπ' αὐταῖς,
1020
ταὶ μὲν ἀμειβόμεναι, ταὶ δ' ἐξόπιθεν, φορέωνται.

Καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρώμοιο
χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη
νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,
καὶ σπίνος ἠῶια σπίζων, καὶ ὄρνεα πάντα
1025
ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς
δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα χολοιῶν
ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.

Οὐδ' ἂν ἔτι ξουθαὶ μεγάλου χειμῶνος ἰόντος
πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,
1030
ἀλλ' αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται.
Οὐδ' ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα
τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.

Μηδ, ὅτε νηνεμίηι κεν ἀράχνια λεπτὰ φέρηται,
καὶ φλόγες αἰθύσσωσι μελαινόμεναι λύχνοιο,
1035
ἢ πῦρ αὔηται σπουδῆι καὶ ὑπεύδια λύχνα,
πιστεύειν χειμῶνι. Τί τοι λέγω ὅσσα πέλονται
σήματ' ἐπ' ἀνθρώπους; Δὴ γὰρ καὶ ἀεικέι τέφρηι
αὐτοῦ πηγνυμένηι νιφετοῦ ἐπιτεκμήραιο,
καὶ λυχνωι χιόνος, κέγχροις ὅτ' ἐοικότα πάντη
1040
κύκλωι σήματ' ἔχει πυριλαμπέος ἐγγύθι μύξης·
ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸς
αὐτὸς ἐείδηται, μέσσωι δέ οἱ ἠύτε λεπτὴ
φαίνηται νεφέλη πυρὸς ἔνδοθεν αἰθομένοιο.

Πρῖνοι δ' αὖ καρποῖο καταχθέες, οὐδὲ μέλαιναι
1045
σχῖνοι ἀπείρητοι, πάντη δέ τε πολλὸς ἀλωεὺς
αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρηι.
Πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι
χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.Μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη,
1050
τηλοτέρω δ' αὐχμοῖο συνασταχύοιεν ἄρουραι.
Τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαι
γίνονται καρποῖο, φέρει δέ τε σήμαθ' ἑκάστη
ἑξείης ἀρότωι. Καὶ γάρ τ' ἀροτήσιον ὥρην
τριπλόα μείρονται, μέσσην καὶ ἐπ' ἀμφότερ' ἄκρας·
1055
πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην
καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.
ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,
κείνωι κ' ἐξ ἄλλων ἄροσις πολυλήιος εἴη,
τῶι δέ γ' ἀφαυροτάτωι ὀλίγη, μέσσωι δέ τε μέσση.

1060
Αὕτως δ' ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ,
σήματ' ἐπιφράσσασθαι ὁμοιίου ἀμήτοιο.
ὅσσα δ' ἐπὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῶι,
τοσσάδε καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῶι.

Αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ
1065
πάντη βεβρίθωσι, καὶ ἑσπερίων προπάροιθεν
Πληιάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,
οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.

Θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες
ὁππότ' ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γ' ἄρσενα πάντα
1070
δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται,
αὔτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.

Ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε
χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι
εὔδιον φαίνουσι βιβαζόμεναι ἐνιαυτόν.

1075
Χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς
ὥριον ἐρχομέναις, ὁ δ' ἀώριος αὐτίκα μᾶλλον·
αὔτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισι,
πρώια μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένηισιν
πρώιοι· αὐτὰρ ὅτ' ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι
1080
πλειότερον φορέονται ἐπὶ χρόνον, οὐδ' ἅμα πολλαί,
ἀμβολίηι χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.

Εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην
γαῖαν ὀρύσσωσιν, κεφαλὰς δ' ἀνέμοιο βορῆος
ἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ
1085
Πληιάδες χειμῶνα κατερχόμεναι φορέοιεν.

Μὴ δὲ λίην ὀρύχοιεν, ἐπεὶ μέγας οὐ κατὰ κόσμον
γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτ' ἀρότοισιν.
Ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐπ' ἀρούραις
μήπω κεκριμένηι μηδὲ βλωθρῆι ἐπὶ ποίηι,
1090
ὄφρα τις εὐεστοῖ χαίρηι ποτιδέγμενος ἀνήρ.
Οἱ δ' εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί,
μηδ' εἷς μηδὲ δύω μηδὲ πλέονες κομόωντες·
πολλοὶ γὰρ κομόωσιν ἐπ' αὐχμηρῶι ἐνιαυτῶι.

Οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,
1095
ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραις
ἐρχομένου θέρεος, χαίρει, περιδείδιε δ' αἰνῶς
ἀμητῶι, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθηι
αὐχμῶι ἀνιηθείς. Χαίρει δέ που αἰπόλος ἀνὴρ
αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν,
1100
ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ.

Οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοι
ζώομὲν ἄνθρωποι, τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοι
σήματ' ἐπιγνῶναι καὶ ἐς αὐτίκα ποιήσασθαι.

Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες,
1105
ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν,
ἄλλοι δ' ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶ
εἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν·
ἢ ὁπότ' ἄλλοθεν ἄλλοι ἀναπλίσσωσι πόδεσσι
τέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν·
1110
ἢ καὶ ὅτ' ἐξ ἀγέλης ἀεκούσια κινήσωσιν
δείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίης
δάκνωσιν πυκινῆισι κελευόμενα λιθάκεσσιν.

Ἐκ δὲ βοῶν ἐπύθοντ' ἀρόται καὶ βουκόλοι ἄνδρες
κινυμένου χειμῶνος, ἐπεὶ βόες ὁππότε χηλὰς
1115
γλῶσσηι ὑπωμαίοιο ποδὸς περιλιχμήσωνται
ἢ κοίτωι πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται,
ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετ' ἀροτρεύς.
Οὐδ' ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνται
ἐρχόμεναι σταθμόνδε βόες βουλύσιον ὥρην
1120
σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο,
αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι.

Οὐδ' αἶγες πρίνοιο περὶ σπεύδουσαι ἀκάνθαις
εὔδιοι, οὐδὲ σύες φορυτῶι ἐπὶ μαργαίνουσαι.

Καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται,
1125
ἢ ὅτ' ἀροτρήων ὀλίγον πεφυλαγμένος ἀνδρῶν
ἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς,
ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λέχος αὐτόθεν εἴη,
τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν.

Οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο
1130
ἐσσομένων ἀνέμων ἢ χείματος ἢ ὑετοῖο
αὐτὴν ἤ μετὰ τὴν ἢ καὶ τριτάτην ἔτ' ἐς ἠῶ.

Ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλον
εὔδιοι ἐσκίρτησαν ἐοικότα ὀρχηθμοῖσιν,
ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις,
1135
οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶν
ἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων,
καὶ κεῖνοι χειμῶνα μύες τότε μαντεύονται.
Καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ὤιχετο χέρσον
χειμῶνος μέλλοντος, ἐπαίσσεσθαι ὁδοῖο.
1140
καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες
κοίτης ἱμείρονται ὅτ' ὄμβρου σήματα φαίνοι.

Τῶν μηδὲν κατόνοσσο. Καλὸν δ' ἐπὶ σήματι σῆμα
σκέπτεσθαι· μᾶλλον δὲ δύειν εἰς ταὐτὸν ἰόντων
ἐλπωρὴ τελέθοι, τριτάτωι δέ κε θαρσήσειας.
1145
Αἰεὶ δ' ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ
σήματα συμβάλλων εἴ που καὶ ἐπ' ἀστέρι τοίη
ἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι,
ὁπποίην καὶ σῆμα λέγοι. Μάλα δ' ἄρκιον εἴη
φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς
1150
τετράδας ἀμφοτέρας· αἱ γάρ τ' ἄμυδις συνιόντων
μηνῶν πείρατ' ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ
ὀκτὼ νυξὶ πέλει χήτει χαροποῖο σελήνης.

Τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν
οὐδέποτε σχεδίως κεν ἐπ' αἰθέρι τεκμήραιο.

[Τέλος τῶν φαινομένων καὶ διοσημειῶν Ἀράτου τοῦ ποιητοῦ.]

 
 
 
 
<<< operis indicem   <<< retro