| |
|
-
- Ἥ μ ν ο ς ε ἰ ς Δ ί α
- ________________________________________

- Κύδιστ᾽ ἀθανάτων, πολυώνυμε παγκρατὲς αἰεὶ
- Ζεῦ φύσεως ἀρχηγέ, νόμου μετὰ πάντα κυβερνῶν,
- χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν.
- ἐκ σοῦ γὰρ γενόμεσθα, θεοῦ μίμημα λαχόντες
- 5
- μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ᾽ ἐπὶ γαῖαν·
- τῶι σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀείσω.
- σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν
- πείθεται ἧι κεν ἄγηις, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
- τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν
- 10
- ἀμφήκη πυρόεντ᾽ αἰειζώοντα κεραυνόν·
- τοῦ γὰρ ὑπὸ πληγῆις φύσεως πάντ᾽ ἔργα τελεῖται·
- ὧι σὺ κατευθύνεις κοινὸν λόγον, ὅς διὰ πάντων
- φοιτᾶι μιγνύμενος μεγάλωι μικροῖς τε φάεσσιν
- ὅς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ πάντος.
- 15
- οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,
- οὔτε κατ᾽ αἰθέριον θεῖον πόλον, οὔτ᾽ ἐνὶ πόντωι,
- πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις.
- ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,
- καὶ κοσμεῖν τἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
- 20
- ὧδε γὰρ εἰς ἕν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
- ὥσθ᾽ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα.
- ὅν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσιν,
- δύσμοροι, οἵ τ᾽ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες
- οὔτ᾽ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν,
- 25
- ὧι κεν πειθόμενοι σὺν νῶι βίον ἐσθλὸν ἔχοιεν·
αὐτοὶ δ᾽ αὖθ᾽ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπ᾽ ἄλλο,
οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
οἳ δ᾽ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμωι
ἄλλοι δ᾽ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα
- 30
- . . . . . . ἐπ᾽ ἄλλοτε δ᾽ ἄλλα φέρονται,
- σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.
ἀλλὰ Ζεῦ πάνδωρε κελαινεφὲς ἀργικέραυνε,
- ἀνθρώπους ῥύου μὲν ἀπειροσύνης ἀπὸ λυγρῆς·
- ἥν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
- 35
- γνώμης, ἧι πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾶις,
- ὄφρ᾽ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῆι,
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε
- θνητὸν ἐόντ᾽, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον
- οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκηι ὑμνεῖν.
|
|