<<< authoris paginam



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Aratos
ca. 310 - ca. 250 a. Chr. n.

 
 
   
   



Β ί ο ς   β'

Γένος  Ἀράτου του ποιητοῦ

(Matritenses 4691 et 4629)


___________________________________________


Ἄρατος ὁ ποιητὴς γένει μὲν ἦν ἀπὸ Σόλων τῆς Κιλικίας, πατρὸς δὲ Ἀθηνοδώρου, μητρὸς δὲ Λητοφίλας. γένους δὲ ἐγένετο πατρὸς ἐπιφανοῦς καὶ ἐν πολλοῖς εὐδοκίμου καὶ ἐν πολέμωι ἀριστεύσαντος· ἠλευθέρωσε γοῦν τὴν πατρίδα πολλάκις, [ἐν] τοῖς χρόνοις δὲ ἐγένετο κατὰ Φιλάδελφον τὸν βασιλέα, συνήκμαζε δὲ Ἀλεξάνδρωι τῶι Αἰτωλῶι καὶ Φιλητᾶι καὶ Διονυσίωι τῶι φιλοσόφωι <τῶι> εἰς ἡδονὰς μεταθεμένωι, οὗ καθηγήσατο τὰ μαθηματικὰ ὁ Ἄρατος. καὶ ἔστιν αὐτοῦ ἕτερα συντάγματα κατὰ λεπτόν, ἄξια δὲ μνήμης τέσσαρα, ἓν μὲν Ἰατρικῶν δυνάμεων, δεύτερον Κανόνος κατατομή, τρίτον τὰ Φαινόμενα, τέταρτον Περὶ ἀνατολῆς, ὅ φασί τινες μὴ εἶναι Ἀράτου, ἀλλὰ Ἡγησιάνακτος.

ἐνίοις δὲ ἀρέσκει Ἄρατον γεγονέναι ἰατρὸν τῆι ἐπιστήμη, φίλον δὲ γνήσιον γεγονότα Νικάνδρου τοῦ μαθηματικοῦ γράψαι τε τὰ Θηριακὰ καὶ δοῦναι Νικάνδρωι καὶ λαβεῖν παρ' αὐτοῦ τὰ Φαινόμενα καὶ ἴδια ὑπογράψαι.

ἔστι δὲ τριχῶς ἡ τῶν Φαινομένων αὐτοῦ πραγματεία, καταστέρωσις καὶ περὶ συνανατελλόντων καὶ συνδυνόντων καὶ προγνώσεις διὰ σημείων.

ζηλωτὴς δὲ ἐγένετο τοῦ ὁμηρικοῦ χαρακτῆρος κατὰ τὴν τῶν ἐπῶν σύνθεσιν. ἔνιοι δὲ αὐτὸν λέγουσιν Ἡσιόδου μᾶλλον ζηλωτὴν γεγονέναι. καθάπερ γὰρ ὁ Ἡσίοδος τῶν Ἔργων καὶ Ἡμερῶν ἀπαρχόμενος τῶν ὕμνων ἀπὸ Διὸς ἤρξατο λέγων

      Μοῦσαι Πιερίηθεν ἀοιδῆισι κλείουσαι,
      δεῦτε Δί' ἐννέπετε

οὕτω καὶ ὁ Ἄρατος τῆς ποιήσεως ἀρχόμενος ἔφη

      ἐκ Διὸς ἀρχώμεσθα·

τά τε περὶ τοῦ χρυσοῦ γένους ὁμοίως τῶι Ἡσιόδῶι, <καὶ> κατὰ πολλοὺς ἄλλους μύθους. Βοηθὸς δὲ ὁ Σιδώνιος ἐν τῶι πρώτωι περὶ αὐτοῦ φησιν οὐχ Ἡσιόδου αὐτὸν ζηλωτήν, ἀλλ' Ὁμήρου γεγονέναι· τὸ γὰρ πλάσμα τῆς ποιήσεως μεῖζον ἢ κατὰ Ἡσίοδον. πολλοὶ μὲν γὰρ καὶ ἄλλοι Φαινόμενα ἔγραψαν, καὶ Κλεόπατρος καί Σμίνθης καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Ἀλέξανδρος ό Ἐφέσιος καὶ Ἀλέξανδρος ό Λυκαΐτης καὶ Ἀνακρέων καὶ Ἀρτεμίδωρος καὶ Ἵππαρχος καὶ ἄλλοι πολλοί, ἀλλ' ὅμως λαμπροτέρα γέγονε πάντων ἡ Ἀράτου δύναμις ἐπισκοτήσασα τοῖς ἄλλοις, ἐχρήσατο γὰρ τῆι τῶν φυσικῶν φιλοσόφων δυνάμει. εἶναι γάρ φησι τὸ διοικοῦν τὸν κόσμον ἀκριβῶς περί τε τοῦς ἐνιαυτοὺς καὶ μῆνας καὶ ἡμέρας καὶ ὥρας καὶ ἀνατολάς τε καὶ δύσεις ἡλίου καὶ σελήνης καὶ τῶν πέντε ἀστέρων. λέγει δὲ καὶ τὴν γῆν σφαιροειδοῦς σημείου τάξιν ἐπέχειν πρὸς τὸν ὅλον κόσμον, ἀκινητόν τε ὑπάρχειν, οὖσαν σταδίων μυριάδων εἴκοσι πέντε καὶ δισχιλίων.

λέγουσι δέ τινες καὶ περὶ τοῦ προιμίου ὅτι τοῦτο τὸ νῦν ὂν οὐκ ἔστιν αὐτοῦ, ἀλλ' ἐπιγεννητόν, τὸ δὲ ἀληθινὸν αὐτοῦ φασιν εἶναι τοῦτο·

      Ἀγκλείδη, ξείνων ἱερὸν θάλος.

καὶ περὶ μὲν τοῦ βίου καὶ τοῦ γένους καὶ τῆς παιδείας καὶ τῆς ἀρετῆς αὐτοῦ καὶ τῶν συνακμασάντων εἰρήκαμεν.

 
 
 
 
<<< authoris paginam