| |
|
-
- Ἀναλυτικὰ πρότερα
βιβλίον Β´ 1 - 7
- ____________________________________
- 1
Ἐν πόσοις μὲν οὖν σχήμασι καὶ διὰ ποίων καὶ πό-
σων προτάσεων καὶ πότε καὶ πῶς γίνεται συλλογισμός,
ἔτι δ᾽ εἰς ποῖα βλεπτέον ἀνασκευάζοντι καὶ κατασκευά-
- 53a
- ζοντι, καὶ πῶς δεῖ ζητεῖν περὶ τοῦ προκειμένου καθ᾽ ὁποιαν-
οῦν μέθοδον, ἔτι δὲ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ
ἕκαστον ἀρχάς, ἤδη διεληλύθαμεν. ἐπεὶ δ᾽ οἱ μὲν καθόλου
τῶν συλλογισμῶν εἰσὶν οἱ δὲ κατὰ μέρος, οἱ μὲν καθόλου
- 5
- πάντες αἰεὶ πλείω συλλογίζονται, τῶν δ᾽ ἐν μέρει οἱ μὲν
κατηγορικοὶ πλείω, οἱ δ᾽ ἀποφατικοὶ τὸ συμπέρασμα μό-
νον. αἱ μὲν γὰρ ἄλλαι προτάσεις ἀντιστρέφουσιν, ἡ δὲ στε-
ρητικὴ οὐκ ἀντιστρέφει. τὸ δὲ συμπέρασμα τὶ κατά τινός
ἐστιν, ὥσθ᾽ οἱ μὲν ἄλλοι συλλογισμοὶ πλείω συλλογίζον-
- 10
- ται, οἷον εἰ τὸ Α δέδεικται παντὶ τῶι Β ἢ τινί, καὶ τὸ Β
τινὶ τῶι Α ἀναγκαῖον ὑπάρχειν, καὶ εἰ μηδενὶ τῶι Β τὸ Α,
οὐδὲ τὸ Β οὐδενὶ τῶι Α, τοῦτο δ᾽ ἕτερον τοῦ ἔμπροσθεν· εἰ δὲ
τινὶ μὴ ὑπάρχει, οὐκ ἀνάγκη καὶ τὸ Β τινὶ τῶι Α μὴ
ὑπάρχειν· ἐνδέχεται γὰρ παντὶ ὑπάρχειν.
- 15
- Αὕτη μὲν οὖν κοινὴ πάντων αἰτία, τῶν τε καθόλου
καὶ τῶν κατὰ μέρος· ἔστι δὲ περὶ τῶν καθόλου καὶ ἄλλως
εἰπεῖν. ὅσα γὰρ ἢ ὑπὸ τὸ μέσον ἢ ὑπὸ τὸ συμπέρασμά
ἐστιν, ἁπάντων ἔσται ὁ αὐτὸς συλλογισμός, ἐὰν τὰ μὲν ἐν
τῶι μέσωι τὰ δ᾽ ἐν τῶι συμπεράσματι τεθῆι, οἷον εἰ τὸ Α Β
- 20
- συμπέρασμα διὰ τοῦ Γ, ὅσα ὑπὸ τὸ Β ἢ τὸ Γ ἐστίν,
ἀνάγκη κατὰ πάντων λέγεσθαι τὸ Α· εἰ γὰρ τὸ Δ ἐν ὅλωι
τῶι Β, τὸ δὲ Β ἐν τῶι Α, καὶ τὸ Δ ἔσται ἐν τῶι Α· πά-
λιν εἰ τὸ Ε ἐν ὅλωι τῶι Γ, τὸ δὲ Γ ἐν τῶι Α, καὶ τὸ Ε
ἐν τῶι Α ἔσται. ὁμοίως δὲ καὶ εἰ στερητικὸς ὁ συλλογισμός.
- 25
- ἐπὶ δὲ τοῦ δευτέρου σχήματος τὸ ὑπὸ τὸ συμπέρασμα μό-
νον ἔσται συλλογίσασθαι, οἷον εἰ τὸ Α τῶι Β μηδενί, τῶι
δὲ Γ παντί· συμπέρασμα ὅτι οὐδενὶ τῶι Γ τὸ Β. εἰ δὴ τὸ
Δ ὑπὸ τὸ Γ ἐστί, φανερὸν ὅτι οὐχ ὑπάρχει αὐτῶι τὸ Β·
τοῖς δ᾽ ὑπὸ τὸ Α ὅτι οὐχ ὑπάρχει, οὐ δῆλον διὰ τοῦ συλ-
- 30
- λογισμοῦ. καίτοι οὐχ ὑπάρχει τῶι Ε, εἰ ἔστιν ὑπὸ τὸ Α·
ἀλλὰ τὸ μὲν τῶι Γ μηδενὶ ὑπάρχειν τὸ Β διὰ τοῦ συλ-
λογισμοῦ δέδεικται, τὸ δὲ τῶι Α μὴ ὑπάρχειν ἀναπόδει-
κτον εἴληπται, ὥστ᾽ οὐ διὰ τὸν συλλογισμὸν συμβαίνει τὸ
Β τῶι Ε μὴ ὑπάρχειν. ἐπὶ δὲ τῶν ἐν μέρει τῶν μὲν ὑπὸ
- 35
- τὸ συμπέρασμα οὐκ ἔσται τὸ ἀναγκαῖον (οὐ γὰρ γίνεται
συλλογισμός, ὅταν αὕτη ληφθῆι ἐν μέρει), τῶν δ᾽ ὑπὸ τὸ
μέσον ἔσται πάντων, πλὴν οὐ διὰ τὸν συλλογισμόν· οἷον εἰ
τὸ Α παντὶ τῶι Β, τὸ δὲ Β τινὶ τῶι Γ· τοῦ μὲν γὰρ ὑπὸ
τὸ Γ τεθέντος οὐκ ἔσται συλλογισμός, τοῦ δ᾽ ὑπὸ τὸ Β ἔσται,
- 40
- ἀλλ᾽ οὐ διὰ τὸν προγεγενημένον. ὁμοίως δὲ κἀπὶ τῶν ἄλλων
σχημάτων· τοῦ μὲν γὰρ ὑπὸ τὸ συμπέρασμα οὐκ ἔσται,
- 53a
- θατέρου δ᾽ ἔσται, πλὴν οὐ διὰ τὸν συλλογισμόν, ἧι καὶ ἐν
τοῖς καθόλου ἐξ ἀναποδείκτου τῆς προτάσεως τὰ ὑπὸ τὸ
μέσον ἐδείκνυτο· ὥστ᾽ ἢ οὐδ᾽ ἐκεῖ ἔσται ἢ καὶ ἐπὶ τούτων.
2
Ἔστι μὲν οὖν οὕτως ἔχειν ὥστ᾽ ἀληθεῖς εἶναι τὰς προ-
- 5
- τάσεις δι᾽ ὧν ὁ συλλογισμός, ἔστι δ᾽ ὥστε ψευδεῖς, ἔστι δ᾽
ὥστε τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ. τὸ δὲ συμπέρασμα ἢ
ἀληθὲς ἢ ψεῦδος ἐξ ἀνάγκης. ἐξ ἀληθῶν μὲν οὖν οὐκ ἔστι
ψεῦδος συλλογίσασθαι, ἐκ ψευδῶν δ᾽ ἔστιν ἀληθές, πλὴν
οὐ διότι ἀλλ᾽ ὅτι· τοῦ γὰρ διότι οὐκ ἔστιν ἐκ ψευδῶν συλλο-
- 10
- γισμός· δι᾽ ἣν δ᾽ αἰτίαν, ἐν τοῖς ἑπομένοις λεχθήσεται.
Πρῶτον μὲν οὖν ὅτι ἐξ ἀληθῶν οὐχ οἷόν τε ψεῦδος
συλλογίσασθαι, ἐντεῦθεν δῆλον. εἰ γὰρ τοῦ Α ὄντος ἀνάγκη
τὸ Β εἶναι, τοῦ Β μὴ ὄντος ἀνάγκη τὸ Α μὴ εἶναι. εἰ οὖν
ἀληθές ἐστι τὸ Α, ἀνάγκη τὸ Β ἀληθὲς εἶναι, ἢ συμβή-
- 15
- σεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ οὐκ εἶναι· τοῦτο δ᾽ ἀδύνα-
τον. μὴ ὅτι δὲ κεῖται τὸ Α εἷς ὅρος, ὑποληφθήτω ἐνδέχε-
σθαι ἑνός τινος ὄντος ἐξ ἀνάγκης τι συμβαίνειν· οὐ γὰρ
οἷόν τε· τὸ μὲν γὰρ συμβαῖνον ἐξ ἀνάγκης τὸ συμπέρα-
σμά ἐστι, δι᾽ ὧν δὲ τοῦτο γίνεται ἐλαχίστων, τρεῖς ὅροι,
- 20
- δύο δὲ διαστήματα καὶ προτάσεις. εἰ οὖν ἀληθές, ὧι τὸ Β
ὑπάρχει, τὸ Α παντί, ὧι δὲ τὸ Γ, τὸ Β, ὧι τὸ Γ, ἀνάγκη
τὸ Α ὑπάρχειν καὶ οὐχ οἷόν τε τοῦτο ψεῦδος εἶναι· ἅμα
γὰρ ὑπάρξει ταὐτὸ καὶ οὐχ ὑπάρξει. τὸ οὖν Α ὥσπερ ἓν κεῖ-
ται, δύο προτάσεις συλληφθεῖσαι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν
- 25
- στερητικῶν ἔχει· οὐ γὰρ ἔστιν ἐξ ἀληθῶν δεῖξαι ψεῦδος.
Ἐκ ψευδῶν δ᾽ ἀληθὲς ἔστι συλλογίσασθαι καὶ ἀμ-
φοτέρων τῶν προτάσεων ψευδῶν οὐσῶν καὶ τῆς μιᾶς, ταύ-
της δ᾽ οὐχ ὁποτέρας ἔτυχεν ἀλλὰ τῆς δευτέρας, ἐάνπερ
ὅλην λαμβάνηι ψευδῆ· μὴ ὅλης δὲ λαμβανομένης ἔστιν
- 30
- ὁποτερασοῦν. ἔστω γὰρ τὸ Α ὅλωι τῶι Γ ὑπάρχον, τῶι δὲ
Β μηδενί, μηδὲ τὸ Β τῶι Γ. ἐνδέχεται δὲ τοῦτο, οἷον λίθωι
οὐδενὶ ζῶιον, οὐδὲ λίθος οὐδενὶ ἀνθρώπωι. ἐὰν οὖν ληφθῆι τὸ Α
παντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Γ, τὸ Α παντὶ τῶι Γ
ὑπάρξει, ὥστ᾽ ἐξ ἀμφοῖν ψευδῶν ἀληθὲς τὸ συμπέρα-
- 35
- σμα· πᾶς γὰρ ἄνθρωπος ζῶιον. ὡσαύτως δὲ καὶ τὸ στερη-
τικόν. ἔστι γὰρ τῶι Γ μήτε τὸ Α ὑπάρχειν μηδενὶ μήτε τὸ
Β, τὸ μέντοι Α τῶι Β παντί, οἷον ἐὰν τῶν αὐτῶν ὅρων λη-
φθέντων μέσον τεθῆι ὁ ἄνθρωπος· λίθωι γὰρ οὔτε ζῶιον οὔτε
ἄνθρωπος οὐδενὶ ὑπάρχει, ἀνθρώπωι δὲ παντὶ ζῶιον. ὥστ᾽ ἐὰν
- 40
- ὧι μὲν ὑπάρχει, λάβηι μηδενὶ ὑπάρχειν, ὧι δὲ μὴ ὑπάρχει,
παντὶ ὑπάρχειν, ἐκ ψευδῶν ἀμφοῖν ἀληθὲς ἔσται τὸ συμ-
- 54a
- πέρασμα. ὁμοίως δὲ δειχθήσεται καὶ ἐὰν ἐπί τι ψευδὴς
ἑκατέρα ληφθῆι. Ἐὰν δ᾽ ἡ ἑτέρα τεθῆι ψευδής, τῆς μὲν πρώ-
της ὅλης ψευδοῦς οὔσης, οἷον τῆς Α Β, οὐκ ἔσται τὸ συμπέ-
ρασμα ἀληθές, τῆς δὲ Β Γ ἔσται. λέγω δ᾽ ὅλην ψευδῆ τὴν
- 5
- ἐναντίαν, οἷον εἰ μηδενὶ ὑπάρχον παντὶ εἴληπται ἢ εἰ παντὶ
μηδενὶ ὑπάρχειν. ἔστω γὰρ τὸ Α τῶι Β μηδενὶ ὑπάρχον, τὸ
δὲ Β τῶι Γ παντί. ἂν δὴ τὴν μὲν Β Γ πρότασιν λάβω
ἀληθῆ, τὴν δὲ τὸ Α Β ψευδῆ ὅλην, καὶ παντὶ ὑπάρχειν τῶι
Β τὸ Α, ἀδύνατον τὸ συμπέρασμα ἀληθὲς εἶναι· οὐδενὶ γὰρ
- 10
- ὑπῆρχε τῶν Γ, εἴπερ ὧι τὸ Β, μηδενὶ τὸ Α, τὸ δὲ Β παντὶ
τῶι Γ. ὁμοίως δ᾽ οὐδ᾽ εἰ τὸ Α τῶι Β παντὶ ὑπάρχει καὶ τὸ
Β τῶι Γ, ἐλήφθη δ᾽ ἡ μὲν τὸ Β Γ ἀληθὴς πρότασις, ἡ
δὲ τὸ Α Β ψευδὴς ὅλη, καὶ μηδενὶ ὧι τὸ Β, τὸ Α – τὸ συμ-
πέρασμα ψεῦδος ἔσται· παντὶ γὰρ ὑπάρξει τῶι Γ τὸ Α,
- 15
- εἴπερ ὧι τὸ Β, παντὶ τὸ Α, τὸ δὲ Β παντὶ τῶι Γ. φανερὸν
οὖν ὅτι τῆς πρώτης ὅλης λαμβανομένης ψευδοῦς, ἐάν τε κα-
ταφατικῆς ἐάν τε στερητικῆς, τῆς δ᾽ ἑτέρας ἀληθοῦς, οὐ γίνε-
ται ἀληθὲς τὸ συμπέρασμα. Μὴ ὅλης δὲ λαμβανομένης
ψευδοῦς ἔσται. εἰ γὰρ τὸ Α τῶι μὲν Γ παντὶ ὑπάρχει τῶι
- 20
- δὲ Β τινί, τὸ δὲ Β παντὶ τῶι Γ, οἷον ζῶιον κύκνωι μὲν παντὶ
λευκῶι δὲ τινί, τὸ δὲ λευκὸν παντὶ κύκνωι, ἐὰν ληφθῆι τὸ Α
παντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Γ, τὸ Α παντὶ τῶι Γ ὑπάρξει
ἀληθῶς· πᾶς γὰρ κύκνος ζῶιον. ὁμοίως δὲ καὶ εἰ στερητικὸν
εἴη τὸ Α Β· ἐγχωρεῖ γὰρ τὸ Α τῶι μὲν Β τινὶ ὑπάρχειν
- 25
- τῶι δὲ Γ μηδενί, τὸ δὲ Β παντὶ τῶι Γ, οἷον ζῶιον τινὶ λευ-
κῶι χίονι δ᾽ οὐδεμιᾶι, λευκὸν δὲ πάσηι χιόνι. εἰ οὖν ληφθείη
τὸ μὲν Α μηδενὶ τῶι Β, τὸ δὲ Β παντὶ τῶι Γ, τὸ Α οὐδενὶ
τῶι Γ ὑπάρξει. Ἐὰν δ᾽ ἡ μὲν Α Β πρότασις ὅλη ληφθῆι
ἀληθής, ἡ δὲ Β Γ ὅλη ψευδής, ἔσται συλλογισμὸς ἀλη-
- 30
- θής· οὐδὲν γὰρ κωλύει τὸ Α τῶι Β καὶ τῶι Γ παντὶ ὑπάρ-
χειν, τὸ μέντοι Β μηδενὶ τῶι Γ, οἷον ὅσα τοῦ αὐτοῦ γένους
εἴδη μὴ ὑπ᾽ ἄλληλα· τὸ γὰρ ζῶιον καὶ ἵππωι καὶ ἀνθρώπωι
ὑπάρχει, ἵππος δ᾽ οὐδενὶ ἀνθρώπωι. ἐὰν οὖν ληφθῆι τὸ Α
παντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Γ, ἀληθὲς ἔσται τὸ συμ-
- 35
- πέρασμα, ψευδοῦς ὅλης οὔσης τῆς Β Γ προτάσεως. ὁμοίως
δὲ καὶ στερητικῆς οὔσης τῆς Α Β προτάσεως. ἐνδέχεται γὰρ
τὸ Α μήτε τῶι Β μήτε τῶι Γ μηδενὶ ὑπάρχειν, μηδὲ τὸ Β
μηδενὶ τῶι Γ, οἷον τοῖς ἐξ ἄλλου γένους εἴδεσι τὸ γένος·
τὸ γὰρ ζῶιον οὔτε μουσικῆι οὔτ᾽ ἰατρικῆι ὑπάρχει, οὐδ᾽
- 54b
- ἡ μουσικὴ ἰατρικῆι. ληφθέντος οὖν τοῦ μὲν Α μηδενὶ τῶι Β,
τοῦ δὲ Β παντὶ τῶι Γ, ἀληθὲς ἔσται τὸ συμπέρασμα. καὶ εἰ
μὴ ὅλη ψευδὴς ἡ Β Γ ἀλλ᾽ ἐπί τι, καὶ οὕτως ἔσται τὸ συμ-
πέρασμα ἀληθές. οὐδὲν γὰρ κωλύει τὸ Α καὶ τῶι Β καὶ τῶι
- 5
- Γ ὅλωι ὑπάρχειν, τὸ μέντοι Β τινὶ τῶι Γ, οἷον τὸ γένος τῶι
εἴδει καὶ τῆι διαφορᾶι· τὸ γὰρ ζῶιον παντὶ ἀνθρώπωι καὶ
παντὶ πεζῶι, ὁ δ᾽ ἄνθρωπος τινὶ πεζῶι καὶ οὐ παντί. εἰ οὖν τὸ
Α παντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Γ ληφθείη, τὸ Α παντὶ
τῶι Γ ὑπάρξει· ὅπερ ἦν ἀληθές. ὁμοίως δὲ καὶ στερητικῆς
- 10
- οὔσης τῆς Α Β προτάσεως. ἐνδέχεται γὰρ τὸ Α μήτε τῶι Β
μήτε τῶι Γ μηδενὶ ὑπάρχειν, τὸ μέντοι Β τινὶ τῶι Γ, οἷον
τὸ γένος τῶι ἐξ ἄλλου γένους εἴδει καὶ διαφορᾶι· τὸ γὰρ
ζῶιον οὔτε φρονήσει οὐδεμιᾶι ὑπάρχει οὔτε θεωρητικῆι, ἡ δὲ
φρόνησις τινὶ θεωρητικῆι. εἰ οὖν ληφθείη τὸ μὲν Α μηδενὶ τῶι
- 15
- Β, τὸ δὲ Β παντὶ τῶι Γ, οὐδενὶ τῶι Γ τὸ Α ὑπάρξει· τοῦτο
δ᾽ ἦν ἀληθές.
Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν ἐνδέχεται καὶ τῆς
πρώτης προτάσεως ὅλης οὔσης ψευδοῦς τῆς δ᾽ ἑτέρας ἀληθοῦς
ἀληθὲς εἶναι τὸ συμπέρασμα, καὶ ἐπί τι ψευδοῦς οὔσης τῆς
- 20
- πρώτης τῆς δ᾽ ἑτέρας ἀληθοῦς, καὶ τῆς μὲν ἀληθοῦς τῆς
δ᾽ ἐν μέρει ψευδοῦς, καὶ ἀμφοτέρων ψευδῶν. οὐδὲν γὰρ κω-
λύει τὸ Α τῶι μὲν Β μηδενὶ ὑπάρχειν τῶι δὲ Γ τινί, καὶ
τὸ Β τῶι Γ τινί, οἷον ζῶιον οὐδεμιᾶι χιόνι λευκῶι δὲ τινὶ
ὑπάρχει, καὶ ἡ χιὼν λευκῶι τινί. εἰ οὖν μέσον τεθείη ἡ χιών,
- 25
- πρῶτον δὲ τὸ ζῶιον, καὶ ληφθείη τὸ μὲν Α ὅλωι τῶι Β ὑπάρ-
χειν, τὸ δὲ Β τινὶ τῶι Γ, ἡ μὲν Α Β ὅλη ψευδής, ἡ δὲ
Β Γ ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθές. ὁμοίως δὲ καὶ
στερητικῆς οὔσης τῆς Α Β προτάσεως· ἐγχωρεῖ γὰρ τὸ Α τῶι
μὲν Β ὅλωι ὑπάρχειν τῶι δὲ Γ τινὶ μὴ ὑπάρχειν, τὸ μέν-
- 30
- τοι Β τινὶ τῶι Γ ὑπάρχειν, οἷον τὸ ζῶιον ἀνθρώπωι μὲν παντὶ
ὑπάρχει, λευκῶι δὲ τινὶ οὐχ ἕπεται, ὁ δ᾽ ἄνθρωπος τινὶ
λευκῶι ὑπάρχει, ὥστ᾽ εἰ μέσου τεθέντος τοῦ ἀνθρώπου ληφθείη
τὸ Α μηδενὶ τῶι Β ὑπάρχειν, τὸ δὲ Β τινὶ τῶι Γ ὑπάρχειν,
ἀληθὲς ἔσται τὸ συμπέρασμα ψευδοῦς οὔσης ὅλης τῆς Α Β
- 35
- προτάσεως. καὶ εἰ ἐπί τι ψευδὴς ἡ Α Β πρότασις, ἔσται τὸ
συμπέρασμα ἀληθές. οὐδὲν γὰρ κωλύει τὸ Α καὶ τῶι Β καὶ
τῶι Γ τινὶ ὑπάρχειν, καὶ τὸ Β τῶι Γ τινὶ ὑπάρχειν, οἷον τὸ
ζῶιον τινὶ καλῶι καὶ τινὶ μεγάλωι, καὶ τὸ καλὸν τινὶ μεγάλωι
ὑπάρχειν. ἐὰν οὖν ληφθῆι τὸ Α παντὶ τῶι Β καὶ τὸ Β τινὶ τῶι Γ,
- 55a
- ἡ μὲν Α Β πρότασις ἐπί τι ψευδὴς ἔσται, ἡ δὲ Β Γ ἀλη-
θής, καὶ τὸ συμπέρασμα ἀληθές. ὁμοίως δὲ καὶ στερητικῆς
οὔσης τῆς Α Β προτάσεως· οἱ γὰρ αὐτοὶ ὅροι ἔσονται καὶ
ὡσαύτως κείμενοι πρὸς τὴν ἀπόδειξιν. Πάλιν εἰ ἡ μὲν Α Β
- 5
- ἀληθὴς ἡ δὲ Β Γ ψευδής, ἀληθὲς ἔσται τὸ συμπέρασμα.
οὐδὲν γὰρ κωλύει τὸ Α τῶι μὲν Β ὅλωι ὑπάρχειν τῶι δὲ Γ
τινί, καὶ τὸ Β τῶι Γ μηδενὶ ὑπάρχειν, οἷον ζῶιον κύκνωι
μὲν παντὶ μέλανι δὲ τινί, κύκνος δὲ οὐδενὶ μέλανι. ὥστ᾽ εἰ
ληφθείη παντὶ τῶι Β τὸ Α καὶ τὸ Β τινὶ τῶι Γ, ἀληθὲς
- 10
- ἔσται τὸ συμπέρασμα ψευδοῦς ὄντος τοῦ Β Γ. ὁμοίως δὲ καὶ
στερητικῆς λαμβανομένης τῆς Α Β προτάσεως. ἐγχωρεῖ γὰρ
τὸ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ τινὶ μὴ ὑπάρχειν, τὸ
μέντοι Β μηδενὶ τῶι Γ, οἷον τὸ γένος τῶι ἐξ ἄλλου γένους
εἴδει καὶ τῶι συμβεβηκότι τοῖς αὑτοῦ εἴδεσι· τὸ γὰρ ζῶιον
- 15
- ἀριθμῶι μὲν οὐδενὶ ὑπάρχει λευκῶι δὲ τινί, ὁ δ᾽ ἀριθμὸς
οὐδενὶ λευκῶι· ἐὰν οὖν μέσον τεθῆι ὁ ἀριθμός, καὶ ληφθῆι τὸ
μὲν Α μηδενὶ τῶι Β, τὸ δὲ Β τινὶ τῶι Γ, τὸ Α τινὶ τῶι Γ
οὐχ ὑπάρξει, ὅπερ ἦν ἀληθές· καὶ ἡ μὲν Α Β πρότασις
ἀληθής, ἡ δὲ Β Γ ψευδής. καὶ εἰ ἐπί τι ψευδὴς ἡ Α Β,
- 20
- ψευδὴς δὲ καὶ ἡ Β Γ, ἔσται τὸ συμπέρασμα ἀληθές. οὐδὲν
γὰρ κωλύει τὸ Α τῶι Β τινὶ καὶ τῶι Γ τινὶ ὑπάρχειν ἑκα-
τέρωι, τὸ δὲ Β μηδενὶ τῶι Γ, οἷον εἰ ἐναντίον τὸ Β τῶι Γ,
ἄμφω δὲ συμβεβηκότα τῶι αὐτῶι γένει· τὸ γὰρ ζῶιον τινὶ
λευκῶι καὶ τινὶ μέλανι ὑπάρχει, λευκὸν δ᾽ οὐδενὶ μέλανι.
- 25
- ἐὰν οὖν ληφθῆι τὸ Α παντὶ τῶι Β καὶ τὸ Β τινὶ τῶι Γ,
ἀληθὲς ἔσται τὸ συμπέρασμα. καὶ στερητικῆς δὲ λαμβανο-
μένης τῆς Α Β ὡσαύτως· οἱ γὰρ αὐτοὶ ὅροι καὶ ὡσαύτως
τεθήσονται πρὸς τὴν ἀπόδειξιν. καὶ ἀμφοτέρων δὲ ψευδῶν
οὐσῶν ἔσται τὸ συμπέρασμα ἀληθές· ἐγχωρεῖ γὰρ τὸ Α τῶι
- 30
- μὲν Β μηδενὶ τῶι δὲ Γ τινὶ ὑπάρχειν, τὸ μέντοι Β μηδενὶ
τῶι Γ, οἷον τὸ γένος τῶι ἐξ ἄλλου γένους εἴδει καὶ τῶι συμ-
βεβηκότι τοῖς εἴδεσι τοῖς αὑτοῦ· ζῶιον γὰρ ἀριθμῶι μὲν
οὐδενὶ λευκῶι δὲ τινὶ ὑπάρχει, καὶ ὁ ἀριθμὸς οὐδενὶ λευκῶι.
ἐὰν οὖν ληφθῆι τὸ Α παντὶ τῶι Β καὶ τὸ Β τινὶ τῶι Γ, τὸ
- 35
- μὲν συμπέρασμα ἀληθές, αἱ δὲ προτάσεις ἄμφω ψευδεῖς.
ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς Α Β. οὐδὲν γὰρ κωλύει
τὸ Α τῶι μὲν Β ὅλωι ὑπάρχειν τῶι δὲ Γ τινὶ μὴ ὑπάρ-
χειν, μηδὲ τὸ Β μηδενὶ τῶι Γ, οἷον ζῶιον κύκνωι μὲν παντὶ
μέλανι δὲ τινὶ οὐχ ὑπάρχει, κύκνος δ᾽ οὐδενὶ μέλανι. ὥστ᾽ εἰ
ληφθείη τὸ Α μηδενὶ τῶι Β, τὸ δὲ Β τινὶ τῶι Γ, τὸ Α τινὶ
- 55b
- τῶι Γ οὐχ ὑπάρξει. τὸ μὲν οὖν συμπέρασμα ἀληθές, αἱ δὲ
προτάσεις ψευδεῖς.
3
Ἐν δὲ τῶι μέσωι σχήματι πάντως ἐγχωρεῖ διὰ ψευ-
δῶν ἀληθὲς συλλογίσασθαι, καὶ ἀμφοτέρων τῶν προτάσεων
- 5
- ὅλων ψευδῶν λαμβανομένων καὶ ἐπί τι ἑκατέρας, καὶ τῆς
μὲν ἀληθοῦς τῆς δὲ ψευδοῦς οὔσης [ὅλησ] ὁποτερασοῦν ψευδοῦς τι-
θεμένης, [καὶ εἰ ἀμφότεραι ἐπί τι ψευδεῖς, καὶ εἰ ἡ μὲν ἁπλῶς
ἀληθὴς ἡ δ᾽ ἐπί τι ψευδής, καὶ εἰ ἡ μὲν ὅλη ψευδὴς ἡ
δ᾽ ἐπί τι ἀληθής,] καὶ ἐν τοῖς καθόλου καὶ ἐπὶ τῶν ἐν μέρει
- 10
- συλλογισμῶν. εἰ γὰρ τὸ Α τῶι μὲν Β μηδενὶ ὑπάρχει τῶι
δὲ Γ παντί, οἷον ζῶιον λίθωι μὲν οὐδενὶ ἵππωι δὲ παντί, ἐὰν
ἐναντίως τεθῶσιν αἱ προτάσεις καὶ ληφθῆι τὸ Α τῶι μὲν Β
παντὶ τῶι δὲ Γ μηδενί, ἐκ ψευδῶν ὅλων τῶν προτάσεων
ἀληθὲς ἔσται τὸ συμπέρασμα. ὁμοίως δὲ καὶ εἰ τῶι μὲν Β
- 15
- παντὶ τῶι δὲ Γ μηδενὶ ὑπάρχει τὸ Α· ὁ γὰρ αὐτὸς ἔσται
συλλογισμός. Πάλιν εἰ ἡ μὲν ἑτέρα ὅλη ψευδὴς ἡ δ᾽ ἑτέρα
ὅλη ἀληθής· οὐδὲν γὰρ κωλύει τὸ Α καὶ τῶι Β καὶ τῶι Γ
παντὶ ὑπάρχειν, τὸ μέντοι Β μηδενὶ τῶι Γ, οἷον τὸ γένος
τοῖς μὴ ὑπ᾽ ἄλληλα εἴδεσιν. τὸ γὰρ ζῶιον καὶ ἵππωι παντὶ
- 20
- καὶ ἀνθρώπωι, καὶ οὐδεὶς ἄνθρωπος ἵππος. ἐὰν οὖν ληφθῆι
τῶι μὲν παντὶ τῶι δὲ μηδενὶ ὑπάρχειν, ἡ μὲν ὅλη ψευ-
δὴς ἔσται ἡ δ᾽ ὅλη ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθὲς
πρὸς ὁποτερωιοῦν τεθέντος τοῦ στερητικοῦ. καὶ εἰ ἡ ἑτέρα ἐπί τι
ψευδής, ἡ δ᾽ ἑτέρα ὅλη ἀληθής. ἐγχωρεῖ γὰρ τὸ Α τῶι
- 25
- μὲν Β τινὶ ὑπάρχειν τῶι δὲ Γ παντί, τὸ μέντοι Β μηδενὶ
τῶι Γ, οἷον ζῶιον λευκῶι μὲν τινὶ κόρακι δὲ παντί, καὶ τὸ
λευκὸν οὐδενὶ κόρακι. ἐὰν οὖν ληφθῆι τὸ Α τῶι μὲν Β μηδενὶ
τῶι δὲ Γ ὅλωι ὑπάρχειν, ἡ μὲν Α Β πρότασις ἐπί τι ψευ-
δής, ἡ δ᾽ Α Γ ὅλη ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθές.
- 30
- καὶ μετατιθεμένου δὲ τοῦ στερητικοῦ ὡσαύτως· διὰ γὰρ τῶν
αὐτῶν ὅρων ἡ ἀπόδειξις. καὶ εἰ ἡ καταφατικὴ πρότασις ἐπί
τι ψευδής, ἡ δὲ στερητικὴ ὅλη ἀληθής. οὐδὲν γὰρ κωλύει τὸ
Α τῶι μὲν Β τινὶ ὑπάρχειν τῶι δὲ Γ ὅλωι μὴ ὑπάρχειν,
καὶ τὸ Β μηδενὶ τῶι Γ, οἷον τὸ ζῶιον λευκῶι μὲν τινὶ πίττηι
- 35
- δ᾽ οὐδεμιᾶι, καὶ τὸ λευκὸν οὐδεμιᾶι πίττηι. ὥστ᾽ ἐὰν ληφθῆι τὸ
Α ὅλωι τῶι Β ὑπάρχειν τῶι δὲ Γ μηδενί, ἡ μὲν Α Β ἐπί τι
ψευδής, ἡ δ᾽ Α Γ ὅλη ἀληθής, καὶ τὸ συμπέρασμα ἀλη-
θές. καὶ εἰ ἀμφότεραι αἱ προτάσεις ἐπί τι ψευδεῖς, ἔσται
τὸ συμπέρασμα ἀληθές. ἐγχωρεῖ γὰρ τὸ Α καὶ τῶι Β καὶ
τῶι Γ τινὶ ὑπάρχειν, τὸ δὲ Β μηδενὶ τῶι Γ, οἷον ζῶιον καὶ
- 56a
- λευκῶι τινὶ καὶ μέλανί τινι, τὸ δὲ λευκὸν οὐδενὶ μέλανι. ἐὰν οὖν
ληφθῆι τὸ Α τῶι μὲν Β παντὶ τῶι δὲ Γ μηδενί, ἄμφω μὲν αἱ
προτάσεις ἐπί τι ψευδεῖς, τὸ δὲ συμπέρασμα ἀληθές. ὁμοίως
δὲ καὶ μετατεθείσης τῆς στερητικῆς διὰ τῶν αὐτῶν ὅρων.
- 5
- Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· οὐδὲν
γὰρ κωλύει τὸ Α τῶι μὲν Β παντὶ τῶι δὲ Γ τινὶ ὑπάρχειν,
καὶ τὸ Β τῶι Γ τινὶ μὴ ὑπάρχειν, οἷον ζῶιον παντὶ ἀνθρώ-
πωι λευκῶι δὲ τινί, ἄνθρωπος δὲ τινὶ λευκῶι οὐχ ὑπάρξει.
ἐὰν οὖν τεθῆι τὸ Α τῶι μὲν Β μηδενὶ ὑπάρχειν τῶι δὲ Γ τινὶ
- 10
- ὑπάρχειν, ἡ μὲν καθόλου πρότασις ὅλη ψευδής, ἡ δ᾽ ἐν μέ-
ρει ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθές. ὡσαύτως δὲ καὶ
καταφατικῆς λαμβανομένης τῆς Α Β· ἐγχωρεῖ γὰρ τὸ Α
τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ τινὶ μὴ ὑπάρχειν, καὶ τὸ Β τῶι
Γ τινὶ μὴ ὑπάρχειν, οἷον τὸ ζῶιον οὐδενὶ ἀψύχωι, λευκῶι
- 15
- δὲ τινί οὐχ ὑπάρχει, καὶ τὸ ἄψυχον οὐχ ὑπάρξει τινὶ λευκῶι.
ἐὰν οὖν τεθῆι τὸ Α τῶι μὲν Β παντὶ τῶι δὲ Γ τινὶ μὴ ὑπάρ-
χειν, ἡ μὲν Α Β πρότασις, ἡ καθόλου, ὅλη ψευδής, ἡ δὲ
Α Γ ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθές. καὶ τῆς μὲν κα-
θόλου ἀληθοῦς τεθείσης, τῆς δ᾽ ἐν μέρει ψευδοῦς. οὐδὲν γὰρ
- 20
- κωλύει τὸ Α μήτε τῶι Β μήτε τῶι Γ μηδενὶ ἕπεσθαι, τὸ μέν-
τοι Β τινὶ τῶι Γ μὴ ὑπάρχειν, οἷον ζῶιον οὐδενὶ ἀριθμῶι οὐδ᾽
ἀψύχωι, καὶ ὁ ἀριθμὸς τινὶ ἀψύχωι οὐχ ἕπεται. ἐὰν οὖν τεθῆι
τὸ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ τινί, τὸ μὲν συμπέρασμα
ἔσται ἀληθὲς καὶ ἡ καθόλου πρότασις, ἡ δ᾽ ἐν μέρει
- 25
- ψευδής. καὶ καταφατικῆς δὲ τῆς καθόλου τιθεμένης ὡσαύ-
τως. ἐγχωρεῖ γὰρ τὸ Α καὶ τῶι Β καὶ τῶι Γ ὅλωι ὑπάρχειν,
τὸ μέντοι Β τινὶ τῶι Γ μὴ ἕπεσθαι, οἷον τὸ γένος τῶι εἴδει
καὶ τῆι διαφορᾶι· τὸ γὰρ ζῶιον παντὶ ἀνθρώπωι καὶ ὅλωι πεζῶι
ἕπεται, ἄνθρωπος δ᾽ οὐ παντὶ πεζῶι. ὥστ᾽ ἂν ληφθῆι τὸ Α τῶι
- 30
- μὲν Β ὅλωι ὑπάρχειν, τῶι δὲ Γ τινὶ μὴ ὑπάρχειν, ἡ μὲν κα-
θόλου πρότασις ἀληθής, ἡ δ᾽ ἐν μέρει ψευδής, τὸ δὲ συμ-
πέρασμα ἀληθές. Φανερὸν δὲ καὶ ὅτι ἐξ ἀμφοτέρων ψευδῶν
ἔσται τὸ συμπέρασμα ἀληθές, εἴπερ ἐνδέχεται τὸ Α καὶ
τῶι Β καὶ τῶι Γ ὅλωι ὑπάρχειν, τὸ μέντοι Β τινὶ τῶι Γ μὴ
- 35
- ἕπεσθαι. ληφθέντος γὰρ τοῦ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ τινὶ
ὑπάρχειν, αἱ μὲν προτάσεις ἀμφότεραι ψευδεῖς, τὸ δὲ
συμπέρασμα ἀληθές. ὁμοίως δὲ καὶ κατηγορικῆς οὔσης τῆς
καθόλου προτάσεως, τῆς δ᾽ ἐν μέρει στερητικῆς. ἐγχωρεῖ γὰρ
τὸ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ παντὶ ἕπεσθαι, καὶ τὸ Β
- 40
- τινὶ τῶι Γ μὴ ὑπάρχειν, οἷον ζῶιον ἐπιστήμηι μὲν οὐδεμιᾶι ἀν-
θρώπωι δὲ παντὶ ἕπεται, ἡ δ᾽ ἐπιστήμη οὐ παντὶ ἀνθρώπωι.
- 56b
- ἐὰν οὖν ληφθῆι τὸ Α τῶι μὲν Β ὅλωι ὑπάρχειν, τῶι δὲ Γ τινὶ
μὴ ἕπεσθαι, αἱ μὲν προτάσεις ψευδεῖς, τὸ δὲ συμπέρασμα
ἀληθές.
4
Ἔσται δὲ καὶ ἐν τῶι ἐσχάτωι σχήματι διὰ ψευδῶν
- 5
- ἀληθές, καὶ ἀμφοτέρων ψευδῶν οὐσῶν ὅλων καὶ ἐπί τι ἑκα-
τέρας, καὶ τῆς μὲν ἑτέρας ἀληθοῦς ὅλης τῆς δ᾽ ἑτέρας ψευδοῦς,
καὶ τῆς μὲν ἐπί τι ψευδοῦς τῆς δ᾽ ὅλης ἀληθοῦς, καὶ ἀνά-
παλιν, καὶ ὁσαχῶς ἄλλως ἐγχωρεῖ μεταλαβεῖν τὰς προ-
τάσεις. οὐδὲν γὰρ κωλύει μήτε τὸ Α μήτε τὸ Β μηδενὶ τῶι
- 10
- Γ ὑπάρχειν, τὸ μέντοι Α τινὶ τῶι Β ὑπάρχειν, οἷον οὔτ᾽ ἄν-
θρωπος οὔτε πεζὸν οὐδενὶ ἀψύχωι ἕπεται, ἄνθρωπος μέντοι τινὶ
πεζῶι ὑπάρχει. ἐὰν οὖν ληφθῆι τὸ Α καὶ τὸ Β παντὶ τῶι Γ
ὑπάρχειν, αἱ μὲν προτάσεις ὅλαι ψευδεῖς, τὸ δὲ συμπέρασμα
ἀληθές. ὡσαύτως δὲ καὶ τῆς μὲν στερητικῆς τῆς δὲ κα-
- 15
- ταφατικῆς οὔσης. ἐγχωρεῖ γὰρ τὸ μὲν Β μηδενὶ τῶι Γ ὑπάρ-
χειν, τὸ δὲ Α παντί, καὶ τὸ Α τινὶ τῶι Β μὴ ὑπάρχειν,
οἷον τὸ μέλαν οὐδενὶ κύκνωι, ζῶιον δὲ παντί, καὶ τὸ ζῶιον οὐ
παντὶ μέλανι. ὥστ᾽ ἂν ληφθῆι τὸ μὲν Β παντὶ τῶι Γ, τὸ δὲ
Α μηδενί, τὸ Α τινὶ τῶι Β οὐχ ὑπάρξει· καὶ τὸ μὲν συμ-
- 20
- πέρασμα ἀληθές, αἱ δὲ προτάσεις ψευδεῖς. καὶ εἰ ἐπί τι
ἑκατέρα ψευδής, ἔσται τὸ συμπέρασμα ἀληθές. οὐδὲν γὰρ
κωλύει καὶ τὸ Α καὶ τὸ Β τινὶ τῶι Γ ὑπάρχειν, καὶ τὸ
Α τινὶ τῶι Β, οἷον τὸ λευκὸν καὶ τὸ καλὸν τινὶ ζώιωι ὑπάρ-
χει, καὶ τὸ λευκὸν τινὶ καλῶι. ἐὰν οὖν τεθῆι τὸ Α καὶ τὸ
- 25
- Β παντὶ τῶι Γ ὑπάρχειν, αἱ μὲν προτάσεις ἐπί τι ψευδεῖς,
τὸ δὲ συμπέρασμα ἀληθές. καὶ στερητικῆς δὲ τῆς Α Γ τι-
θεμένης ὁμοίως. οὐδὲν γὰρ κωλύει τὸ μὲν Α τινὶ τῶι Γ μὴ
ὑπάρχειν, τὸ δὲ Β τινὶ ὑπάρχειν, καὶ τὸ Α τῶι Β μὴ παντὶ
ὑπάρχειν, οἷον τὸ λευκὸν τινὶ ζώιωι οὐχ ὑπάρχει, τὸ δὲ κα-
- 30
- λὸν τινὶ ὑπάρχει, καὶ τὸ λευκὸν οὐ παντὶ καλῶι. ὥστ᾽ ἂν
ληφθῆι τὸ μὲν Α μηδενὶ τῶι Γ, τὸ δὲ Β παντί, ἀμφότεραι
μὲν αἱ προτάσεις ἐπί τι ψευδεῖς, τὸ δὲ συμπέρασμα ἀλη-
θές. Ὡσαύτως δὲ καὶ τῆς μὲν ὅλης ψευδοῦς τῆς δ᾽ ὅλης
ἀληθοῦς λαμβανομένης. ἐγχωρεῖ γὰρ καὶ τὸ Α καὶ τὸ Β
- 35
- παντὶ τῶι Γ ἕπεσθαι, τὸ μέντοι Α τινὶ τῶι Β μὴ ὑπάρχειν,
οἷον ζῶιον καὶ λευκὸν παντὶ κύκνωι ἕπεται, τὸ μέντοι ζῶιον
οὐ παντὶ ὑπάρχει λευκῶι. τεθέντων οὖν ὅρων τοιούτων, ἐὰν ληφθῆι
τὸ μὲν Β ὅλωι τῶι Γ ὑπάρχειν, τὸ δὲ Α ὅλωι μὴ ὑπάρχειν,
ἡ μὲν Β Γ ὅλη ἔσται ἀληθής, ἡ δὲ Α Γ ὅλη ψευδής, καὶ
- 40
- τὸ συμπέρασμα ἀληθές. ὁμοίως δὲ καὶ εἰ τὸ μὲν Β Γ ψεῦ-
δος, τὸ δὲ Α Γ ἀληθές· οἱ γὰρ αὐτοὶ ὅροι πρὸς τὴν ἀπό-
- 57a
- δειξιν [μέλαν – κύκνος – ἄψυχον]. ἀλλὰ καὶ εἰ ἀμφότεραι
λαμβάνοιντο καταφατικαί. οὐδὲν γὰρ κωλύει τὸ μὲν Β
παντὶ τῶι Γ ἕπεσθαι, τὸ δὲ Α ὅλωι μὴ ὑπάρχειν, καὶ τὸ
Α τινὶ τῶι Β ὑπάρχειν, οἷον κύκνωι παντὶ ζῶιον, μέλαν
- 5
- δ᾽ οὐδενὶ κύκνωι, καὶ τὸ μέλαν ὑπάρχει τινὶ ζώιωι. ὥστ᾽ ἂν
ληφθῆι τὸ Α καὶ τὸ Β παντὶ τῶι Γ ὑπάρχειν, ἡ μὲν Β Γ
ὅλη ἀληθής, ἡ δὲ Α Γ ὅλη ψευδής, καὶ τὸ συμπέρασμα
ἀληθές. ὁμοίως δὲ καὶ τῆς Α Γ ληφθείσης ἀληθοῦς· διὰ
γὰρ τῶν αὐτῶν ὅρων ἡ ἀπόδειξις. Πάλιν τῆς μὲν ὅλης ἀλη-
- 10
- θοῦς οὔσης, τῆς δ᾽ ἐπί τι ψευδοῦς. ἐγχωρεῖ γὰρ τὸ μὲν Β
παντὶ τῶι Γ ὑπάρχειν, τὸ δὲ Α τινί, καὶ τὸ Α τινὶ τῶι Β,
οἷον δίπουν μὲν παντὶ ἀνθρώπωι, καλὸν δ᾽ οὐ παντί, καὶ τὸ
καλὸν τινὶ δίποδι ὑπάρχει. ἐὰν οὖν ληφθῆι καὶ τὸ Α καὶ
τὸ Β ὅλωι τῶι Γ ὑπάρχειν, ἡ μὲν Β Γ ὅλη ἀληθής, ἡ δὲ
- 15
- Α Γ ἐπί τι ψευδής, τὸ δὲ συμπέρασμα ἀληθές. ὁμοίως δὲ
καὶ τῆς μὲν Α Γ ἀληθοῦς τῆς δὲ Β Γ ἐπί τι ψευδοῦς λαμ-
βανομένης· μετατεθέντων γὰρ τῶν αὐτῶν ὅρων ἔσται ἡ ἀπό-
δειξις. καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς οὔσης.
ἐπεὶ γὰρ ἐγχωρεῖ τὸ μὲν Β ὅλωι τῶι Γ ὑπάρχειν, τὸ δὲ Α
- 20
- τινί, καὶ ὅταν οὕτως ἔχωσιν, οὐ παντὶ τῶι Β τὸ Α, ἐὰν οὖν λη-
φθῆι τὸ μὲν Β ὅλωι τῶι Γ ὑπάρχειν, τὸ δὲ Α μηδενί, ἡ
μὲν στερητικὴ ἐπί τι ψευδής, ἡ δ᾽ ἑτέρα ὅλη ἀληθὴς καὶ τὸ
συμπέρασμα. πάλιν ἐπεὶ δέδεικται ὅτι τοῦ μὲν Α μηδενὶ
ὑπάρχοντος τῶι Γ, τοῦ δὲ Β τινί, ἐγχωρεῖ τὸ Α τινὶ τῶι Β
- 25
- μὴ ὑπάρχειν, φανερὸν ὅτι καὶ τῆς μὲν Α Γ ὅλης ἀληθοῦς
οὔσης, τῆς δὲ Β Γ ἐπί τι ψευδοῦς, ἐγχωρεῖ τὸ συμπέρασμα
εἶναι ἀληθές. ἐὰν γὰρ ληφθῆι τὸ μὲν Α μηδενὶ τῶι Γ, τὸ δὲ
Β παντί, ἡ μὲν Α Γ ὅλη ἀληθής, ἡ δὲ Β Γ ἐπί τι ψευδής.
Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν ὅτι πάν-
- 30
- τως ἔσται διὰ ψευδῶν ἀληθές. οἱ γὰρ αὐτοὶ ὅροι ληπτέοι
καὶ ὅταν καθόλου ὦσιν αἱ προτάσεις, οἱ μὲν ἐν τοῖς κατη-
γορικοῖς κατηγορικοί, οἱ δ᾽ ἐν τοῖς στερητικοῖς στερητικοί.
οὐδὲν γὰρ διαφέρει μηδενὶ ὑπάρχοντος παντὶ λαβεῖν ὑπάρ-
χειν, καὶ τινὶ ὑπάρχοντος καθόλου λαβεῖν ὑπάρχειν, πρὸς
- 35
- τὴν τῶν ὅρων ἔκθεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν στερητικῶν.
Φανερὸν οὖν ὅτι ἂν μὲν ἦι τὸ συμπέρασμα ψεῦδος,
ἀνάγκη, ἐξ ὧν ὁ λόγος, ψευδῆ εἶναι ἢ πάντα ἢ ἔνια, ὅταν
δ᾽ ἀληθές, οὐκ ἀνάγκη ἀληθὲς εἶναι οὔτε τὶ οὔτε πάντα, ἀλλ᾽
ἔστι μηδενὸς ὄντος ἀληθοῦς τῶν ἐν τῶι συλλογισμῶι τὸ συμ-
πέρασμα ὁμοίως εἶναι ἀληθές· οὐ μὴν ἐξ ἀνάγκης. αἴτιον δ᾽
- 57b
- ὅτι ὅταν δύο ἔχηι οὕτω πρὸς ἄλληλα ὥστε θατέρου ὄντος ἐξ
ἀνάγκης εἶναι θάτερον, τούτου μὴ ὄντος μὲν οὐδὲ θάτερον ἔσται,
ὄντος δ᾽ οὐκ ἀνάγκη εἶναι θάτερον· τοῦ δ᾽ αὐτοῦ ὄντος καὶ μὴ
ὄντος ἀδύνατον ἐξ ἀνάγκης εἶναι τὸ αὐτό· λέγω δ᾽ οἷον τοῦ
- 5
- Α ὄντος λευκοῦ τὸ Β εἶναι μέγα ἐξ ἀνάγκης, καὶ μὴ ὄντος
λευκοῦ τοῦ Α τὸ Β εἶναι μέγα ἐξ ἀνάγκης. ὅταν γὰρ τουδὶ ὄν-
τος λευκοῦ, τοῦ Α, τοδὶ ἀνάγκη μέγα εἶναι, τὸ Β, μεγάλου
δὲ τοῦ Β ὄντος τὸ Γ μὴ λευκόν, ἀνάγκη, εἰ τὸ Α λευκόν,
τὸ Γ μὴ εἶναι λευκόν. καὶ ὅταν δύο ὄντων θατέρου ὄντος
- 10
- ἀνάγκη θάτερον εἶναι, τούτου μὴ ὄντος ἀνάγκη τὸ πρῶτον μὴ
εἶναι. τοῦ δὴ Β μὴ ὄντος μεγάλου τὸ Α οὐχ οἷόν τε λευκὸν
εἶναι. τοῦ δὲ Α μὴ ὄντος λευκοῦ εἰ ἀνάγκη τὸ Β μέγα εἶναι,
συμβαίνει ἐξ ἀνάγκης τοῦ Β μεγάλου μὴ ὄντος αὐτὸ τὸ Β
εἶναι μέγα· τοῦτο δ᾽ ἀδύνατον. εἰ γὰρ τὸ Β μὴ ἔστι μέγα,
- 15
- τὸ Α οὐκ ἔσται λευκὸν ἐξ ἀνάγκης. εἰ οὖν μὴ ὄντος τούτου λευ-
κοῦ τὸ Β ἔσται μέγα, συμβαίνει, εἰ τὸ Β μὴ ἔστι μέγα,
εἶναι μέγα, ὡς διὰ τριῶν.
5
Τὸ δὲ κύκλωι καὶ ἐξ ἀλλήλων δείκνυσθαί ἐστι τὸ διὰ
τοῦ συμπεράσματος καὶ τοῦ ἀνάπαλιν τῆι κατηγορίαι τὴν
- 20
- ἑτέραν λαβόντα πρότασιν συμπεράνασθαι τὴν λοιπήν, ἣν
ἐλάμβανεν ἐν θατέρωι συλλογισμῶι. οἷον εἰ ἔδει δεῖξαι ὅτι
τὸ Α τῶι Γ παντὶ ὑπάρχει, ἔδειξε δὲ διὰ τοῦ Β, πάλιν εἰ
δεικνύοι ὅτι τὸ Α τῶι Β ὑπάρχει, λαβὼν τὸ μὲν Α τῶι Γ
ὑπάρχειν τὸ δὲ Γ τῶι Β [καὶ τὸ Α τῶι Β]· πρότερον δ᾽ ἀνά-
- 25
- παλιν ἔλαβε τὸ Β τῶι Γ ὑπάρχον. ἢ εἰ [ὅτι] τὸ Β τῶι Γ δεῖ
δεῖξαι ὑπάρχον, εἰ λάβοι τὸ Α κατὰ τοῦ Γ, ὁ ἦν συμπέ-
ρασμα, τὸ δὲ Β κατὰ τοῦ Α ὑπάρχειν· πρότερον δ᾽ ἐλή-
φθη ἀνάπαλιν τὸ Α κατὰ τοῦ Β. ἄλλως δ᾽ οὐκ ἔστιν ἐξ ἀλ-
λήλων δεῖξαι. εἴτε γὰρ ἄλλο μέσον λήψεται, οὐ κύκλωι·
- 30
- οὐδὲν γὰρ λαμβάνεται τῶν αὐτῶν· εἴτε τούτων τι, ἀνάγκη
θάτερον μόνον· εἰ γὰρ ἄμφω, ταὐτὸν ἔσται συμπέρασμα,
δεῖ δ᾽ ἕτερον. Ἐν μὲν οὖν τοῖς μὴ ἀντιστρέφουσιν ἐξ ἀναπο-
δείκτου τῆς ἑτέρας προτάσεως γίνεται ὁ συλλογισμός· οὐ γὰρ
ἔστιν ἀποδεῖξαι διὰ τούτων τῶν ὅρων ὅτι τῶι μέσωι τὸ τρίτον
- 35
- ὑπάρχει ἢ τῶι πρώτωι τὸ μέσον. ἐν δὲ τοῖς ἀντιστρέφουσιν
ἔστι πάντα δεικνύναι δι᾽ ἀλλήλων, οἷον εἰ τὸ Α καὶ τὸ Β
καὶ τὸ Γ ἀντιστρέφουσιν ἀλλήλοις. δεδείχθω γὰρ τὸ Α Γ
διὰ μέσου τοῦ Β, καὶ πάλιν τὸ Α Β διά τε τοῦ συμπερά-
σματος καὶ διὰ τῆς Β Γ προτάσεως ἀντιστραφείσης, ὡσαύ-
τως δὲ καὶ τὸ Β Γ διά τε τοῦ συμπεράσματος καὶ τῆς Α Β
- 58a
- προτάσεως ἀντεστραμμένης. δεῖ δὲ τήν τε Γ Β καὶ τὴν Β Α
πρότασιν ἀποδεῖξαι· ταύταις γὰρ ἀναποδείκτοις κεχρήμεθα
μόναις. ἐὰν οὖν ληφθῆι τὸ Β παντὶ τῶι Γ ὑπάρχειν καὶ τὸ Γ
παντὶ τῶι Α, συλλογισμὸς ἔσται τοῦ Β πρὸς τὸ Α. πάλιν
- 5
- ἐὰν ληφθῆι τὸ μὲν Γ παντὶ τῶι Α, τὸ δὲ Α παντὶ τῶι Β,
παντὶ τῶι Β τὸ Γ ἀνάγκη ὑπάρχειν. ἐν ἀμφοτέροις δὴ τού-
τοις τοῖς συλλογισμοῖς ἡ Γ Α πρότασις εἴληπται ἀναπό-
δεικτος· αἱ γὰρ ἕτεραι δεδειγμέναι ἦσαν. ὥστ᾽ ἂν ταύτην
ἀποδείξωμεν, ἅπασαι ἔσονται δεδειγμέναι δι᾽ ἀλλήλων. ἐὰν
- 10
- οὖν ληφθῆι τὸ Γ παντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Α ὑπάρ-
χειν, ἀμφότεραί τε αἱ προτάσεις ἀποδεδειγμέναι λαμβά-
νονται, καὶ τὸ Γ τῶι Α ἀνάγκη ὑπάρχειν. φανερὸν οὖν ὅτι
ἐν μόνοις τοῖς ἀντιστρέφουσι κύκλωι καὶ δι᾽ ἀλλήλων ἐνδέχε-
ται γίνεσθαι τὰς ἀποδείξεις, ἐν δὲ τοῖς ἄλλοις ὡς πρότερον
- 15
- εἴπομεν. συμβαίνει δὲ καὶ ἐν τούτοις αὐτῶι τῶι δεικνυμένωι
χρῆσθαι πρὸς τὴν ἀπόδειξιν· τὸ μὲν γὰρ Γ κατὰ τοῦ Β καὶ
τὸ Β κατὰ τοῦ Α δείκνυται ληφθέντος τοῦ Γ κατὰ τοῦ Α λέ-
γεσθαι, τὸ δὲ Γ κατὰ τοῦ Α διὰ τούτων δείκνυται τῶν προ-
τάσεων, ὥστε τῶι συμπεράσματι χρώμεθα πρὸς τὴν ἀπό-
- 20
- δειξιν.
Ἐπὶ δὲ τῶν στερητικῶν συλλογισμῶν ὧδε δείκνυται ἐξ
ἀλλήλων. ἔστω τὸ μὲν Β παντὶ τῶι Γ ὑπάρχειν, τὸ δὲ Α οὐ-
δενὶ τῶι Β· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῶι Γ. εἰ δὴ πάλιν
δεῖ συμπεράνασθαι ὅτι τὸ Α οὐδενὶ τῶι Β, ὁ πάλαι ἔλα-
- 25
- βεν, ἔστω τὸ μὲν Α μηδενὶ τῶι Γ, τὸ δὲ Γ παντὶ τῶι Β· οὕτω
γὰρ ἀνάπαλιν ἡ πρότασις. εἰ δ᾽ ὅτι τὸ Β τῶι Γ δεῖ συμπε-
ράνασθαι, οὐκέθ᾽ ὁμοίως ἀντιστρεπτέον τὸ Α Β (ἡ γὰρ αὐτὴ
πρότασις, τὸ Β μηδενὶ τῶι Α καὶ τὸ Α μηδενὶ τῶι Β ὑπάρ-
χειν), ἀλλὰ ληπτέον, ὧι τὸ Α μηδενὶ ὑπάρχει, τὸ Β παντὶ
- 30
- ὑπάρχειν. ἔστω τὸ Α μηδενὶ τῶι Γ ὑπάρχειν, ὅπερ ἦν τὸ
συμπέρασμα· ὧι δὲ τὸ Α μηδενί, τὸ Β εἰλήφθω παντὶ
ὑπάρχειν· ἀνάγκη οὖν τὸ Β παντὶ τῶι Γ ὑπάρχειν. ὥστε
τριῶν ὄντων ἕκαστον συμπέρασμα γέγονε, καὶ τὸ κύκλωι
ἀποδεικνύναι τοῦτ᾽ ἔστι, τὸ τὸ συμπέρασμα λαμβάνοντα καὶ
- 35
- ἀνάπαλιν τὴν ἑτέραν πρότασιν τὴν λοιπὴν συλλογίζεσθαι.
Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν τὴν μὲν καθόλου πρό-
τασιν οὐκ ἔστιν ἀποδεῖξαι διὰ τῶν ἑτέρων, τὴν δὲ κατὰ μέ-
ρος ἔστιν. ὅτι μὲν οὖν οὐκ ἔστιν ἀποδεῖξαι τὴν καθόλου, φανε-
ρόν· τὸ μὲν γὰρ καθόλου δείκνυται διὰ τῶν καθόλου, τὸ δὲ
- 40
- συμπέρασμα οὐκ ἔστι καθόλου, δεῖ δ᾽ ἐκ τοῦ συμπεράσμα-
τος δεῖξαι καὶ τῆς ἑτέρας προτάσεως. ἔτι ὅλως οὐδὲ γίνεται
- 58b
- συλλογισμὸς ἀντιστραφείσης τῆς προτάσεως· ἐν μέρει γὰρ
ἀμφότεραι γίνονται αἱ προτάσεις. τὴν δ᾽ ἐπὶ μέρους ἔστιν. δε-
δείχθω γὰρ τὸ Α κατὰ τινὸς τοῦ Γ διὰ τοῦ Β. ἐὰν οὖν λη-
φθῆι τὸ Β παντὶ τῶι Α καὶ τὸ συμπέρασμα μένηι, τὸ Β τινὶ
- 5
- τῶι Γ ὑπάρξει· γίνεται γὰρ τὸ πρῶτον σχῆμα, καὶ τὸ Α
μέσον. εἰ δὲ στερητικὸς ὁ συλλογισμός, τὴν μὲν καθόλου πρό-
τασιν οὐκ ἔστι δεῖξαι, δι᾽ ὁ καὶ πρότερον ἐλέχθη· τὴν δ᾽ ἐν μέ-
ρει ἔστιν, ἐὰν ὁμοίως ἀντιστραφῆι τὸ Α Β ὥσπερ κἀπὶ τῶν κα-
θόλου, [οὐκ ἔστι, διὰ προσλήψεως δ᾽ ἔστιν,] οἷον ὧι τὸ Α τινὶ
- 10
- μὴ ὑπάρχει, τὸ Β τινὶ ὑπάρχειν· ἄλλως γὰρ οὐ γίνεται
συλλογισμὸς διὰ τὸ ἀποφατικὴν εἶναι τὴν ἐν μέρει πρό-
τασιν.
6
Ἐν δὲ τῶι δευτέρωι σχήματι τὸ μὲν καταφατικὸν οὐκ
ἔστι δεῖξαι διὰ τούτου τοῦ τρόπου, τὸ δὲ στερητικὸν ἔστιν. τὸ μὲν
- 15
- οὖν κατηγορικὸν οὐ δείκνυται διὰ τὸ μὴ ἀμφοτέρας εἶναι
τὰς προτάσεις καταφατικάς· τὸ γὰρ συμπέρασμα στερητι-
κόν ἐστι, τὸ δὲ κατηγορικὸν ἐξ ἀμφοτέρων ἐδείκνυτο κατα-
φατικῶν. τὸ δὲ στερητικὸν ὧδε δείκνυται. ὑπαρχέτω τὸ Α
παντὶ τῶι Β, τῶι δὲ Γ μηδενί· συμπέρασμα τὸ Β οὐδενὶ
- 20
- τῶι Γ. ἐὰν οὖν ληφθῆι τὸ Β παντὶ τῶι Α ὑπάρχον, [τῶι δὲ Γ
μηδενί,] ἀνάγκη τὸ Α μηδενὶ τῶι Γ ὑπάρχειν· γίνεται γὰρ
τὸ δεύτερον σχῆμα· μέσον τὸ Β. εἰ δὲ τὸ Α Β στερητικὸν
ἐλήφθη, θάτερον δὲ κατηγορικόν, τὸ πρῶτον ἔσται σχῆμα.
τὸ μὲν γὰρ Γ παντὶ τῶι Α, τὸ δὲ Β οὐδενὶ τῶι Γ, ὥστ᾽ οὐ-
- 25
- δενὶ τῶι Α τὸ Β· οὐδ᾽ ἄρα τὸ Α τῶι Β. διὰ μὲν οὖν τοῦ
συμπεράσματος καὶ τῆς μιᾶς προτάσεως οὐ γίνεται συλ-
λογισμός, προσληφθείσης δ᾽ ἑτέρας ἔσται. εἰ δὲ μὴ καθό-
λου ὁ συλλογισμός, ἡ μὲν ἐν ὅλωι πρότασις οὐ δείκνυται
διὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ εἴπομεν καὶ πρότερον, ἡ δ᾽ ἐν μέ-
- 30
- ρει δείκνυται, ὅταν ἦι τὸ καθόλου κατηγορικόν· ὑπαρχέτω
γὰρ τὸ Α παντὶ τῶι Β, τῶι δὲ Γ μὴ παντί· συμπέρασμα Β Γ.
ἐὰν οὖν ληφθῆι τὸ Β παντὶ τῶι Α, τῶι δὲ Γ οὐ παντί, τὸ Α
τινὶ τῶι Γ οὐχ ὑπάρξει· μέσον Β. εἰ δ᾽ ἐστὶν ἡ καθόλου στε-
ρητική, οὐ δειχθήσεται ἡ Α Γ πρότασις ἀντιστραφέντος τοῦ Α Β·
- 35
- συμβαίνει γὰρ ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν πρότασιν γίνεσθαι
ἀποφατικήν, ὥστ᾽ οὐκ ἔσται συλλογισμός. ἀλλ᾽ ὁμοίως
δειχθήσεται ὡς καὶ ἐπὶ τῶν καθόλου, ἐὰν ληφθῆι, ὧι τὸ Β
τινὶ μὴ ὑπάρχει, τὸ Α τινὶ ὑπάρχειν.
7
Ἐπὶ δὲ τοῦ τρίτου σχήματος ὅταν μὲν ἀμφότεραι αἱ
- 40
- προτάσεις καθόλου ληφθῶσιν, οὐκ ἐνδέχεται δεῖξαι δι᾽ ἀλλή-
λων· τὸ μὲν γὰρ καθόλου δείκνυται διὰ τῶν καθόλου, τὸ
- 59a
- δ᾽ ἐν τούτωι συμπέρασμα ἀεὶ κατὰ μέρος, ὥστε φανερὸν ὅτι
ὅλως οὐκ ἐνδέχεται δεῖξαι διὰ τούτου τοῦ σχήματος τὴν
καθόλου πρότασιν. Ἐὰν δ᾽ ἡ μὲν ἦι καθόλου ἡ δ᾽ ἐν μέρει,
ποτὲ μὲν ἔσται ποτὲ δ᾽ οὐκ ἔσται. ὅταν μὲν οὖν ἀμφότεραι
- 5
- κατηγορικαὶ ληφθῶσι καὶ τὸ καθόλου γένηται πρὸς τῶι ἐλάτ-
τονι ἄκρωι, ἔσται, ὅταν δὲ πρὸς θατέρωι, οὐκ ἔσται. ὑπαρ-
χέτω γὰρ τὸ Α παντὶ τῶι Γ, τὸ δὲ Β τινί· συμπέρασμα
τὸ Α Β. ἐὰν οὖν ληφθῆι τὸ Γ παντὶ τῶι Α ὑπάρχειν, τὸ μὲν
Γ δέδεικται τινὶ τῶι Β ὑπάρχον, τὸ δὲ Β τινὶ τῶι Γ οὐ δέ-
- 10
- δεικται. καίτοι ἀνάγκη, εἰ τὸ Γ τινὶ τῶι Β, καὶ τὸ Β τινὶ
τῶι Γ ὑπάρχειν. ἀλλ᾽ οὐ ταὐτόν ἐστι τόδε τῶιδε καὶ τόδε
τῶιδε ὑπάρχειν· ἀλλὰ προσληπτέον, εἰ τόδε τινὶ τῶιδε, καὶ
θάτερον τινὶ τῶιδε. τούτου δὲ ληφθέντος οὐκέτι γίνεται ἐκ τοῦ
συμπεράσματος καὶ τῆς ἑτέρας προτάσεως ὁ συλλογισμός.
- 15
- εἰ δὲ τὸ Β παντὶ τῶι Γ, τὸ δὲ Α τινὶ τῶι Γ, ἔσται δεῖ-
ξαι τὸ Α Γ, ὅταν ληφθῆι τὸ μὲν Γ παντὶ τῶι Β ὑπάρχειν,
τὸ δὲ Α τινί. εἰ γὰρ τὸ Γ παντὶ τῶι Β, τὸ δὲ Α τινὶ τῶι Β,
ἀνάγκη τὸ Α τινὶ τῶι Γ ὑπάρχειν· μέσον τὸ Β. καὶ ὅταν ἦι
ἡ μὲν κατηγορικὴ ἡ δὲ στερητική, καθόλου δ᾽ ἡ κατηγορική,
- 20
- δειχθήσεται ἡ ἑτέρα. ὑπαρχέτω γὰρ τὸ Β παντὶ τῶι Γ, τὸ
δὲ Α τινὶ μὴ ὑπαρχέτω· συμπέρασμα ὅτι τὸ Α τινὶ τῶι Β
οὐχ ὑπάρχει. ἐὰν οὖν προσληφθῆι τὸ Γ παντὶ τῶι Β ὑπάρ-
χειν, ἀνάγκη τὸ Α τινὶ τῶι Γ μὴ ὑπάρχειν· μέσον τὸ Β.
ὅταν δ᾽ ἡ στερητικὴ καθόλου γένηται, οὐ δείκνυται ἡ ἑτέρα,
- 25
- εἰ μὴ ὥσπερ ἐπὶ τῶν πρότερον, ἐὰν ληφθῆι, ὧι τοῦτο τινὶ
μὴ ὑπάρχει, θάτερον τινὶ ὑπάρχειν, οἷον εἰ τὸ μὲν Α μη-
δενὶ τῶι Γ, τὸ δὲ Β τινί· συμπέρασμα ὅτι τὸ Α τινὶ τῶι Β
οὐχ ὑπάρχει. ἐὰν οὖν ληφθῆι, ὧι τὸ Α τινὶ μὴ ὑπάρχει,
τὸ Γ τινὶ ὑπάρχειν, ἀνάγκη τὸ Γ τινὶ τῶι Β ὑπάρχειν. ἄλ-
- 30
- λως δ᾽ οὐκ ἔστιν ἀντιστρέφοντα τὴν καθόλου πρότασιν δεῖξαι
τὴν ἑτέραν· οὐδαμῶς γὰρ ἔσται συλλογισμός.
[Φανερὸν οὖν ὅτι ἐν μὲν τῶι πρώτωι σχήματι ἡ δι᾽ ἀλ-
λήλων δεῖξις διά τε τοῦ τρίτου καὶ διὰ τοῦ πρώτου γίνεται σχή-
ματος. κατηγορικοῦ μὲν γὰρ ὄντος τοῦ συμπεράσματος διὰ
- 35
- τοῦ πρώτου, στερητικοῦ δὲ διὰ τοῦ ἐσχάτου· λαμβάνεται
γάρ, ὧι τοῦτο μηδενί, θάτερον παντὶ ὑπάρχειν. ἐν δὲ τῶι μέσωι
καθόλου μὲν ὄντος τοῦ συλλογισμοῦ δι᾽ αὐτοῦ τε καὶ διὰ τοῦ
πρώτου σχήματος, ὅταν δ᾽ ἐν μέρει, δι᾽ αὐτοῦ τε καὶ τοῦ
ἐσχάτου. ἐν δὲ τῶι τρίτωι δι᾽ αὐτοῦ πάντες. φανερὸν δὲ καὶ
- 40
- ὅτι ἐν τῶι τρίτωι καὶ τῶι μέσωι οἱ μὴ δι᾽ αὐτῶν γινόμενοι
συλλογισμοὶ ἢ οὐκ εἰσὶ κατὰ τὴν κύκλωι δεῖξιν ἢ ἀτελεῖς.]
|
|