BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XX.

 

___________________________________________________

 

 

 

Βουκολίσκος

 

 

νὼ καὐτονόα χἀ μαλοπάραυος Ἀγαύα

τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.

χαἲ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα

κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς

5

ἐν καθαρῶι λειμῶνι κάμον δυοκαίδεκα βωμώς,

τὼς τρεῖς τᾶι Σεμέλαι, τὼς ἐννέα τῶι Διονύσωι.

ἱερὰ δ᾽ ἐκ κίστας πεποναμένα χερσὶν ἑλοῖσαι

εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,

ὡς ἐδίδασχ᾽, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.

10

Πενθεὺς δ᾽ ἀλιβάτου πέτρας ἄπο πάντ᾽ ἐθεώρει,

σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.

Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,

σὺν δ᾽ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχω,

ἐξαπίνας ἐπιοῖσα· τά τ᾽ οὐχ ὁρέοντι βέβλοι.

15

μαίνετο μέν τ᾽ αὐτά, μαίνοντο δ᾽ ἄρ᾽ εὐθὺ καὶ ἅλλαι.

Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἳ δ᾽ ἐδίωκον,

πέπλως ἐκ ζωστῆρος ἐς ἰγνύαν ἐρύσαισαι.

Πενθεὺς μὲν τόδ᾽ ἔειπε· «τίνος κέχρησθε γυναῖκες; »

Αὐτονόα τόδ᾽ ἔειπε· «τάχα γνώσηι πρὶν ἀκοῦσαι.»

20

μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,

ὅσσον περ τοκάδος τελέθει μύκημα λεαίνας·

Ἰνὼ δ᾽ ἐξέρρηξε σὺν ὠμοπλάται μέγαν ὦμον,

λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·

αἱ δ᾽ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.

25

ἐς Θήβας δ᾽ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,

ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.

οὐκ ἀλέγω· μηδ᾽ ἄλλος ἀπεχθομένω Διονύσωι

φροντίζοι, μηδ᾽ εἰ χαλεπώτερα τῶνδε μογήσαι,

εἴη δ᾽ ἐνναετὴς ἢ καὶ δεκάτω ἐπιβαίνοι·

30

αὐτὸς δ᾽ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.

ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὕτως.

εὐσεβέων παίδεσσι τὰ λώϊα, δυσσεβέων δ᾽ οὔ.

χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνωι νιφόεντι

Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας·

35

χαίροι δ᾽ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς

Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωῖναι,

αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσω

οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.